Περὶ φθόνου καὶ μίσους
§ 1
Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος
- Scientific editors
- Grēgorios N. Vernardakēs
- Edition reference
- Moralia · Leipzig · Teubner · 1891
- CTS identifier
urn:cts:greekLit:tlg0007.tlg105.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
mihi quoque initium libelli deesse videturοὕτω δὴ καὶ δοκεῖ μηθὲν τοῦ μίσους διαφέρειν ὁ φθόνος ἀλλʼ ὁ αὐτὸς εἶναι. καθόλου μὲν γὰρ ὥσπερ πολυάγκιστρον πολυάγκιστρον] substantivum ἡ κακία τοῖς ἐξηρτημένοις αὐτῆς πάθεσι κινουμένη δεῦρο κἀκεῖσε πολλὰς πρὸς ἄλληλα συναφὰς καὶ περιπλοκὰς ἐνδίδωσι ταῦτα δʼ ὥσπερ νοσήματα συμπαθεῖ ταῖς ἀλλήλων φλεγμοναῖς. ὁ γὰρ εὐτυχῶν ὁμοίως καὶ τὸν μισοῦντα λυπεῖ καὶ τὸν φθονοῦντα. διὸ καὶ τὴν εὔνοιαν ἀμφοτέροις νομίζομεν ἀντικεῖσθαι, βούλησιν οὖσαν ἀγαθῶν τοῖς πλησίον· καὶ τῷ μισεῖν τὸ φθονεῖν ταὐτὸν ταὐτὸν *: ταὐτὸ εἶναι, ὅτι τὴν ἐναντίαν τῷ φιλεῖν ἔχει προαίρεσιν. ἐπεὶ δʼ οὐχ οὕτω ταὐτὸν αἱ ὁμοιότητες ὡς ἕτερον αἱ διαφοραὶ ποιοῦσι, κατὰ ταύτας ζητοῦμεν κατὰ ταύτας ζητοῦμεν (aut ζητῶμεν) - μεταδιώξωμεν] corrupta. κατὰ ταύτας τὰ ζητούμενα μεταδιώξωμεν Madvigius ἑὰν μεταδιώξωμεν, ἀπὸ τῆς γενέσεως ἀρξάμενοι τῶν παθῶν.