The Greek Library Author

Lysias

κατὰ Ἐργοκλέους ἐπίλογος

§ 6

Author namesLysias · Λυσιας

Scientific editors
W.R.M. Lamb
Edition reference
Lysias · London · William Heinemann Ltd. · 1930
CTS identifier
urn:cts:greekLit:tlg0540.tlg028.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ἵνα αὐτῶν ἐκκόψῃς ἔφη τὰς συκοφαντίας· ποιήσεις γὰρ αὐτοὺς οὐκ ἐπιβουλεύοντας σοὶ καθῆσθαι καὶ τοῖς σοῖς φίλοις, ἀλλὰ περὶ αὑτῶν δεδιέναι. οὕτως, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπειδὴ τάχιστα ἐνεπέπληντο καὶ τῶν τῶν add. Aldus. ὑμετέρων ἀπέλαυσαν, ἀλλοτρίους τῆς πόλεως αὑτοὺς ἡγήσαντο.