The Greek Library Author

Lysias

περὶ τῆς Εὐάνδρου δοκιμασίας

§ 15

Author namesLysias · Λυσιας

Scientific editors
W.R.M. Lamb
Edition reference
Lysias · London · William Heinemann Ltd. · 1930
CTS identifier
urn:cts:greekLit:tlg0540.tlg026.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

καὶ μηδεὶς ὑμῶν ἡγείσθω με Λεωδάμαντι χαριζόμενον κατηγορεῖν Εὐάνδρου, ὅτι φίλος ὢν τυγχάνει, ἀλλʼ ὑπὲρ ὑμῶν καὶ τῆς πόλεως προνοούμενον. ῥᾴδιον δʼ ἐξ αὐτοῦ τοῦ πράγματος μαθεῖν. Λεωδάμαντι γὰρ συμφέρει τοῦτον δοκιμασθῆναι, οὕτω γὰρ ὑμεῖς μάλιστα διαβληθήσεσθε, καὶ δόξετε ἀντὶ δημοτικῶν ἀνθρώπων ὀλιγαρχικοὺς εἰς τὰς ἀρχὰς καθιστάναι· ὑμῖν δὲ τόνδε ἀποδοκιμάσαι, δόξετε γὰρ κἀκεῖνον δικαίως ἂν ἂν del. Dobree. ἀποδοκιμάσαι· ἐὰν δὲ μηδὲ τόνδε, οὐδʼ ἐκεῖνον δικαίως.