περὶ τῆς Εὐάνδρου δοκιμασίας
§ 9
Author namesLysias · Λυσιας
- Scientific editors
- W.R.M. Lamb
- Edition reference
- Lysias · London · William Heinemann Ltd. · 1930
- CTS identifier
urn:cts:greekLit:tlg0540.tlg026.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ὅτι ὁ θεὶς τὸν περὶ τῶν δοκιμασιῶν νόμον οὐχ ἥκιστα περὶ περὶ del. Contius. τῶν ἐν ὀλιγαρχίᾳ ἀρξάντων ἕνεκα ἔθηκεν, ἡγούμενος δεινὸν εἶναι, εἰ διʼ οὓς ἡ δημοκρατία κατελύετο, οὗτοι ἐν αὐτῇ τῇ πολιτείᾳ πάλιν ἄρξουσι, καὶ κύριοι γενήσονται τῶν νόμων καὶ τῆς πόλεως, ἣν πρότερον παραλαβόντες παραλαβόντες Markland: προλαβόντες MSS. οὕτως αἰσχρῶς καὶ δεινῶς ἐλωβήσαντο. ὥστʼ οὐκ ἄξιον τῆς δοκιμασίας ὀλιγώρως ἔχειν, οὐδὲ μικρὸν ἡγουμένους τὸ πρᾶγμα μὴ φροντίζειν αὐτῆς, ἀλλὰ φυλάττειν· ὡς ἐν τῷ ἕκαστον δικαίως ἄρχειν ἥ τε πολιτεία καὶ τὸ ἄλλο πλῆθος τὸ ὑμέτερον σῴζεται