The Greek Library Author

Anonymous

Epistula ad Serapionem de morte Arii

4

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Epistula ad Serapionem de morte Arii, ed. Opitz, op. cit., 178–180.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg007.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

4

1

Τὸ μὲν οὖν τέλος τοῦ Ἀρείου τοιοῦτον γέγονε· καὶ οἱ περὶ Εὐσέβιον μεγάλως αἰσχυν-

θέντες ἔθαψαν τὸν συνωμότην ἑαυτῶν, ὁ δὲ μακαρίτης Ἀλέξανδρος χαιρούσης τῆς ἐκ-

κλησίας τὴν σύναξιν ἐπετέλεσεν ἐν εὐσεβείᾳ καὶ ὀρθοδοξίᾳ σὺν πᾶσι τοῖς ἀδελφοῖς εὐχόμενος

καὶ δοξάζων μεγάλως τὸν θεὸν οὐχ ὡς ἐπιχαίρων τῷ θανάτῳ, μὴ γένοιτο («πᾶσι» γὰρ

«ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν») ἀλλ' ὅτι τοῦτο ὑπὲρ τὰς ἀνθρώπων κρίσεις

2

ἐδείχθη. αὐτὸς γὰρ ὁ κύριος δικάσας ταῖς ἀπειλαῖς τῶν περὶ Εὐσέβιον καὶ τῇ εὐχῇ

Ἀλεξάνδρου κατέκρινε τὴν ἀρειανὴν αἵρεσιν δείξας αὐτὴν ἀνάξιον οὖσαν τῆς ἐκ-

κλησιαστικῆς κοινωνίας καὶ πᾶσι φανερώσας ὅτι, κἂν παρὰ βασιλέως καὶ πάντων ἀν-

θρώπων ἔχῃ τὴν προστασίαν, ἀλλὰ παρ' αὐτῆς τῆς ἐκκλησίας κατεκρίθη. δέδεικται οὖν

3

οὐ θεοφιλὲς ἀλλ' ἀσεβὲς τὸ χριστομάχον ἐργαστήριον τῶν Ἀρειομανιτῶν. καὶ πολλοὶ

τῶν πρότερον ἀπατηθέντων μετέθεντο. οὐ γὰρ ἄλλος ἀλλ' αὐτὸς ὁ βλασφημούμενος

παρ' αὐτῶν κύριος κατέκρινε τὴν κατ' αὐτοῦ συστᾶσαν αἵρεσιν καὶ πάλιν ἔδειξεν ὅτι,

κἂν νῦν ὁ βασιλεὺς Κωνστάντιος βιάζηται τοὺς ἐπισκόπους ὑπὲρ αὐτῆς, ἀλλ' ἀκοινώνητός

ἐστι τῆς ἐκκλησίας καὶ τῶν οὐρανῶν ἀλλοτρία. οὐκοῦν καὶ ἡ παρ' ὑμῖν λοιπὸν πεπαύσθω

ζήτησις· αὕτη γὰρ ἦν ἡ γενομένη συνθήκη· καὶ μηδεὶς προστιθέσθω τῇ αἱρέσει, ἀλλὰ καὶ

οἱ ἀπατηθέντες μεταγινωσκέτωσαν. ἣν γὰρ ὁ κύριος κατέκρινε, τίς ἀποδέξεται; καὶ ἣν

ἀκοινώνητον αὐτὸς πεποίηκε, πῶς ὁ προσλαμβανόμενος οὐ μεγάλως ἀσεβεῖ καὶ φανερῶς

ἐστι χριστομάχος;