The Greek Library Author

Anonymous

Epistula ad Serapionem de morte Arii

3

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Epistula ad Serapionem de morte Arii, ed. Opitz, op. cit., 178–180.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg007.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3

1

Ὁ τοίνυν ἐπίσκοπος Ἀλέξανδρος ἀκούσας ταῦτα καὶ πάνυ λυπηθεὶς εἰσελθὼν εἰς

τὴν ἐκκλησίαν τάς τε χεῖρας ἐκτείνας πρὸς τὸν θεὸν ἀπωδύρετο καὶ ῥίψας ἑαυτὸν ἐπὶ πρό-

σωπον ἐν τῷ ἱερατείῳ, κείμενος ἐπὶ τοῦ ἐδάφους ηὔχετο. παρῆν δὲ καὶ Μακάριος εὐχόμενος

2

σὺν αὐτῷ καὶ ἀκούσας τῆς φωνῆς αὐτοῦ. παρεκάλει δὲ δύο ταῦτα λέγων· ‘εἰ Ἄρειος

αὔριον συνάγεται, ἀπόλυσον ἐμὲ τὸν δοῦλόν σου καὶ μὴ συναπολέσῃς εὐσεβῆ μετὰ ἀσεβοῦς,

εἰ δὲ φείδῃ τῆς ἐκκλησίας σου (οἶδα δὲ ὅτι φείδῃ) ἔπιδε ἐπὶ τὰ ῥήματα τῶν περὶ Εὐσέβιον

καὶ μὴ δῷς εἰς ἀφανισμὸν καὶ ὄνειδος τὴν κληρονομίαν σου, καὶ ἆρον Ἄρειον, ἵνα μὴ εἰσελ-

θόντος αὐτοῦ εἰς τὴν ἐκκλησίαν δόξῃ καὶ ἡ αἵρεσις συνεισέρχεσθαι αὐτῷ καὶ λοιπὸν ἡ ἀσέ-

3

βεια ὡς εὐσέβεια νομισθῇ.’ ταῦτα εὐξάμενος ὁ ἐπίσκοπος ἀνεχώρησε πάνυ φροντίζων.

καὶ γέγονέ τι θαυμαστὸν καὶ παράδοξον· τῶν γὰρ περὶ Εὐσέβιον ἀπειλησάντων ὁ μὲν

ἐπίσκοπος ηὔξατο, ὁ δὲ Ἄρειος ἐθάρρει τοῖς περὶ Εὐσέβιον πολλά τε φλυαρῶν εἰσῆλθεν

εἰς θάκας ὡς διὰ χρείαν τῆς γαστρὸς καὶ ἐξαίφνης κατὰ τὸ γεγραμμένον «πρηνὴς γενόμενος

ἐλάκησε μέσος» καὶ πεσὼν εὐθὺς ἀπέψυξεν ἀμφοτέρων τε τῆς τε κοινωνίας καὶ τοῦ ζῆν

ἐστερήθη.