Ὑπέρ τοῦ ἐν τῇ προσαγορεύσει πταισμάτως
§ 2
Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος
- Scientific editors
- Kenneth Kilburn
- Edition reference
- Lucian with an English Translation · London · William Heinemann Ltd. · 1959
- CTS identifier
urn:cts:greekLit:tlg0062.tlg058.local002- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Ἀρχόμενος μὲν οὖν τῆς γραφῆς πάνυ ἀπόρῳ ἐντεύξεσθαι ᾤμην τῷ προβλήματι, προϊόντι δὲ πολλὰ προὐφάνη τὰ λεκτέα. οὐ μὴν πρότερον ἐρῶ αὐτά, ἢν μὴ περὶ τοῦ χαίρειν αὐτοῦ καὶ τοῦ εὖ πράττειν καὶ τοῦ ὑγιαίνειν προείπω τὰ εἰκότα.
Τὸ μὲν δὴ χαίρειν ἀρχαία μὲν ἡ προσαγόρευσις, οὐ μὴν ἑωθινὴ μόνον οὐδὲ ὑπὸ τὴν πρώτην ἔντευξιν, ἀλλὰ καὶ πρῶτον μὲν ἰδόντες ἀλλήλους ἔλεγον αὐτό, ὡς τό χαῖρ', ὦ δυνάστα τῆσδε γῆς Τιρυνθίας. καὶ μετὰ τὸ δεῖπνον ἐς λόγους ἤδη παροινίους τρεπόμενοι, ὡς τό χαῖρ', Ἀχιλεῦ, δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς, Ὀδυσσεὺς ὁπότε τὴν ἐπεσταλμένην πρεσβείαν αὐτῷ ἐρρητόρευεν. καὶ ἤδη ἀπιόντες παρ' ἀλλήλων, ὡς τό χαίρετ', ἐγὼ δ’ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητός. ἴδιος δὲ καιρὸς οὐδεὶς ἀπενενέμητο τῇ προσρήσει, οὐδὲ ὡς νῦν μόνος ὁ ἑωθινός, ὅπου γε καὶ ἐπὶ τῶν ἀπαισίων καὶ ἀπευκτοτάτων ὅμως ἐχρῶντο αὐτῇ, ὡς ὁ τοῦ Εὐριπίδου Πολυνείκης ἤδη τελευτῶν τὸν βίον, καὶ χαίρετ', ἤδη γάρ με περιβάλλει σκότος. καὶ οὐ μόνον φιλοφροσύνης αὐτοῖς ἦν τοῦτο σύμβολον, ἀλλὰ καὶ ἀπεχθείας καὶ τοῦ μηκέτι χρήσεσθαι ἀλλήλοις. τὸ γοῦν μακρὰ χαίρειν φράσαι τὸ μηκέτι φροντιεῖν δηλοῖ.