The Greek Library Author

Plutarch

Περὶ φθόνου καὶ μίσους

§ 7

Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος

Scientific editors
Grēgorios N. Vernardakēs
Edition reference
Moralia · Leipzig · Teubner · 1891
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg105.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ἔτι τοίνυν καὶ μᾶλλον οὕτως ἀπὸ τῶν ἐναντίων ταὐτὸ ταὐτὸ *: τὸ αὐτὸ σκοπῶμεν. λύουσι γὰρ ἔχθρας καὶ μῖσος ἢ πεισθέντες μηδὲν ἀδικεῖσθαι, ἢ δόξαν ὡς χρηστῶν, οὓς ἐμίσουν ὡς πονηρούς, λαβόντες· ἢ τρίτον εὖ παθόντες· ἡ γὰρ τελευταία χάρις ὡς Θουκυδίδης Θουκυδ́δης] 1, 42 φησὶ κἂν ἐλάττων ἐλάσσων idem ᾖ, καιρὸν ἔχουσα δύναται μεῖζον ἔγκλημα λῦσαι τούτων δὲ τὸ μὲν πρῶτον οὐ λύει τὸν φθόνον· πεπεισμένοι γὰρ ἐξ ἀρχῆς μηδὲν ἀδικεῖσθαι φθονοῦσι τὰ δὲ λοιπὰ καὶ παροξύνει τοῖς τε γὰρ δοκοῦσι χρηστοῖς βασκαίνουσι μᾶλλον, ὡς δὴ τὸ μέγιστον ἀγαθὸν τὴν ἀρετὴν ἔχουσι κἂν εὖ πάσχωσιν ὑπὸ τῶν εὐτυχούντων, ἀνιῶνται, φθονοῦντες αὐτοῖς καὶ τῆς προαιρέσεως καὶ τῆς δυνάμεως· τὸ μὲν γὰρ ἀρετῆς ἐστι τὸ δʼ εὐτυχίας,. ἀγαθὰ δʼ ἀμφότερα, διὸ παντελῶς ἕτερόν ἐστι τοῦ μίσους πάθος ὁ φθόνος, εἰ, διʼ ὧν ἐκεῖνο πραΰνεται, τοῦτο λυπεῖται καὶ παροξύνεται.