The Greek Library Author

Plutarch

Περὶ φθόνου καὶ μίσους

§ 2

Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος

Scientific editors
Grēgorios N. Vernardakēs
Edition reference
Moralia · Leipzig · Teubner · 1891
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg105.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

γεννᾶται τοίνυν τὸ μῖσος ἐκ φαντασίας τοῦ ὅτι πονηρὸς ἢ κοινῶς ἢ πρὸς αὐτόν ἐστιν ὁ μισούμενος· καὶ γὰρ γὰρ] γὰρ οἱ R ἀδικεῖσθαι δόξαντες αὐτοὶ αὐτοί τε R πεφύκασι μισεῖν, καὶ τοὺς ἄλλως ἀδικητικοὺς ἢ πονηροὺς προβάλλονται καὶ δυσχεραίνουσι φθονοῦσι δʼ ἁπλῶς τοῖς εὖ πράττειν δοκοῦσιν. ὅθεν ἔοικεν ὁ μὲν μὲν] om. codd. mei φθόνος ἀόριστος εἶναι, καθάπερ ὀφθαλμία πρὸς ἅπαν τὸ λαμπρὸν ἐκταρασσόμενος· τὸ δὲ μῖσος ὥρισται καθʼ ὑποκειμένων ἀεί τινων ἀπερειδόμενον πρὸς αὐτόν. πρὸς αὐτόν] προσαντῶν R