The Greek Library Author

Lucian

Ὑπέρ τοῦ ἐν τῇ προσαγορεύσει πταισμάτως

§ 8

Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος

Scientific editors
Kenneth Kilburn
Edition reference
Lucian with an English Translation · London · William Heinemann Ltd. · 1959
CTS identifier
urn:cts:greekLit:tlg0062.tlg058.local002
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Ὅτε Ἀλέξανδρος τὴν ἐν Ἰσσῷ μάχην ἀγωνιεῖσθαι ἔμελλεν, ὡς Εὐμένης ὁ Καρδιανὸς Καρδιανὸς Solanus: Σαρδιανὸς MSS. ἐν τῇ πρὸς Ἀντίπατρον ἐπιστολῇ λέγει, ἕωθεν εἰσελθὼν εἰς τὴν σκηνὴν αὐτοῦ ὁ Ἡφαιστίων, εἴτ' ἐπιλαθόμενος εἴτε ταραχθεὶς ὥσπερ ἐγὼ εἴτε καὶ θεοῦ τινος τοῦτο καταναγκάσαντος, ταὐτὸν ἐμοὶ ἔφη, Ὑγίαινε, βασιλεῦ, καιρὸς ἤδη παρατάττεσθαι. ταραχθέντων δὲ τῶν παρόντων πρὸς τὸ παράδοξον τῆς προσαγορεύσεως καὶ τοῦ Ἡφαιστίωνος ὀλίγου δεῖν ὑπ' αἰδοῦς ἐκθανόντος, Ἀλέξανδρος, Δέχομαι, εἶπε, τὴν κλῃδόνα. τὸ γὰρ σώους ἐπανήξειν ἀπὸ τῆς μάχης ἤδη μοι ὑπέσχηται.