κατὰ Ἐργοκλέους ἐπίλογος
§ 13
Author namesLysias · Λυσιας
- Scientific editors
- W.R.M. Lamb
- Edition reference
- Lysias · London · William Heinemann Ltd. · 1930
- CTS identifier
urn:cts:greekLit:tlg0540.tlg028.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
τοιαύτην γνώμην ἔχω περὶ τῶν τοιούτων· ἀλλʼ ὅσοι μὲν ἐλευθερίας καὶ τοῦ δικαίου ἐπιθυμοῦντες καὶ τοὺς νόμους ἰσχύειν ἰσχύειν Markland: ἴσχειν MSS. βουλόμενοι καὶ τοὺς ἀδικοῦντας μισοῦντες τῶν ὑμετέρων κινδύνων μετέσχον, οὐ πονηροὺς εἶναι πολίτας, οὐδὲ ἀδίκως τούτοις φημι ἂν εἶναι ὑπόλογον τὴν ἐκείνων φυγήν· ὅσοι δὲ κατελθόντες ἐν δημοκρατία τὸ μὲν ὑμέτερον πλῆθος ἀδικοῦσι, τοὺς δὲ ἰδίους οἴκους ἐκ τῶν ὑμετέρων μεγάλους ποιοῦσι, πολὺ μᾶλλον αὐτοῖς προσήκει ὀργίζεσθαι ἤ τοῖς τριάκοντα.