The Greek Library Author

Lysias

περὶ τῆς Εὐάνδρου δοκιμασίας

§ 17

Author namesLysias · Λυσιας

Scientific editors
W.R.M. Lamb
Edition reference
Lysias · London · William Heinemann Ltd. · 1930
CTS identifier
urn:cts:greekLit:tlg0540.tlg026.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

περὶ δὲ τῶν ἄλλων τὴν ἐναντίαν. τεκμήριον δέ· οὐ γὰρ ἔλαττον τούτους ἔλαττον τούτους Lipsius: ἐλάττους τούτων. ἡ πόλις τετίμηκε τῶν ἐπὶ Φυλὴν ἐλθόντων καὶ τὸν Πειραιᾶ καταλαβόντων. εἰκότως· τοὺς μὲν γὰρ ἴσασιν ὁποῖοι τινες ἐν δημοκρατίᾳ μόνῃ γεγένηνται, ὁποῖοι δʼ ἄν τινες ἐν ὀλιγαρχίᾳ γένοιντο, οὔπω πεῖραν εἰλήφασι· παρὰ δὲ τούτων ἑκατέρας τῆς πολιτείας ἱκανὴν βάσανον ἔχουσιν, ὥστʼ εἰκότως πιστεύειν.