The Greek Library Author

Lysias

περὶ τῆς Εὐάνδρου δοκιμασίας

§ 3

Author namesLysias · Λυσιας

Scientific editors
W.R.M. Lamb
Edition reference
Lysias · London · William Heinemann Ltd. · 1930
CTS identifier
urn:cts:greekLit:tlg0540.tlg026.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ὧν εἷς οὗτος ὢν οὐκ ἀγαπᾷ εἴ τις αὐτὸν ἐᾷ τούτων μετέχειν, ἀλλὰ καὶ πρὶν ἐκείνων δοῦναι δίκην πάλιν ἄρχειν ἀξιοῖ. καὶ νυνὶ αὐτὸν ἀκούω ὑπὲρ μὲν ἀκούω ὑπὲρ μὲν Rauchenstein: ἀκούομεν ὑπὲρ. τῶν αὐτοῦ κατηγορουμένων τῶν αὐτοῦ κατηγορουμένων Baiter: ὧν αὐτὸν κατηγοροῦμεν ὧν, ὧν αὐτοῦ κατηγοροῦμεν οὐ MSS. διὰ βραχέων ἀπολογήσεσθαι, ἐπισύροντα τὰ πράγματα καὶ διακλέπτοντα τῇ ἀπολογίᾳ τὴν κατηγορίαν, λέξειν δὲ ὡς πολλὰ εἰς τὴν πόλιν ἀνηλώκασι καὶ φιλοτίμως λελῃτουργήκασι καὶ νίκας πολλὰς καὶ καλὰς ἐν δημοκρατίᾳ νενικήκασι, καὶ ὅτι αὐτὸς κόσμιός ἐστι καὶ οὐχ ὁρᾶται ποιῶν ἃ ἕτεροι ἐνταῦθα τολμῶσιν, ἀλλὰ τὰ ἑαυτοῦ πράττειν ἀξιοῖ.