The Greek Library Author

Lysias

περὶ τῆς Εὐάνδρου δοκιμασίας

§ 13

Author namesLysias · Λυσιας

Scientific editors
W.R.M. Lamb
Edition reference
Lysias · London · William Heinemann Ltd. · 1930
CTS identifier
urn:cts:greekLit:tlg0540.tlg026.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ἆρʼ οὐκ οὐκ Stephanus: οὖν MSS. οἴεσθε αὐτοὺς χαλεπῶς διακείσεσθαι καὶ ὑμᾶς αὐτῶν αἰτίους ἡγήσεσθαι, ὅταν γένωνται ἐν ἐκείνοις τοῖς χρόνοις, ἐν οἷς αὐτῶν πολλοὶ εἰς τὸ δεσμωτήριον ἀπήγοντο καὶ ἄκριτοι ὑπὸ τούτων ἀπώλλυντο καὶ φεύγειν τὴν σφετέραν αὐτῶν ἠναγκάζοντο; κἀκεῖνο πρὸς ἐνθυμηθῶσιν, ὅτι ὁ αὐτὸς οὗτος ἀνὴρ Θρασύβουλος θρασύβουλος del. Kayser. αἴτιος γεγένηται Λεωδάμαντά τε ἀποδοκιμασθῆναι καὶ τοῦτον δοκιμασθῆναι, τοῦ μὲν κατήγορος γενόμενος, ὑπὲρ τούτου δὲ ἀπολογήσασθαι παρασκευασάμενος, ὃς πῶς ὃς πῶς Hude: ὅπως, ὃς ὅπως MSS. πρὸς τὴν πόλιν διάκειται διάκειται Scaliger: διακεῖσθαι, διέκειτο MSS. καὶ πόσων αἴτιος αὐτῇ κακῶν γεγένηται;