κατὰ τῶν σιτοπωλῶν
§ 21
Author namesLysias · Λυσιας
- Scientific editors
- W.R.M. Lamb
- Edition reference
- Lysias · London · William Heinemann Ltd. · 1930
- CTS identifier
urn:cts:greekLit:tlg0540.tlg022.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
καὶ μὲν δὴ οὐδʼ ἐὰν ἀντιβολῶσιν ὑμᾶς καὶ ἱκετεύωσι, δικαίως ἂν αὐτοὺς ἐλεήσαιτε, ἀλλὰ μᾶλλον τῶν τε πολιτῶν οἳ διὰ τὴν τούτων πονηρίαν ἀπέθνῃσκον, καὶ τοὺς ἐμπόρους ἐφʼ οὓς οὓς Taylor: οἷς MSS. οὗτοι συνέστησαν· οἷς ὑμεῖς χαριεῖσθε καὶ προθυμοτέρους ποιήσετε, δίκην παρὰ τούτων παρὰ τούτων Taylor: παρ’ αὐτῶν. λαμβάνοντες. εἰ δὲ μή, τίνʼ αὐτοὺς οἴεσθε γνώμην ἕξειν, ἐπειδὰν πύθωνται ὅτι τῶν καπήλων οἳ τοῖς εἰσπλέουσιν εἰσπλέουσιν Reiske: ἐκπλέουσιν MSS. ὡμολόγησαν ἐπιβουλεύειν, ἀπεψηφίσασθε;