Syntagma ad monachos
126
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Syntagma ad monachos (e cod. Vat. gr. 733) [Sp.], ed. Batiffol, op. cit., 121–128.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg127.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
126
Καὶ νοσῶν δὲ εἰ χρεία γένηται ἀναγκαία, λοῦσαι· ὑγιαίνοντι γὰρ ἱερεῖ καὶ μονάζοντι
βαλανείου χρεία οὐδεμία. Ἀλλὰ καὶ χαμευνεῖν αἱρετέον, ὑγιῶς τοῦ σώματος ἔχοντος. Ἐρ-
γάζου ταῖς χερσίν, ὥστε μὴ ἀργὸν τὸν ἄρτον ἐσθίειν, ἀλλὰ μᾶλλον ἐκ τοῦ καρποῦ τῶν
χειρῶν ἔχειν, καὶ ἀδελφοῖς καὶ ξένοις μεταδιδόναι καὶ προηγουμένως χήραις καὶ ὀρφανοῖς
καὶ μετρίοις. Εἰ μεταξὺ τῶν ἀνθρώπων οἰκεῖς, καὶ χωρίον ἔστι σοι πατρῷον, ἐργάζου τοῦτο
δικαίως, καὶ τῶν καρπῶν αὐτοῦ πρῶτον μὲν ἀπάρχου τοῖς ἱερεῦσιν, ἔπειτα δὲ καὶ χήραις
καὶ ὀρφανοῖς καὶ τοῖς ἄλλοις, ἀπὸ δικαίων μεταδίδου πόνων, οὐ γὰρ ἀπὸ τόκων ἢ πλεονασ-
μῶν, οὐδὲ ἐκ πραγματειῶν ἢ διασεισμοῦ καὶ τῶν τοιούτων. Εἰ δὲ ἐν μονῇ προσεδρεύεις,
μὴ τῆς μονῆς τὴν ἄσκησιν καθυβρίσῃς· εἰ γὰρ χωρίον κέκτησαι μοναστήριον κατοικῶν,
οὐκ ἔστι τοῦτο ἀναχώρησις ἀλλὰ χλεύη. Εἴ τινας τῶν νέων περὶ σεαυτὸν ἔχεις, πρῶτα
μὲν ταπεινοφρονῶν μὴ θέλε εἶναι διδάσκαλος, εἰ δὲ ἴδῃς διὰ τῆς ἀναστροφῆς τῆς σῆς ψυχὰς
σωζομένας, καὶ βούλῃ τὰ δοθέντα σοι πέντε διπλασιάσαι τάλαντα, ἔχε διὰ μερίμνης τὰς
τούτων ψυχάς, καὶ νέους ὄντας ἐπίστυφε· παρασκεύαζέ τε ἰδιάζειν ἕκαστον αὐτῶν ἐκτὸς