Ὑπέρ τοῦ ἐν τῇ προσαγορεύσει πταισμάτως
§ 1
Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος
- Scientific editors
- Kenneth Kilburn
- Edition reference
- Lucian with an English Translation · London · William Heinemann Ltd. · 1959
- CTS identifier
urn:cts:greekLit:tlg0062.tlg058.local002- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Χαλεπὸν μὲν ἄνθρωπον ὄντα δαίμονός τινος ἐπήρειαν διαφυγεῖν, πολὺ δὲ χαλεπώτερον ἀπολογίαν εὑρεῖν παραλόγου καὶ δαιμονίου πταίσματος, ἅπερ ἀμφότερα νῦν ἐμοὶ συμβέβηκεν, ὃς ἀφικόμενος παρὰ σέ, ὡς προσείποιμι τὸ ἑωθινόν, δέον τὴν συνήθη ταύτην φωνὴν ἀφεῖναι καὶ χαίρειν κελεύειν, ἐγὼ δὲ ὁ χρυσοῦς ἐπιλαθόμενος ὑγιαίνειν σε ἠξίουν, εὔφημον μὲν καὶ τοῦτο, οὐκ ἐν καιρῷ δὲ ὡς οὐ κατὰ τὴν ἕω. ἐγὼ μὲν οὖν ἐπὶ τούτῳ εὐθὺς ἴδιόν τε καὶ ἠρυθρίων καὶ παντοῖος ἦν ὑπὸ ἀπορίας, οἱ παρόντες δὲ οἱ μὲν παραπαίειν, ὡς τὸ εἰκός, οἱ δὲ ληρεῖν ὑφ' ἡλικίας, οἱ δὲ χθεσινῆς κραιπάλης ἀνάμεστον ἔτι ᾤοντό με εἶναι, εἰ καὶ ὅτι μάλιστα σὺ ἐπιεικῶς ἤνεγκας τὸ γεγονὸς οὐδ’ ὅσον ἄκρῳ τῷ μειδιάματι ἐπισημηνάμενος τῆς γλώττης τὴν διαμαρτίαν. ἔδοξεν οὖν μοι καλῶς ἔχειν παραμυθίαν τινὰ ἐμαυτῷ συγγράψαι, ὡς μὴ πάνυ ἀνιῴμην ἐπὶ τῷ πταίσματι μηδ’ ἀφόρητον ἡγοίμην, εἰ πρεσβύτης ἀνὴρ τοσοῦτον ἀπεσφάλην τοῦ καλῶς ἔχοντος ἐπὶ τοσούτων μαρτύρων. ἀπολογίας μὲν γὰρ οὐδὲν ἔδει οἶμαι ὑπὲρ γλώττης εἰς οὕτως εὔφημον εὐχὴν ὀλισθούσης.