Ὑπέρ τοῦ ἐν τῇ προσαγορεύσει πταισμάτως
§ 12
Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος
- Scientific editors
- Kenneth Kilburn
- Edition reference
- Lucian with an English Translation · London · William Heinemann Ltd. · 1959
- CTS identifier
urn:cts:greekLit:tlg0062.tlg058.local002- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Ναί, φησίν τις, ἀλλὰ νῦν ἑκάστου καιρὸς ἴδιος ὑφ' ἡμῶν ἀποδέδεικται, ἀποδέδεικται τάχα ἂν εἰπῃ τις. σὺ δὲ . . . Ν. σὺ δὲ τοῦτον ἐναλλάξας, εἰ καὶ μηδὲν ἄλλο ἐσφάλης, ἐσφάλης Bekker: ἔφησθα MSS. ὅμως τῷ δικαίῳ λόγῳ οὐκ ἂν ἔξω εἴης τοῦ ἡμαρτηκέναι, ὥσπερ ἂν εἴ τις περὶ τῇ κνήμῃ τὸ κράνος ἢ περὶ τῇ κεφαλῇ τὰς κνημῖδας ἐπιδήσαιτο. Ἀλλ', ὦ βέλτιστε, φαίην ἂν κἀγὼ πρὸς αὐτόν, εἰκότως ἂν ταῦτα ἔλεγες, εἴ τις ὅλως καιρὸς ἦν ὑγιείας μὴ δεόμενος, νῦν δὲ καὶ ἕωθεν καὶ μεσούσης ἡμέρας καὶ νύκτωρ ἀεὶ τὸ ὑγιαῖνον ἀναγκαῖον, καὶ μάλιστα τοῖς ἄρχουσι καὶ πολλὰ πράττουσιν ὑμῖν, ὅσῳ καὶ πρὸς τὰ πολλὰ δεῖσθε τοῦ σώματος. ἔτι δὲ ὁ μὲν χαῖρε εἰπὼν μόνον εὐφήμῳ τῇ ἀρχῇ ἐχρήσατο, καὶ ἔστιν εὐχὴ το πρᾶγμα, ὁ δὲ ὑγιαίνειν παρακελευόμενος καὶ χρήσιμόν τι δρᾷ καὶ ὑπομιμνήσκει τῶν πρὸς τὸ ὑγιαίνειν συντελούντων, καὶ οὐ συνεύχεται μόνον ἀλλὰ καὶ παραγγέλλει. τί δ’;