The Greek Library Author

Anonymous

Epistula ad Serapionem de morte Arii

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Epistula ad Serapionem de morte Arii, ed. Opitz, op. cit., 178–180.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg007.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

2

2

τοῦ ἐπισκόπου, ὑποκρινόμενος δὲ τὰς ἀπὸ τῶν γραφῶν λέξεις. ὀμόσαντα τοίνυν

αὐτὸν μὴ πεφρονηκέναι ἐφ' οἷς ἐξέβαλεν Ἀλέξανδρος αὐτόν, ἀπέλυσεν εἰρηκώς· ‘εἰ ὀρθή

σού ἐστιν ἡ πίστις, καλῶς ὤμοσας· εἰ δὲ ἀσεβής ἐστιν ἡ πίστις σου, καὶ ὤμοσας, ὁ θεὸς

ἐκ τοῦ ὅρκου κρίναι τὸ κατὰ σέ.’ οὕτω δὴ οὖν αὐτὸν ἐξελθόντα παρὰ τοῦ βασιλέως

3

ἠθέλησαν εἰσαγαγεῖν εἰς τὴν ἐκκλησίαν οἱ περὶ Εὐσέβιον τῇ συνήθει ἑαυτῶν βίᾳ. ἀλλ' ὁ

τῆς Κωνσταντινουπόλεως ἐπίσκοπος, ὁ μακαρίτης Ἀλέξανδρος, ἀντέλεγε φάσκων· μὴ

δεῖν εἰς κοινωνίαν δεχθῆναι τὸν τῆς αἱρέσεως εὑρετήν. καὶ λοιπὸν οἱ περὶ Εὐσέβιον ἠπείλη-

σαν ὅτι ‘ὥσπερ μὴ θελόντων ὑμῶν ἐποιήσαμεν αὐτὸν κληθῆναι παρὰ βασιλέως, οὕτως

αὔριον, κἂν μὴ κατὰ γνώμην σοι τυγχάνῃ, συναχθήσεται Ἄρειος μεθ' ἡμῶν ἐν τῇ ἐκκλησίᾳ

ταύτῃ.’ σάββατον δὲ ἦν, ὅτε ταῦτα ἔλεγον.

3

1

Ὁ τοίνυν ἐπίσκοπος Ἀλέξανδρος ἀκούσας ταῦτα καὶ πάνυ λυπηθεὶς εἰσελθὼν εἰς

τὴν ἐκκλησίαν τάς τε χεῖρας ἐκτείνας πρὸς τὸν θεὸν ἀπωδύρετο καὶ ῥίψας ἑαυτὸν ἐπὶ πρό-

σωπον ἐν τῷ ἱερατείῳ, κείμενος ἐπὶ τοῦ ἐδάφους ηὔχετο. παρῆν δὲ καὶ Μακάριος εὐχόμενος

2

σὺν αὐτῷ καὶ ἀκούσας τῆς φωνῆς αὐτοῦ. παρεκάλει δὲ δύο ταῦτα λέγων· ‘εἰ Ἄρειος

αὔριον συνάγεται, ἀπόλυσον ἐμὲ τὸν δοῦλόν σου καὶ μὴ συναπολέσῃς εὐσεβῆ μετὰ ἀσεβοῦς,

εἰ δὲ φείδῃ τῆς ἐκκλησίας σου (οἶδα δὲ ὅτι φείδῃ) ἔπιδε ἐπὶ τὰ ῥήματα τῶν περὶ Εὐσέβιον

καὶ μὴ δῷς εἰς ἀφανισμὸν καὶ ὄνειδος τὴν κληρονομίαν σου, καὶ ἆρον Ἄρειον, ἵνα μὴ εἰσελ-

θόντος αὐτοῦ εἰς τὴν ἐκκλησίαν δόξῃ καὶ ἡ αἵρεσις συνεισέρχεσθαι αὐτῷ καὶ λοιπὸν ἡ ἀσέ-

3

βεια ὡς εὐσέβεια νομισθῇ.’ ταῦτα εὐξάμενος ὁ ἐπίσκοπος ἀνεχώρησε πάνυ φροντίζων.

καὶ γέγονέ τι θαυμαστὸν καὶ παράδοξον· τῶν γὰρ περὶ Εὐσέβιον ἀπειλησάντων ὁ μὲν

ἐπίσκοπος ηὔξατο, ὁ δὲ Ἄρειος ἐθάρρει τοῖς περὶ Εὐσέβιον πολλά τε φλυαρῶν εἰσῆλθεν

εἰς θάκας ὡς διὰ χρείαν τῆς γαστρὸς καὶ ἐξαίφνης κατὰ τὸ γεγραμμένον «πρηνὴς γενόμενος

ἐλάκησε μέσος» καὶ πεσὼν εὐθὺς ἀπέψυξεν ἀμφοτέρων τε τῆς τε κοινωνίας καὶ τοῦ ζῆν

ἐστερήθη.

4

1

Τὸ μὲν οὖν τέλος τοῦ Ἀρείου τοιοῦτον γέγονε· καὶ οἱ περὶ Εὐσέβιον μεγάλως αἰσχυν-

θέντες ἔθαψαν τὸν συνωμότην ἑαυτῶν, ὁ δὲ μακαρίτης Ἀλέξανδρος χαιρούσης τῆς ἐκ-

κλησίας τὴν σύναξιν ἐπετέλεσεν ἐν εὐσεβείᾳ καὶ ὀρθοδοξίᾳ σὺν πᾶσι τοῖς ἀδελφοῖς εὐχόμενος

καὶ δοξάζων μεγάλως τὸν θεὸν οὐχ ὡς ἐπιχαίρων τῷ θανάτῳ, μὴ γένοιτο («πᾶσι» γὰρ

«ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν») ἀλλ' ὅτι τοῦτο ὑπὲρ τὰς ἀνθρώπων κρίσεις

2

ἐδείχθη. αὐτὸς γὰρ ὁ κύριος δικάσας ταῖς ἀπειλαῖς τῶν περὶ Εὐσέβιον καὶ τῇ εὐχῇ

Ἀλεξάνδρου κατέκρινε τὴν ἀρειανὴν αἵρεσιν δείξας αὐτὴν ἀνάξιον οὖσαν τῆς ἐκ-

κλησιαστικῆς κοινωνίας καὶ πᾶσι φανερώσας ὅτι, κἂν παρὰ βασιλέως καὶ πάντων ἀν-

θρώπων ἔχῃ τὴν προστασίαν, ἀλλὰ παρ' αὐτῆς τῆς ἐκκλησίας κατεκρίθη. δέδεικται οὖν

3

οὐ θεοφιλὲς ἀλλ' ἀσεβὲς τὸ χριστομάχον ἐργαστήριον τῶν Ἀρειομανιτῶν. καὶ πολλοὶ

τῶν πρότερον ἀπατηθέντων μετέθεντο. οὐ γὰρ ἄλλος ἀλλ' αὐτὸς ὁ βλασφημούμενος

παρ' αὐτῶν κύριος κατέκρινε τὴν κατ' αὐτοῦ συστᾶσαν αἵρεσιν καὶ πάλιν ἔδειξεν ὅτι,

κἂν νῦν ὁ βασιλεὺς Κωνστάντιος βιάζηται τοὺς ἐπισκόπους ὑπὲρ αὐτῆς, ἀλλ' ἀκοινώνητός

ἐστι τῆς ἐκκλησίας καὶ τῶν οὐρανῶν ἀλλοτρία. οὐκοῦν καὶ ἡ παρ' ὑμῖν λοιπὸν πεπαύσθω

ζήτησις· αὕτη γὰρ ἦν ἡ γενομένη συνθήκη· καὶ μηδεὶς προστιθέσθω τῇ αἱρέσει, ἀλλὰ καὶ

οἱ ἀπατηθέντες μεταγινωσκέτωσαν. ἣν γὰρ ὁ κύριος κατέκρινε, τίς ἀποδέξεται; καὶ ἣν

ἀκοινώνητον αὐτὸς πεποίηκε, πῶς ὁ προσλαμβανόμενος οὐ μεγάλως ἀσεβεῖ καὶ φανερῶς

ἐστι χριστομάχος;

5

1

Ἱκανὸν μὲν οὖν καὶ τοῦτο δυσωπῆσαι τοὺς ἐριστικούς, ἀνάγνωθι δὲ ὅμως τοῖς τότε

ζητήσασι καὶ τὰ κατὰ τῆς αἱρέσεως δι' ὀλίγων γραφέντα πρὸς τοὺς μοναχούς, ἵνα καὶ

ἐξ αὐτῶν ἔτι μᾶλλον καταγινώσκωσι τῆς ἀσεβείας καὶ τῆς πονηρίας τῶν Ἀρειομανιτῶν.

μηδενὶ μέντοι θελήσῃς ἐκδοῦναι τούτων ἀντίγραφον μηδὲ σαυτῷ μεταγράψαι, καὶ γὰρ καὶ

τοῖς μοναχοῖς τοῦτο δεδήλωκα. ἀλλ' ὡς γνήσιος, εἰ μέν τι λείπει τοῖς γραφεῖσι, πρόσθες,

2

εὐθὺς δὲ πρὸς ἡμᾶς ἀντίπεμψον. καὶ γὰρ καὶ ἐκ τῆς ἐπιστολῆς, ἧς ἔγραψα τοῖς ἀδελφοῖς,

δύνασαι μαθεῖν, ὃ πέπονθα γράφων, καὶ γνῶναι, ὅτι καὶ διὰ τοῦτο οὐκ ἔστιν ἀσφαλὲς

ἐκδίδοσθαι γράμματα ἰδιώτου καὶ μάλιστα περὶ τῶν ἀνωτάτω καὶ κορυφαιοτάτων δογ-

μάτων, μήποτε τὸ δι' ἀσθένειαν ἢ τὸ ἀδιατράνωτον τῆς γλώττης ἐνδεῶς εἰρημένον βλά-

βην τοῖς ἀναγινώσκουσιν ἐμποιήσῃ. οἱ γὰρ πολλοὶ οὐ τὴν πίστιν οὐδὲ τὸν σκοπὸν τοῦ

γράψαντος σκοποῦσιν, ἀλλ' ἢ διὰ φθόνον ἢ δι' ἔριν ἧς προελήφθησαν κατὰ διάνοιαν

δόξης, ὡς ἂν θέλωσιν αὐτοί, δέχονται καὶ μεταποιοῦσι τὰ γραφέντα κατὰ τὴν ἰδίαν

ἡδονήν. δῴη δὲ ὁ κύριος παρὰ πᾶσι καὶ μάλιστα οἷς ἀναγινώσκεις ταῦτα κρατεῖν τήν τε

ἀλήθειαν καὶ τὴν ὑγιαίνουσαν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστιν. ἀμήν.

{Τοῦ αὐτοῦ} Τοῖς ἁπανταχοῦ κατὰ τόπον τὸν μονήρη βίον ἀσκοῦσι καὶ ἐν πίστει θεοῦ ἱδρυ-μένοις ἡγιασμένοις τε ἐν Χριστῷ καὶ λέγουσιν «ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολου-θήσαμέν σοι» ἀγαπητοῖς καὶ ποθεινοτάτοις ἀδελφοῖς ἐν κυρίῳ πλεῖστα χαίρειν. Τῇ μὲν ὑμετέρᾳ διαθέσει πεισθεὶς καὶ πολλάκις παρ' ὑμῶν προτραπεὶς ἔγραψαδι' ὀλίγων περὶ ὧν πεπόνθαμεν ἡμεῖς τε καὶ ἡ ἐκκλησία καὶ ὡς δύναμίς μοι διελέγχων τὴνμυσαρὰν αἵρεσιν τῶν Ἀρειομανιτῶν καὶ δεικνύς, ὅσον ἐστὶν ἀλλοτρία τῆς ἀληθείας αὕτη.ὃ δὲ πέπονθα γράφων, ἀναγκαῖον ἡγησάμην δηλῶσαι τῇ εὐσεβείᾳ ὑμῶν, ἵνα καὶ ἐκ τούτουμάθητε, πῶς ἀληθῶς εἴρηκεν ὁ μακάριος ἀπόστολος «ὦ βάθος πλούτου καὶ σοφίας καὶγνώσεως θεοῦ», καὶ συγγνῶτε κἀμοὶ ἀνθρώπῳ ἀσθενεῖ τὴν φύσιν ὄντι. ὅσον γὰρ ἐβου-λόμην γράφειν καὶ νοεῖν ἐβιαζόμην ἐμαυτὸν περὶ τῆς θεότητος τοῦ λόγου, τοσοῦτον ἡ γνῶ-σις ἐξανεχώρει μακρὰν ἀπ' ἐμοῦ καὶ ἐγίνωσκον ἐμαυτὸν τοσοῦτον ἀπολιμπανόμενον, ὅσονἐδόκουν καταλαμβάνειν. καὶ γὰρ οὐδὲ ὃ ἐδόκουν νοεῖν ἠδυνάμην γράφειν, ἀλλὰ καὶ ὃἔγραφον ἔλαττον ἐγίνετο τῆς ἐν τῇ διανοίᾳ γενομένης κἂν βραχείας τῆς ἀληθείας σκιᾶς. Ὁρῶν τοίνυν ὡς ἐν τῷ Ἐκκλησιαστῇ γέγραπται ὅτι «εἶπα· σοφισθήσομαι, καὶ αὕτηἐμακρύνθη ἀπ' ἐμοῦ μακρὰν ὑπὲρ ὃ ἦν καὶ βαθὺ βάθος· τίς εὑρήσει αὐτό;» καὶ τὸ ἐν τοῖςΨαλμοῖς· «ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν»,καὶ ὁ Σολομών φησι· «δόξα θεοῦ κρύπτει λόγον», πολλάκις ἐβουλευσάμην ἐπισχεῖν καὶπαύσασθαι τοῦ γράφειν· ναὶ πιστεύσατε. ἵνα δὲ μὴ δόξω μηδὲ ὑμᾶς λυπεῖν μήτε ἐκείνουςτοὺς παρ' ὑμῖν ζητήσαντας καὶ φιλονεικήσαντας ἐπιτρίβειν εἰς τὴν ἀσέβειαν ἐκ τοῦ σιωπᾶν,ἐβιασάμην ἐμαυτὸν ὀλίγα γράψαι, καὶ ταῦτα ἀπέστειλα τῇ ὑμετέρᾳ θεοσεβείᾳ. εἰ γὰρκαί, ὡς ἔστιν ἡ τῆς ἀληθείας κατάληψις, μακράν ἐστι νῦν ἀφ' ἡμῶν διὰ τὴν τῆς σαρκὸςἀσθένειαν, ἀλλὰ δυνατόν, ὡς εἶπεν αὐτὸς ὁ Ἐκκλησιαστής, «γνῶναι τῶν ἀσεβῶν τὴν ἀφρο-σύνην καὶ εὑρόντα ταύτην εἰπεῖν πικροτέραν ὑπὲρ θάνατον εἶναι». τούτου γοῦνχάριν ὡς τοῦτο γινώσκων καὶ δυνάμενος εὑρεῖν ἔγραψα εἰδὼς ὡς τοῖς πιστοῖς ἡ τῆς ἀσε-βείας κατάγνωσις αὐτάρκης πρὸς εὐσέβειάν ἐστι γνῶσις. καὶ γὰρ εἰ μὴ δυνατὸν κατα-λαβέσθαι τί ἐστι θεός, ἀλλὰ δυνατὸν εἰπεῖν, τί οὐκ ἔστιν. οἴδαμεν δὲ ὅτι οὐχ ὡς ἄνθρωπός