Περὶ φθόνου καὶ μίσους
§ 4
Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος
- Scientific editors
- Grēgorios N. Vernardakēs
- Edition reference
- Moralia · Leipzig · Teubner · 1891
- CTS identifier
urn:cts:greekLit:tlg0007.tlg105.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
κἂν κἀν *: κἂν τοῖς θηρίοις δὲ φθόνον μὲν οὐκ εἰκὸς ἐγγίνεσθαι πρὸς ἄλληλα· τοῦ γὰρ εὖ πράττειν ἢ κακῶς ἕτερον φαντασίαν οὐ λαμβάνουσιν, οὐδʼ ἅπτεται τὸ ἔνδοξον ἢ ἄδοξον αὐτῶν, οἷς ὁ φθόνος ἐκτραχύνεται μάλιστα. μισοῦσι δʼ ἄλληλα καὶ ἀπεχθάνονται καὶ πολεμοῦσιν ὥσπερ ἀσπείστους ἀσπείστους R: ἀπίστους τινὰς πολέμους πολέμους Emperius: πολεμοῦσι δʼ ἀετοὶ καὶ δράκοντες, κορῶναι καὶ γλαῦκες, αἰγιθαλλοὶ καὶ ἀκανθυλλίδες· ὥστε τούτων γέ φασι μηδὲ τὸ αἷμα κίρνασθαι σφαττομένων, ἀλλὰ κἂν μίξῃς, ἰδίᾳ πάλιν ἀπορρεῖν ἀπορρεῖν W: ἀπορρεῖ διακρινόμενον. εἰκότως; δʼ ἔχει δ’ ἔχει Emperius: δὲ καὶ τῷ λέοντι πρὸς τὸν ἀλεκτρυόνα καὶ τῷ ἐλέφαντι πρὸς τὴν ὗν μῖσος ἰσχυρὸν γεγεννηκέναι ἐγεγεννηκεναι R τὸν φόβον· ὃ γὰρ δεδίασι, καὶ μισεῖν πεφύκασιν ὥστε καὶ ταύτῃ φαίνεσθαι διαφέροντα τοῦ μίσους τὸν φθόνον, τὸ μὲν δεχομένης τῆς τῶν θηρίων φύσεως τὸν δὲ μὴ δεχομένης.