Syntagma ad monachos
125
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Syntagma ad monachos (e cod. Vat. gr. 733) [Sp.], ed. Batiffol, op. cit., 121–128.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg127.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
125
ρημένως ἔχε περὶ τὴν ἐσθῆτα, ὡς μήτε μαλακοῖς χρῆσθαι, μήτ' ἐν ῥυπαροῖς προϊέναι·
τρίχας τὸ παράπαν οὐ θεραπευτέον, ἐκκέκοπται γὰρ τὸ τοιοῦτον σχῆμα παρὰ τοῦ ἀποσ-
τόλου· ἀλλ' οὐδὲ ξυρᾶσθαι τὸ γένειον δεῖ, οὐδὲ περικουρείοις χρῆσθαι κειρόμονον.
Κρεῶν ἀπέχου [πεχου ms. super rasuram] οὐχ ὡς βδελυσσόμενον ἀλλ' ὡς τὰς τῆς
βλάβης περικόπτων τὰς φορμάς, καὶ ὡς ἀσθενῆ καὶ ἀνάξιον ἑαυτὸν λογιζόμενον. Οἴνου μὴ
μεθεκτέον ἢ μόνον τὸ γεύεσθαι καὶ εὐλογεῖν τὸν πεποιηκότα· εἰ δὲ καὶ σοὶ κατὰ τὸν Τιμό-
θεον διὰ τὴν πολλὴν τοῦ βίου ἀκρίβειαν νόσοις κατειργάσθη τὸ σῶμα, κέχρησο ὀλίγῳ, τὸ
μὲν γὰρ φάρμακον ἰάσεως, τὸ δὲ πολὺ καὶ σώματος καὶ ψυχῆς βλάβη. Εἰ δυνατὸν γυμνοπο-
δῶν ἔσο, εἰ δὲ βούλει καὶ ὑποδήμασι χρῆσθαι ψιλὰ ἔστωσαν, καὶ φιλόκοσμα μηδὲ περιττά.
Ἂν ἀῤῥωστῶν μεταλάβῃς ὠοῦ, οὐκ ἔσται σοι τοῦτο εἰς ἁμαρτίαν, κἂν ἀνάγκη σοι γένη-
ται πτηνοῦ κρεῶν μετασχεῖν, ἁμαρτία μὲν τοῦτο μὴ νομιζέσθω, λυποῦ δὲ μόνον καθ' ὃ
περιεκόπη σοι τὰ τῆς ἀκριβείας, καὶ ὁ τῆς ἀσκήσεως ἐνδέδωκε τόνος.