κατὰ Ἐργοκλέους ἐπίλογος
§ 1
Author namesLysias · Λυσιας
- Scientific editors
- W.R.M. Lamb
- Edition reference
- Lysias · London · William Heinemann Ltd. · 1930
- CTS identifier
urn:cts:greekLit:tlg0540.tlg028.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
τὰ μὲν κατηγορημένα οὕτως ἐστὶ πολλὰ καὶ δεινά, ὦ ἄνδρες Ἀθηναῖοι, ὥστε οὐκ ἄν μοι δοκεῖ δύνασθαι Ἐργοκλῆς ὑπὲρ ἑνὸς ἑκάστου τῶν πεπραγμένων αὐτῷ πολλάκις ἀποθανὼν δοῦναι δίκην ἀξίαν τῷ ὑμετέρῳ πλήθει. καὶ γὰρ πόλεις προδεδωκὼς φαίνεται, καὶ προξένους καὶ πολίτας ὑμετέρους ἠδικηκώς, καὶ ἐκ πένητος ἐκ τῶν ὑμετέρων πλούσιος γεγενημένος.