Syntagma ad monachos
124
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Syntagma ad monachos (e cod. Vat. gr. 733) [Sp.], ed. Batiffol, op. cit., 121–128.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg127.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
124
ἐσχηκότων κἂν ἐπίσκοποι εἶεν, ἐπείπερ ὁ κύριος ἡμῶν αὐτὸς πρῶτος χρησάμενος καὶ τὸν
τύπον δοὺς μιμεῖσθαι παρήγγειλεν.
Μὴ ἔσο φιλάργυρος, μὴ αἰσχροκερδής, μὴ φιλοκτήμων, μὴ φιλόπλουτος, ἀρέσαι γὰρ
τοὺς τοιούτους θεῷ ἀδύνατον. Ἀλλὰ μηδὲ πραγματείαις ὅλως προσκείμενος, καίτοι γε
χώρας οἶδά τινας, αἳ διὰ τὸ μήτε σπείρειν, μήτε τινὰς τῶν τεχνῶν μετιέναι, πραγματείαις
ἀναγκάζονται χρῆσθαι, μηδ' εἰ μοναχοὶ εἶεν αὐτῆς ἀπεχόμενοι, ποιοῦσι δὲ τοῦτο κακῶς
μὲν πλὴν ἐξ ἀνάγκης. Πρὸς τούτοις μηδὲ τόκον ληπτέον, μήτε μὲν προωνητέον πλείονος ὡς
ἥττονος πωλήσοντα. Ἐπὶ χρήσει διδοὺς λάμβανε τὸ κεφάλαιον μόνον, τόκου χωρίς. Μὴ
δολιεύσῃ ἐνώπιον τῶν ἀλαθήτων ὀφθαλμῶν τοῦ θεοῦ, εἰ γὰρ τῷ τόκον δῆθεν εὐλαβεῖσθαι
παραιτούμενος τὸ δανεῖσαι παρασκευάσεις τὸν ἐν χρείᾳ πολλοῦ ὠνήσασθαι τὸ σόν, οὐχὶ
φιλοκερδέστερον οὕτω καὶ μισανθρωπότερον ἢ κατὰ τὸν τόκον εὑρίσκῃ πρὸς τὸν ἀδελφὸν
διακείμενος.
Ταπεινὸς ἔσο καὶ ἡσύχιος καὶ τρόμον σοι διὰ παντὸς ἐμβαλέτω τὰ τοῦ θεοῦ λόγια.
Μηδένα τῶν ἀνθρώπων μυκτηρίσῃς, μηδὲ καταγνῷς τινὸς ἐκ τοῦ σχήματος, παρατετη-