The Greek Library Author

Anonymous

Syntagma ad monachos

127

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Syntagma ad monachos (e cod. Vat. gr. 733) [Sp.], ed. Batiffol, op. cit., 121–128.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg127.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

127

τραπέζης καὶ τῆς ἐν τῇ ψαλμῳδίᾳ συνάξεως· ἀλλὰ καὶ ἀγρύπνει συμμέτρως ἔν τε ψαλμοῖς

καὶ εὐχαῖς· καὶ ἡμέρας μὲν εὔχου πυκνότερον μᾶλλον ἢ χρονιώτερον, μὴ κράζων μηδὲ

βαττολογῶν. Ἔστω δὲ καὶ περὶ τὸ ψάλλειν ἡ συμμετρία, ὥστε μὴ περικακεῖν τὰς ψυχάς,

μηδὲ ἀπαγορεύειν. Σπεῦδε δὲ τοὺς παῖδας σιωπηλοὺς εἶναι τυποῦσθαι.

Αὗται αἱ ἐντολαὶ μονάζουσί τε καὶ εὐλαβέσι χριστιανοῖς, ταῖς θείαις γραφαῖς πᾶσαι

ἐγκείμεναι καὶ τῇ παραδόσει τῆς ἐκκλησίας, εἰ καὶ τοῦ μὴ μακρολογῆσαι χάριν τὰς μαρ-

τυρίας οὐκ ἐξεθέμεθα.

Ὀφείλει μέντοι καὶ περὶ τὰ προσφερόμενα, μᾶλλον δὲ τοὺς προσφέροντας ἀκρίβειαν ἔχειν

ὁ ἱερεύς· εἰ γὰρ παρὰ τινὸς τῶν στρατευομένων λάβῃ τοῦ αἷμα ἐκχέαντος, ἢ διασείσαν-

τος, ἢ κλέψαντος, ἤ τινος τῶν πραγματευτῶν, ἢ ἐπιόρκων, ἢ πλουσίων ἀποστερητῶν, ἢ