The Greek Library Author

Anonymous

Epistula ad Serapionem de morte Arii

5

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Epistula ad Serapionem de morte Arii, ed. Opitz, op. cit., 178–180.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg007.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

5

1

Ἱκανὸν μὲν οὖν καὶ τοῦτο δυσωπῆσαι τοὺς ἐριστικούς, ἀνάγνωθι δὲ ὅμως τοῖς τότε

ζητήσασι καὶ τὰ κατὰ τῆς αἱρέσεως δι' ὀλίγων γραφέντα πρὸς τοὺς μοναχούς, ἵνα καὶ

ἐξ αὐτῶν ἔτι μᾶλλον καταγινώσκωσι τῆς ἀσεβείας καὶ τῆς πονηρίας τῶν Ἀρειομανιτῶν.

μηδενὶ μέντοι θελήσῃς ἐκδοῦναι τούτων ἀντίγραφον μηδὲ σαυτῷ μεταγράψαι, καὶ γὰρ καὶ

τοῖς μοναχοῖς τοῦτο δεδήλωκα. ἀλλ' ὡς γνήσιος, εἰ μέν τι λείπει τοῖς γραφεῖσι, πρόσθες,

2

εὐθὺς δὲ πρὸς ἡμᾶς ἀντίπεμψον. καὶ γὰρ καὶ ἐκ τῆς ἐπιστολῆς, ἧς ἔγραψα τοῖς ἀδελφοῖς,

δύνασαι μαθεῖν, ὃ πέπονθα γράφων, καὶ γνῶναι, ὅτι καὶ διὰ τοῦτο οὐκ ἔστιν ἀσφαλὲς

ἐκδίδοσθαι γράμματα ἰδιώτου καὶ μάλιστα περὶ τῶν ἀνωτάτω καὶ κορυφαιοτάτων δογ-

μάτων, μήποτε τὸ δι' ἀσθένειαν ἢ τὸ ἀδιατράνωτον τῆς γλώττης ἐνδεῶς εἰρημένον βλά-

βην τοῖς ἀναγινώσκουσιν ἐμποιήσῃ. οἱ γὰρ πολλοὶ οὐ τὴν πίστιν οὐδὲ τὸν σκοπὸν τοῦ

γράψαντος σκοποῦσιν, ἀλλ' ἢ διὰ φθόνον ἢ δι' ἔριν ἧς προελήφθησαν κατὰ διάνοιαν

δόξης, ὡς ἂν θέλωσιν αὐτοί, δέχονται καὶ μεταποιοῦσι τὰ γραφέντα κατὰ τὴν ἰδίαν

ἡδονήν. δῴη δὲ ὁ κύριος παρὰ πᾶσι καὶ μάλιστα οἷς ἀναγινώσκεις ταῦτα κρατεῖν τήν τε

ἀλήθειαν καὶ τὴν ὑγιαίνουσαν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστιν. ἀμήν.