The Greek Library Author

Euripides

Ἱππόλυτος

Title variantsἹππόλυτος · Hippolytus · Hippolyte

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg005.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 1

Ἀφροδίτη

1Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος,

2θεὰ κέκλημαι Κύπρις, οὐρανοῦ τ’ ἔσω·

3ὅσοι τε Πόντου τερμόνων τ’ Ἀτλαντικῶν

4ναίουσιν εἴσω φῶς ὁρῶντες ἡλίου,

5τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη,

6σφάλλω δ’ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.

7ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε·

8τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο.

9δείξω δὲ μύθων τῶνδ’ ἀλήθειαν τάχα·

10ὁ γάρ με Θησέως παῖς, Ἀμαζόνος τόκος,

11Ἱππόλυτος, ἁγνοῦ Πιτθέως παιδεύματα,

12μόνος πολιτῶν τῆσδε γῆς Τροζηνίας

13λέγει κακίστην δαιμόνων πεφυκέναι,

14ἀναίνεται δὲ λέκτρα κοὐ ψαύει γάμων·

15Φοίβου δ’ ἀδελφὴν Ἄρτεμιν, Διὸς κόρην,

16τιμᾷ, μεγίστην δαιμόνων ἡγούμενος·

17χλωρὰν δ’ ἀν’ ὕλην παρθένῳ ξυνὼν ἀεὶ

18κυσὶν ταχείαις θῆρας ἐξαιρεῖ χθονός,

19μείζω βροτείας προσπεσὼν ὁμιλίας.

20τούτοισι μέν νυν οὐ φθονῶ· τί γάρ με δεῖ;

21ἃ δ’ εἰς ἔμ’ ἡμάρτηκε, τιμωρήσομαι

22Ἱππόλυτον ἐν τῇδ’ ἡμέρᾳ· τὰ πολλὰ δὲ

23πάλαι προκόψασ’ — οὐ πόνου πολλοῦ με δεῖ.

24ἐλθόντα γάρ νιν Πιτθέως ποτ’ ἐκ δόμων

25σεμνῶν ἐς ὄψιν καὶ τέλη μυστηρίων

26Πανδίονος γῆν, πατρὸς εὐγενὴς δάμαρ

27ἰδοῦσα Φαίδρα καρδίαν κατέσχετο

28ἔρωτι δεινῷ τοῖς ἐμοῖς βουλεύμασιν.

29καὶ πρὶν μὲν ἐλθεῖν τήνδε γῆν Τροζηνίαν,

30πέτραν παρ’ αὐτὴν Παλλάδος, κατόψιον

31γῆς τῆσδε, ναὸν Κύπριδος ἐγκαθίσατο,

32ἐρῶσ’ ἔρωτ’ ἔκδημον· Ἱππολύτῳ δ’ ἔπι

33τὸ λοιπὸν ὠνόμαζ’ ἐνιδρῦσθαι θεάν.

34ἐπεὶ δὲ Θησεὺς Κεκροπίαν λείπει χθόνα,

35μίασμα φεύγων αἵματος Παλλαντιδῶν,

36καὶ τήνδε σὺν δάμαρτι ναυστολεῖ χθόνα,

37ἐνιαυσίαν ἔκδημον αἰνέσας φυγήν,

38ἐνταῦθα δὴ στένουσα κἀκπεπληγμένη

39κέντροις ἔρωτος ἡ τάλαιν’ ἀπόλλυται

40σιγῇ· ξύνοιδε δ’ οὔτις οἰκετῶν νόσον.

41ἀλλ’ οὔτι ταύτῃ τόνδ’ ἔρωτα χρὴ πεσεῖν·

42δείξω δὲ Θησεῖ πρᾶγμα, κἀκφανήσεται.

43καὶ τὸν μὲν ἡμῖν πολέμιον νεανίαν

44κτενεῖ πατὴρ ἀραῖσιν, ἃς ὁ πόντιος

45ἄναξ Ποσειδῶν ὤπασεν Θησεῖ γέρας,

46μηδὲν μάταιον ἐς τρὶς εὔξασθαι θεῷ.

47ἣ δ’ εὐκλεὴς μέν, ἀλλ’ ὅμως ἀπόλλυται,

48Φαίδρα· τὸ γὰρ τῆσδ’ οὐ προτιμήσω κακὸν

49τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ

50δίκην τοσαύτην ὥστ’ ἐμοὶ καλῶς ἔχειν.

51ἀλλ’, εἰσορῶ γὰρ τόνδε παῖδα Θησέως

52στείχοντα, θήρας μόχθον ἐκλελοιπότα,

53Ἱππόλυτον, ἔξω τῶνδε βήσομαι τόπων.

54πολὺς δ’ ἅμ’ αὐτῷ προσπόλων ὀπισθόπους

55κῶμος λέλακεν, Ἄρτεμιν τιμῶν θεὰν

56ὕμνοισιν· οὐ γὰρ οἶδ’ ἀνεῳγμένας πύλας

57Ἅιδου, φάος δὲ λοίσθιον βλέπων τόδε.

Lyric 1

Ἱππόλυτος

58ἕπεσθ’ ἀείδοντες ἕπεσθε

59τὰν Διὸς οὐρανίαν

60Ἄρτεμιν, ᾇ μελόμεσθα.

Χορός Κυνηγῶν

61πότνια πότνια σεμνοτάτα,

62Ζανὸς γένεθλον,

63χαῖρε, χαῖρέ μοι, ὦ κόρα

65Λατοῦς Ἄρτεμι καὶ Διός,

66καλλίστα πολὺ παρθένων,

67ἃ μέγαν κατ’ οὐρανὸν

68ναίεις εὐπατέρειαν αὐ-

69λάν, Ζηνὸς πολύχρυσον οἶκον.

70χαῖρέ μοι, ὦ καλλίστα καλ-

71λίστα τῶν κατ’ Ὄλυμπον.

72παρθένων, Ἄρτεμι.

Dialogue 2

Ἱππόλυτος

73σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου

74λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω,

75ἔνθ’ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ

76οὔτ’ ἦλθέ πω σίδαρος, ἀλλ’ ἀκήρατον

77μέλισσα λειμῶν’ ἠρινὴ διέρχεται,

78Αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις·

79ὅσοις διδακτὸν μηδέν, ἀλλ’ ἐν τῇ φύσει

80τὸ σωφρονεῖν εἴληχεν ἐς τὰ πάνθ’ ὁμῶς,

81τούτοις δρέπεσθαι, τοῖς κακοῖσι δ’ οὐ θέμις.

82ἀλλ’, ὦ φίλη δέσποινα, χρυσέας κόμης

83ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο.

84μόνῳ γάρ ἐστι τοῦτ’ ἐμοὶ γέρας βροτῶν·

85σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι,

86κλύων μὲν αὐδήν, ὄμμα δ’ οὐχ ὁρῶν τὸ σόν.

87τέλος δὲ κάμψαιμ’ ὥσπερ ἠρξάμην βίου.

Θεράπων

88ἄναξ — θεοὺς γὰρ δεσπότας καλεῖν χρεών —

89ἆρ’ ἄν τί μου δέξαιο βουλεύσαντος εὖ;

Ἱππόλυτος

90καὶ κάρτα γ’· ἦ γὰρ οὐ σοφοὶ φαινοίμεθ’ ἄν.

Θεράπων

91οἶσθ’ οὖν βροτοῖσιν ὃς καθέστηκεν νόμος

Ἱππόλυτος

92οὐκ οἶδα· τοῦ δὲ καί μ’ ἀνιστορεῖς πέρι;

Θεράπων

93μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον.

Ἱππόλυτος

94ὀρθῶς γε· τίς δ’ οὐ σεμνὸς ἀχθεινὸς βροτῶν;

Θεράπων

95ἐν δ’ εὐπροσηγόροισιν ἔστι τις χάρις;

Ἱππόλυτος

96πλείστη γε, καὶ κέρδος γε σὺν μόχθῳ βραχεῖ.

Θεράπων

97ἦ κἀν θεοῖσι ταὐτὸν ἐλπίζεις τόδε;

Ἱππόλυτος

98εἴπερ γε θνητοὶ θεῶν νόμοισι χρώμεθα.

Θεράπων

99πῶς οὖν σὺ σεμνός, δαίμον’ οὐ προσεννέπων

Ἱππόλυτος

100τίν’; εὐλαβοῦ δὲ μή τί σου σφαλῇ στόμα.

Θεράπων

101τήνδ’, ἣ πύλαισι σαῖς ἐφέστηκεν Κύπρις.

Ἱππόλυτος

102πρόσωθεν αὐτὴν ἁγνὸς ὢν ἀσπάζομαι.

Θεράπων

103σεμνός γε μέντοι κἀπίσημος ἐν βροτοῖς.

Ἱππόλυτος

104ἄλλοισιν ἄλλος θεῶν τε κἀνθρώπων μέλει.

Θεράπων

105εὐδαιμονοίης νοῦν ἔχων ὅσον σε δεῖ.

Ἱππόλυτος

106οὐδείς μ’ ἀρέσκει νυκτὶ θαυμαστὸς θεῶν.

Θεράπων

107τιμαῖσιν, ὦ παῖ, δαιμόνων χρῆσθαι χρεών.

Ἱππόλυτος

108χωρεῖτ’, ὀπαδοί, καὶ παρελθόντες δόμους

109σίτων μέλεσθε· τερπνὸν ἐκ κυναγίας

110τράπεζα πλήρης· καὶ καταψήχειν χρεὼν

111ἵππους, ὅπως ἂν ἅρμασιν ζεύξας ὕπο

112βορᾶς κορεσθεὶς γυμνάσω τὰ πρόσφορα.

113τὴν σὴν δὲ Κύπριν πόλλ’ ἐγὼ χαίρειν λέγω.

Θεράπων

114ἡμεῖς δέ — τοὺς νέους γὰρ οὐ μιμητέον,

115φρονοῦντας οὕτως — ὡς πρέπει δούλοις λέγειν,

116προσευξόμεσθα τοῖσι σοῖς ἀγάλμασιν,

117δέσποινα Κύπρι. χρὴ δὲ συγγνώμην ἔχειν,

118εἴ τίς σ’ ὑφ’ ἥβης σπλάγχνον ἔντονον φέρων

119μάταια βάζει· μὴ δόκει τούτων κλύειν·

120σοφωτέρους γὰρ χρὴ βροτῶν εἶναι θεούς.

Choral 2

Strophe 1

Χορός

121Ὠκεανοῦ τις ὕδωρ στάζουσα πέτρα λέγεται,

122βαπτὰν κάλπισι ῥυτὰν πα-

123γὰν προιεῖσα κρημνῶν·

125ὅθι μοί τις ἦν φίλα

126πορφύρεα φάρεα

127ποταμίᾳ δρόσῳ

128τέγγουσα, θερ-

128aμᾶς δ’ ἐπὶ νῶτα πέτρας εὐ-

129αλίου κατέβαλλ’· ὅθεν

130μοι πρώτα φάτις ἦλθε δεσποίνας·

Antistrophe 1

Χορός

131τειρομέναν νοσερᾷ κοίτᾳ δέμας ἐντὸς ἔχειν

132οἴκων, λεπτὰ δὲ φάρη ξάν-

133θαν κεφαλὰν σκιάζειν·

135τριτάταν δέ νιν κλύω

136τάνδ’ ἀβρωσίᾳ

137στόματος ἁμέραν

138Δάματρος ἀ-

138aκτᾶς δέμας ἁγνὸν ἴσχειν, κρυ-

139πτῷ πένθει θανάτου θέλου-

140σαν κέλσαι ποτὶ τέρμα δύστανον.

Strophe 2

Χορός

141— ἦ σὺ γ’ ἔνθεος, ὦ κούρα,

142εἴτ’ ἐκ Πανὸς εἴθ’ Ἑκάτας

143ἢ σεμνῶν Κορυβάντων φοι-

144τᾷς ἢ ματρὸς ὀρείας;

145— σὺ δ’ ἀμφὶ τὰν πολύθηρον Δί-

146κτυνναν ἀμπλακίαις ἀνίε-

147ρος ἀθύτων πελάνων τρύχῃ;

148φοιτᾷ γὰρ καὶ διὰ λίμνας

149χέρσον θ’ ὑπὲρ πελάγους

150δίναις ἐν νοτίαις ἅλμας.

Antistrophe 2

Χορός

151— ἢ πόσιν, τὸν Ἐρεχθειδᾶν

152ἀρχαγόν, τὸν εὐπατρίδαν,

153ποιμαίνει τις ἐν οἴκοις κρυ-

154πτὰ κοίτα λεχέων σῶν;

155— ἢ ναυβάτας τις ἔπλευσεν Κρή-

156τας ἔξορμος ἀνὴρ λιμένα

157τὸν εὐξεινότατον ναύταις,

158φήμαν πέμπων βασιλείᾳ,

159λύπᾳ δ’ ὑπὲρ παθέων

160εὐναία δέδεται ψυχά;

Epode 5

Χορός

161— φιλεῖ δὲ τᾷ δυστρόπῳ γυναικῶν

162ἁρμονίᾳ κακὰ δύστανος ἀμηχανία συνοικεῖν,

163ὠδινῶν τε καὶ ἀφροσύνας.

165δι’ ἐμᾶς ᾖξέν ποτε νηδύος ἅδ’

166αὔρα. τὰν δ’ εὔλοχον οὐρανίαν

167τόξων μεδέουσαν ἀύτευν

168Ἄρτεμιν, καί μοι πολυζήλωτος αἰεὶ

169σὺν θεοῖσι φοιτᾷ.

Episode 3

Anapests 1

Χορός

170— ἀλλ’ ἥδε τροφὸς γεραιὰ πρὸ θυρῶν

171τήνδε κομίζουσ’ ἔξω μελάθρων·

172στυγνὸν δ’ ὀφρύων νέφος αὐξάνεται.

173τί ποτ’ ἔστι μαθεῖν ἔραται ψυχή,

174τί δεδήληται

175δέμας ἀλλόχροον βασιλείας.

Τροφός

176ὦ κακὰ θνητῶν στυγεραί τε νόσοι.

177τί σ’ ἐγὼ δράσω; τί δὲ μὴ δράσω;

178τόδε σοι φέγγος λαμπρόν, ὅδ’ αἰθήρ·

179ἔξω δὲ δόμων ἤδη νοσερᾶς

180δέμνια κοίτης.

181δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι·

182τάχα δ’ ἐς θαλάμους σπεύσεις τὸ πάλιν.

183ταχὺ γὰρ σφάλλῃ κοὐδενὶ χαίρεις,

184οὐδέ σ’ ἀρέσκει τὸ παρόν, τὸ δ’ ἀπὸν

185φίλτερον ἡγῇ.

186κρεῖσσον δὲ νοσεῖν ἢ θεραπεύειν·

187τὸ μέν ἐστιν ἁπλοῦν, τῷ δὲ συνάπτει

188λύπη τε φρενῶν χερσίν τε πόνος.

189πᾶς δ’ ὀδυνηρὸς βίος ἀνθρώπων,

190κοὐκ ἔστι πόνων ἀνάπαυσις.

191ἀλλ’ ὅ τι τοῦ ζῆν φίλτερον ἄλλο

192σκότος ἀμπίσχων κρύπτει νεφέλαις.

194τοῦ δ’ ὅ τι τοῦτο στίλβει κατὰ γῆν

193δυσέρωτες δὴ φαινόμεθ’ ὄντες,

195δι’ ἀπειροσύνην ἄλλου βιότου

196κοὐκ ἀπόδειξιν τῶν ὑπὸ γαίας·

197μύθοις δ’ ἄλλως φερόμεσθα.

Φαίδρα

198ἄρατέ μου δέμας, ὀρθοῦτε κάρα·

199λέλυμαι μελέων σύνδεσμα φίλων.

200λάβετ’ εὐπήχεις χεῖρας, πρόπολοι.

201βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχειν·

202ἄφελ’, ἀμπέτασον βόστρυχον ὤμοις.

Τροφός

203θάρσει, τέκνον, καὶ μὴ χαλεπῶς

204μετάβαλλε δέμας.

205ῥᾷον δὲ νόσον μετά θ’ ἡσυχίας

206καὶ γενναίου λήματος οἴσεις·

207μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη.

Φαίδρα

208αἰαῖ·

208aπῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος

209καθαρῶν ὑδάτων πῶμ’ ἀρυσαίμαν,

210ὑπό τ’ αἰγείροις ἔν τε κομήτῃ

211λειμῶνι κλιθεῖσ’ ἀναπαυσαίμαν;

Τροφός

212ὦ παῖ, τί θροεῖς;

213οὐ μὴ παρ’ ὄχλῳ τάδε γηρύσῃ

214μανίας ἔποχον ῥίπτουσα λόγον;

Φαίδρα

215πέμπετέ μ’ εἰς ὄρος· εἶμι πρὸς ὕλαν

216καὶ παρὰ πεύκας, ἵνα θηροφόνοι

217στείβουσι κύνες

218βαλιαῖς ἐλάφοις ἐγχριμπτόμεναι·

219πρὸς θεῶν, ἔραμαι κυσὶ θωΰξαι

220καὶ παρὰ χαίταν ξανθὰν ῥῖψαι

221Θεσσαλὸν ὅρπακ’, ἐπίλογχον ἔχουσ’

222ἐν χειρὶ βέλος.

Τροφός

223τί ποτ’, ὦ τέκνον, τάδε κηραίνεις;

224τί κυνηγεσίων καὶ σοὶ μελέτη;

225τί δὲ κρηναίων νασμῶν ἔρασαι;

226πάρα γὰρ δροσερὰ πύργοις συνεχὴς

227κλιτύς, ὅθεν σοι πῶμα γένοιτ’ ἄν.

Φαίδρα

228δέσποιν’ ἁλίας Ἄρτεμι Λίμνας

229καὶ γυμνασίων τῶν ἱπποκρότων,

230εἴθε γενοίμαν ἐν σοῖς δαπέδοις,

231πώλους Ἐνέτας δαμαλιζομένα.

Τροφός

232τί τόδ’ αὖ παράφρων ἔρριψας ἔπος;

233νῦν δὴ μὲν ὄρος βᾶσ’ ἐπὶ θήρας

234πόθον ἐστέλλου, νῦν δ’ αὖ ψαμάθοις

235ἐπ’ ἀκυμάντοις πώλων ἔρασαι.

236τάδε μαντείας ἄξια πολλῆς,

237ὅστις σε θεῶν ἀνασειράζει

238καὶ παρακόπτει φρένας, ὦ παῖ.

Φαίδρα

239δύστηνος ἐγώ, τί ποτ’ εἰργασάμην;

240ποῖ παρεπλάγχθην γνώμης ἀγαθῆς;

241ἐμάνην, ἔπεσον δαίμονος ἄτῃ.

242φεῦ φεῦ, τλήμων.

243μαῖα, πάλιν μου κρύψον κεφαλήν,

244αἰδούμεθα γὰρ τὰ λελεγμένα μοι.

245κρύπτε· κατ’ ὄσσων δάκρυ μοι βαίνει,

246καὶ ἐπ’ αἰσχύνην ὄμμα τέτραπται.

247τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾷ·

248τὸ δὲ μαινόμενον κακόν· ἀλλὰ κρατεῖ

249μὴ γιγνώσκοντ’ ἀπολέσθαι.

Τροφός

250κρύπτω· τὸ δ’ ἐμὸν πότε δὴ θάνατος

251σῶμα καλύψει;

252πολλὰ διδάσκει μ’ ὁ πολὺς βίοτος.

253χρῆν γὰρ μετρίας εἰς ἀλλήλους

254φιλίας θνητοὺς ἀνακίρνασθαι

255καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς,

256εὔλυτα δ’ εἶναι στέργηθρα φρενῶν

257ἀπό τ’ ὤσασθαι καὶ ξυντεῖναι.

258τὸ δ’ ὑπὲρ δισσῶν μίαν ὠδίνειν

259ψυχὴν χαλεπὸν βάρος, ὡς κἀγὼ

260τῆσδ’ ὑπεραλγῶ.

261βιότου δ’ ἀτρεκεῖς ἐπιτηδεύσεις

262φασὶ σφάλλειν πλέον ἢ τέρπειν

263τῇ θ’ ὑγιείᾳ μᾶλλον πολεμεῖν.

264οὕτω τὸ λίαν ἧσσον ἐπαινῶ

265τοῦ μηδὲν ἄγαν·

266καὶ ξυμφήσουσι σοφοί μοι.

Dialogue 2

Χορός

267γύναι γεραιά, βασιλίδος πιστὴ τροφὲ

268Φαίδρας, ὁρῶμεν τάσδε δυστήνους τύχας,

269ἄσημα δ’ ἡμῖν ἥτις ἐστὶν ἡ νόσος·

270σοῦ δ’ ἂν πυθέσθαι καὶ κλύειν βουλοίμεθ’ ἄν.

Τροφός

271οὐκ οἶδ’ ἐλέγχους· οὐ γὰρ ἐννέπειν θέλει.

Χορός

272οὐδ’ ἥτις ἀρχὴ τῶνδε πημάτων ἔφυ;

Τροφός

273ἐς ταὐτὸν ἥκεις· πάντα γὰρ σιγᾷ τάδε.

Χορός

274ὡς ἀσθενεῖ τε καὶ κατέξανται δέμας.

Τροφός

275πῶς δ’ οὔ, τριταίαν γ’ οὖσ’ ἄσιτος ἡμέραν;

Χορός

276πότερον ὑπ’ ἄτης ἢ θανεῖν πειρωμένη;

Τροφός

277θανεῖν; ἀσιτεῖ γ’ εἰς ἀπόστασιν βίου.

Χορός

278θαυμαστὸν εἶπας, εἰ τάδ’ ἐξαρκεῖ πόσει.

Τροφός

279κρύπτει γὰρ ἥδε πῆμα κοὔ φησιν νοσεῖν.

Χορός

280ὃ δ’ ἐς πρόσωπον οὐ τεκμαίρεται βλέπων;

Τροφός

281ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός.

Χορός

282σὺ δ’ οὐκ ἀνάγκην προσφέρεις, πειρωμένη

283νόσον πυθέσθαι τῆσδε καὶ πλάνον φρενῶν;

Τροφός

284ἐς πάντ’ ἀφῖγμαι κοὐδὲν εἴργασμαι πλέον·

285οὐ μὴν ἀνήσω γ’ οὐδὲ νῦν προθυμίας,

286ὡς ἂν παροῦσα καὶ σύ μοι ξυμμαρτυρῇς

287οἵα πέφυκα δυστυχοῦσι δεσπόταις.

288ἄγ’, ὦ φίλη παῖ, τῶν πάροιθε μὲν λόγων

289λαθώμεθ’ ἄμφω, καὶ σύ θ’ ἡδίων γενοῦ

290στυγνὴν ὀφρὺν λύσασα καὶ γνώμης ὁδόν,

291ἐγώ θ’ ὅπῃ σοι μὴ καλῶς τόθ’ εἱπόμην

292μεθεῖσ’ ἐπ’ ἄλλον εἶμι βελτίω λόγον.

293κεἰ μὲν νοσεῖς τι τῶν ἀπορρήτων κακῶν,

294γυναῖκες αἵδε συγκαθιστάναι νόσον·

295εἰ δ’ ἔκφορός σοι συμφορὰ πρὸς ἄρσενας,

296λέγ’, ὡς ἰατροῖς πρᾶγμα μηνυθῇ τόδε.

297εἶἑν· τί σιγᾷς; οὐκ ἐχρῆν σιγᾶν, τέκνον,

298ἀλλ’ ἤ μ’ ἐλέγχειν, εἴ τι μὴ καλῶς λέγω,

299ἢ τοῖσιν εὖ λεχθεῖσι συγχωρεῖν λόγοις.

300φθέγξαι τι, δεῦρ’ ἄθρησον. — ὦ τάλαιν’ ἐγώ,

301γυναῖκες, ἄλλως τούσδε μοχθοῦμεν πόνους,

302ἴσον δ’ ἄπεσμεν τῷ πρίν· οὔτε γὰρ τότε

303λόγοις ἐτέγγεθ’ ἥδε νῦν τ’ οὐ πείθεται. —

304ἀλλ’ ἴσθι μέντοι — πρὸς τάδ’ αὐθαδεστέρα

305γίγνου θαλάσσης — εἰ θανῇ, προδοῦσα σοὺς

306παῖδας πατρῴων μὴ μεθέξοντας δόμων,

307μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα,

308ἣ σοῖς τέκνοισι δεσπότην ἐγείνατο

309νόθον φρονοῦντα γνήσι’, οἶσθά νιν καλῶς,

310Ἱππόλυτον

Φαίδρα

310bοἴμοι.

Τροφός

310cθιγγάνει σέθεν τόδε;

Φαίδρα

311ἀπώλεσάς με, μαῖα, καί σε πρὸς θεῶν

312τοῦδ’ ἀνδρὸς αὖθις λίσσομαι σιγᾶν πέρι.

Τροφός

313ὁρᾷς; φρονεῖς μὲν εὖ, φρονοῦσα δ’ οὐ θέλεις

314παῖδάς τ’ ὀνῆσαι καὶ σὸν ἐκσῶσαι βίον.

Φαίδρα

315φιλῶ τέκν’· ἄλλῃ δ’ ἐν τύχῃ χειμάζομαι.

Τροφός

316ἁγνὰς μέν, ὦ παῖ, χεῖρας αἵματος φορεῖς;

Φαίδρα

317χεῖρες μὲν ἁγναί, φρὴν δ’ ἔχει μίασμά τι.

Τροφός

318μῶν ἐξ ἐπακτοῦ πημονῆς ἐχθρῶν τινος;

Φαίδρα

319φίλος μ’ ἀπόλλυσ’ οὐχ ἑκοῦσαν οὐχ ἑκών.

Τροφός

320Θησεύς τιν’ ἡμάρτηκεν ἐς σ’ ἁμαρτίαν;

Φαίδρα

321μὴ δρῶσ’ ἔγωγ’ ἐκεῖνον ὀφθείην κακῶς.

Τροφός

322τί γὰρ τὸ δεινὸν τοῦθ’ ὅ σ’ ἐξαίρει θανεῖν;

Φαίδρα

323ἔα μ’ ἁμαρτεῖν· οὐ γὰρ ἐς σὲ ἁμαρτάνω.

Τροφός

324οὐ δῆθ’ ἑκοῦσά γ’, ἐν δὲ σοὶ λελείψομαι.

Φαίδρα

325τί δρᾷς; βιάζῃ χειρὸς ἐξαρτωμένη;

Τροφός

326καὶ σῶν γε γονάτων, κοὐ μεθήσομαί ποτε.

Φαίδρα

327κάκ’, ὦ τάλαινα, σοὶ τάδ’, εἰ πεύσῃ, κακά.

Τροφός

328μεῖζον γὰρ ἢ σοῦ μὴ τυχεῖν τί μοι κακόν;

Φαίδρα

329ὀλεῖς· τὸ μέντοι πρᾶγμ’ ἐμοὶ τιμὴν φέρει.

Τροφός

330κἄπειτα κρύπτεις χρήσθ’ ἱκνουμένης ἐμοῦ;

Φαίδρα

331ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλὰ μηχανώμεθα.

Τροφός

332οὐκοῦν λέγουσα τιμιωτέρα φανῇ.

Φαίδρα

333ἄπελθε πρὸς θεῶν δεξιᾶς τ’ ἐμῆς μέθες.

Τροφός

334οὐ δῆτ’, ἐπεί μοι δῶρον οὐ δίδως ὃ χρῆν.

Φαίδρα

335δώσω· σέβας γὰρ χειρὸς αἰδοῦμαι τὸ σόν.

Τροφός

336σιγῷμ’ ἂν ἤδη· σὸς γὰρ οὑντεῦθεν λόγος.

Φαίδρα

337ὦ τλῆμον, οἷον, μῆτερ, ἠράσθης ἔρον,

Τροφός

338ὃν ἔσχε Ταύρου, τέκνον, ἢ τί φῂς τόδε;

Φαίδρα

339σύ τ’, ὦ τάλαιν’ ὅμαιμε, Διονύσου δάμαρ,

Τροφός

340τέκνον, τί πάσχεις; συγγόνους κακορροθεῖς;

Φαίδρα

341τρίτη δ’ ἐγὼ δύστηνος ὡς ἀπόλλυμαι.

Τροφός

342ἔκ τοι πέπληγμαι· ποῖ προβήσεται λόγος;

Φαίδρα

343ἐκεῖθεν ἡμεῖς, οὐ νεωστί, δυστυχεῖς.

Τροφός

344οὐδέν τι μᾶλλον οἶδ’ ἃ βούλομαι κλύειν.

Φαίδρα

345φεῦ·

345aπῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;

Τροφός

346οὐ μάντις εἰμὶ τἀφανῆ γνῶναι σαφῶς.

Φαίδρα

347τί τοῦθ’, ὃ δὴ λέγουσιν ἀνθρώπους, ἐρᾶν;

Τροφός

348ἥδιστον, ὦ παῖ, ταὐτὸν ἀλγεινόν θ’ ἅμα.

Φαίδρα

349ἡμεῖς ἂν εἶμεν θατέρῳ κεχρημένοι.

Τροφός

350τί φῄς; ἐρᾷς, ὦ τέκνον; ἀνθρώπων τίνος;

Φαίδρα

351ὅστις ποθ’ οὗτός ἐσθ’, ὁ τῆς Ἀμαζόνος

Τροφός

352Ἱππόλυτον αὐδᾷς;

Φαίδρα

352bσοῦ τάδ’, οὐκ ἐμοῦ κλύεις.

Τροφός

353οἴμοι, τί λέξεις, τέκνον; ὥς μ’ ἀπώλεσας.

354γυναῖκες, οὐκ ἀνασχέτ’· οὐκ ἀνέξομαι

355ζῶσ’· ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος.

356ῥίψω μεθήσω σῶμ’, ἀπαλλαχθήσομαι

357βίου θανοῦσα· χαίρετ’· οὐκέτ’ εἴμ’ ἐγώ.

358οἱ σώφρονες γὰρ οὐχ ἑκόντες, ἀλλ’ ὅμως

359κακῶν ἐρῶσι. Κύπρις οὐκ ἄρ’ ἦν θεός,

360ἀλλ’ εἴ τι μεῖζον ἄλλο γίγνεται θεοῦ,

361ἣ τήνδε κἀμὲ καὶ δόμους ἀπώλεσεν.

Strophe 1

Χορός

362ἄιες ὤ, ἔκλυες ὤ,

362aἀνήκουστα τᾶς

363τυράννου πάθεα μέλεα θρεομένας;

364— ὀλοίμαν ἔγωγε, πρὶν σὰν φιλίαν

365κατανύσαι φρενῶν. ἰώ μοι, φεῦ φεῦ.

366— ὦ τάλαινα τῶνδ’ ἀλγέων·

367— ὦ πόνοι τρέφοντες βροτούς.

368— ὄλωλας, ἐξέφηνας ἐς φάος κακά.

369— τίς σε παναμέριος ὅδε χρόνος μένει;

370— τελευτάσεταί τι καινὸν δόμοις.

371— ἄσημα δ’ οὐκέτ’ ἐστὶν οἷ φθίνει τύχα

372Κύπριδος, ὦ τάλαινα παῖ Κρησία.

Dialogue 4

Φαίδρα

373Τροζήνιαι γυναῖκες, αἳ τόδ’ ἔσχατον

374οἰκεῖτε χώρας Πελοπίας προνώπιον,

375ἤδη ποτ’ ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳ

376θνητῶν ἐφρόντισ’ ᾗ διέφθαρται βίος.

377καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν

378πράσσειν κάκιον· ἔστι γὰρ τό γ’ εὖ φρονεῖν

379πολλοῖσιν· ἀλλὰ τῇδ’ ἀθρητέον τόδε·

380τὰ χρήστ’ ἐπιστάμεσθα καὶ γιγνώσκομεν,

381οὐκ ἐκπονοῦμεν δ’, οἳ μὲν ἀργίας ὕπο,

382οἳ δ’ ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ

383ἄλλην τιν’. εἰσὶ δ’ ἡδοναὶ πολλαὶ βίου,

384μακραί τε λέσχαι καὶ σχολή, τερπνὸν κακόν,

385αἰδώς τε. δισσαὶ δ’ εἰσίν, ἣ μὲν οὐ κακή,

386ἣ δ’ ἄχθος οἴκων. εἰ δ’ ὁ καιρὸς ἦν σαφής,

387οὐκ ἂν δύ’ ἤστην ταὔτ’ ἔχοντε γράμματα.

388ταῦτ’ οὖν ἐπειδὴ τυγχάνω φρονοῦσ’ ἐγώ,

389οὐκ ἔσθ’ ὁποίῳ φαρμάκῳ διαφθερεῖν

390ἔμελλον, ὥστε τοὔμπαλιν πεσεῖν φρενῶν.

391λέξω δὲ καὶ σοὶ τῆς ἐμῆς γνώμης ὁδόν·

392ἐπεί μ’ ἔρως ἔτρωσεν, ἐσκόπουν ὅπως

393κάλλιστ’ ἐνέγκαιμ’ αὐτόν. ἠρξάμην μὲν οὖν

394ἐκ τοῦδε, σιγᾶν τήνδε καὶ κρύπτειν νόσον.

395γλώσσῃ γὰρ οὐδὲν πιστόν, ἣ θυραῖα μὲν

396φρονήματ’ ἀνδρῶν νουθετεῖν ἐπίσταται,

397αὐτὴ δ’ ὑφ’ αὑτῆς πλεῖστα κέκτηται κακά.

398τὸ δεύτερον δὲ τὴν ἄνοιαν εὖ φέρειν

399τῷ σωφρονεῖν νικῶσα προυνοησάμην.

400τρίτον δ’, ἐπειδὴ τοισίδ’ οὐκ ἐξήνυτον

401Κύπριν κρατῆσαι, κατθανεῖν ἔδοξέ μοι,

402κράτιστον — οὐδεὶς ἀντερεῖ — βουλευμάτων.

403ἐμοὶ γὰρ εἴη μήτε λανθάνειν καλὰ

404μήτ’ αἰσχρὰ δρώσῃ μάρτυρας πολλοὺς ἔχειν.

405τὸ δ’ ἔργον ᾔδη τὴν νόσον τε δυσκλεᾶ,

406γυνή τε πρὸς τοῖσδ’ οὖσ’ ἐγίγνωσκον καλῶς,

407μίσημα πᾶσιν. ὡς ὄλοιτο παγκάκως

408ἥτις πρὸς ἄνδρας ἤρξατ’ αἰσχύνειν λέχη

409πρώτη θυραίους. ἐκ δὲ γενναίων δόμων

410τόδ’ ἦρξε θηλείαισι γίγνεσθαι κακόν.

411ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῇ,

412ἦ κάρτα δόξει τοῖς κακοῖς γ’ εἶναι καλά.

413μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις,

414λάθρᾳ δὲ τόλμας οὐ καλὰς κεκτημένας.

415αἳ πῶς ποτ’, ὦ δέσποινα ποντία Κύπρι,

416βλέπουσιν ἐς πρόσωπα τῶν ξυνευνετῶν

417οὐδὲ σκότον φρίσσουσι τὸν ξυνεργάτην

418τέραμνά τ’ οἴκων μή ποτε φθογγὴν ἀφῇ;

419ἡμᾶς γὰρ αὐτὸ τοῦτ’ ἀποκτείνει, φίλαι,

420ὡς μήποτ’ ἄνδρα τὸν ἐμὸν αἰσχύνασ’ ἁλῶ,

421μὴ παῖδας οὓς ἔτικτον· ἀλλ’ ἐλεύθεροι

422παρρησίᾳ θάλλοντες οἰκοῖεν πόλιν

423κλεινῶν Ἀθηνῶν, μητρὸς οὕνεκ’ εὐκλεεῖς.

424δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ,

425ὅταν ξυνειδῇ μητρὸς ἢ πατρὸς κακά.

426μόνον δὲ τοῦτό φασ’ ἁμιλλᾶσθαι βίῳ,

427γνώμην δικαίαν κἀγαθήν, ὅτῳ παρῇ.

428κακοὺς δὲ θνητῶν ἐξέφην’, ὅταν τύχῃ,

429προθεὶς κάτοπτρον ὥστε παρθένῳ νέᾳ

430χρόνος· παρ’ οἷσι μήποτ’ ὀφθείην ἐγώ.

Χορός

431φεῦ φεῦ· τὸ σῶφρον ὡς ἁπανταχοῦ καλὸν

432καὶ δόξαν ἐσθλὴν ἐν βροτοῖς καρπίζεται.

Τροφός

433δέσποιν’, ἐμοί τοι συμφορὰ μὲν ἀρτίως

434ἡ σὴ παρέσχε δεινὸν ἐξαίφνης φόβον·

435νῦν δ’ ἐννοοῦμαι φαῦλος οὖσα· κἀν βροτοῖς

436αἱ δεύτεραί πως φροντίδες σοφώτεραι.

437οὐ γὰρ περισσὸν οὐδὲν οὐδ’ ἔξω λόγου

438πέπονθας· ὀργαὶ δ’ ἐς σ’ ἀπέσκηψαν θεᾶς.

439ἐρᾷς· τί τοῦτο θαῦμα; σὺν πολλοῖς βροτῶν.

440κἄπειτ’ ἔρωτος οὕνεκα ψυχὴν ὀλεῖς;

441οὔ τἄρα λύει τοῖς ἐρῶσι τῶν πέλας,

442ὅσοι τε μέλλουσ’, εἰ θανεῖν αὐτοὺς χρεών·

443Κύπρις γὰρ οὐ φορητός, ἢν πολλὴ ῥυῇ·

444ἣ τὸν μὲν εἴκονθ’ ἡσυχῇ μετέρχεται,

445ὃν δ’ ἂν περισσὸν καὶ φρονοῦνθ’ εὕρῃ μέγα,

446τοῦτον λαβοῦσα — πῶς δοκεῖς; — καθύβρισεν.

447φοιτᾷ δ’ ἀν’ αἰθέρ’, ἔστι δ’ ἐν θαλασσίῳ

448κλύδωνι Κύπρις, πάντα δ’ ἐκ ταύτης ἔφυ·

449ἥδ’ ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσ’ ἔρον

450οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν’ ἔγγονοι.

451ὅσοι μὲν οὖν γραφάς τε τῶν παλαιτέρων

452ἔχουσιν αὐτοί τ’ εἰσὶν ἐν μούσαις ἀεί,

453ἴσασι μὲν Ζεὺς ὥς ποτ’ ἠράσθη γάμων

454Σεμέλης, ἴσασι δ’ ὡς ἀνήρπασέν ποτε

455ἡ καλλιφεγγὴς Κέφαλον ἐς θεοὺς Ἕως

456ἔρωτος εἵνεκ’· ἀλλ’ ὅμως ἐν οὐρανῷ

457ναίουσι κοὐ φεύγουσιν ἐκποδὼν θεούς,

458στέργουσι δ’, οἶμαι, ξυμφορᾷ νικώμενοι.

459σὺ δ’ οὐκ ἀνέξῃ; χρῆν σ’ ἐπὶ ῥητοῖς ἄρα

460πατέρα φυτεύειν, ἢ ’πὶ δεσπόταις θεοῖς

461ἄλλοισιν, εἰ μὴ τούσδε γε στέρξεις νόμους.

462πόσους δοκεῖς δὴ κάρτ’ ἔχοντας εὖ φρενῶν

463νοσοῦνθ’ ὁρῶντας λέκτρα μὴ δοκεῖν ὁρᾶν;

464πόσους δὲ παισὶ πατέρας ἡμαρτηκόσι

465συνεκκομίζειν Κύπριν; ἐν σοφοῖσι γὰρ

466τάδ’ ἐστὶ θνητῶν, λανθάνειν τὰ μὴ καλά.

467οὐδ’ ἐκπονεῖν τοι χρὴ βίον λίαν βροτούς·

468οὐδὲ στέγην γὰρ ἧς κατηρεφεῖς δόμοι

469καλῶς ἀκριβώσειαν· ἐς δὲ τὴν τύχην

470πεσοῦσ’ ὅσην σὺ πῶς ἂν ἐκνεῦσαι δοκεῖς;

471ἀλλ’, εἰ τὰ πλείω χρηστὰ τῶν κακῶν ἔχεις,

472ἄνθρωπος οὖσα, κάρτα γ’ εὖ πράξειας ἄν.

473ἀλλ’, ὦ φίλη παῖ, λῆγε μὲν κακῶν φρενῶν,

474λῆξον δ’ ὑβρίζουσ’· οὐ γὰρ ἄλλο πλὴν ὕβρις

475τάδ’ ἐστί, κρείσσω δαιμόνων εἶναι θέλειν·

476τόλμα δ’ ἐρῶσα· θεὸς ἐβουλήθη τάδε.

477νοσοῦσα δ’ εὖ πως τὴν νόσον καταστρέφου.

478εἰσὶν δ’ ἐπῳδαὶ καὶ λόγοι θελκτήριοι·

479φανήσεταί τι τῆσδε φάρμακον νόσου.

480ἦ τἄρ’ ἂν ὀψέ γ’ ἄνδρες ἐξεύροιεν ἄν,

481εἰ μὴ γυναῖκες μηχανὰς εὑρήσομεν.

Χορός

482Φαίδρα, λέγει μὲν ἥδε χρησιμώτερα

483πρὸς τὴν παροῦσαν ξυμφοράν, αἰνῶ δὲ σέ.

484ὁ δ’ αἶνος οὗτος δυσχερέστερος λόγων

485τῶν τῆσδε καὶ σοὶ μᾶλλον ἀλγίων κλύειν.

Φαίδρα

486τοῦτ’ ἔσθ’ ὃ θνητῶν εὖ πόλεις οἰκουμένας

487δόμους τ’ ἀπόλλυσ’, οἱ καλοὶ λίαν λόγοι.

488οὐ γὰρ τὰ τοῖσιν ὠσὶ τερπνὰ χρὴ λέγειν,

489ἀλλ’ ἐξ ὅτου τις εὐκλεὴς γενήσεται.

Τροφός

490τί σεμνομυθεῖς; οὐ λόγων εὐσχημόνων

491δεῖ σ’, ἀλλὰ τἀνδρός. — ὡς τάχος διοιστέον,

492τὸν εὐθὺν ἐξειπόντας ἀμφὶ σοῦ λόγον.

493εἰ μὲν γὰρ ἦν σοι μὴ ’πὶ συμφοραῖς βίος

494τοιαῖσδε, σώφρων δ’ οὖσ’ ἐτύγχανες γυνή,

495οὐκ ἄν ποτ’ εὐνῆς οὕνεχ’ ἡδονῆς τε σῆς

496προσῆγον ἄν σε δεῦρο· νῦν δ’ ἀγὼν μέγας

497σῶσαι βίον σόν, κοὐκ ἐπίφθονον τόδε.

Φαίδρα

498ὦ δεινὰ λέξασ’, οὐχὶ συγκλῄσεις στόμα

499καὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους;

Τροφός

500αἴσχρ’, ἀλλ’ ἀμείνω τῶν καλῶν τάδ’ ἐστί σοι.

501κρεῖσσον δὲ τοὔργον, εἴπερ ἐκσώσει γέ σε,

502ἢ τοὔνομ’, ᾧ σὺ κατθανῇ γαυρουμένη.

Φαίδρα

503καὶ μή σε πρὸς θεῶν — εὖ λέγεις γάρ, αἰσχρὰ δέ —

504πέρα προβῇς τῶνδ’· ὡς ὑπείργασμαι μὲν εὖ

505ψυχὴν ἔρωτι, τᾀσχρὰ δ’ ἢν λέγῃς καλῶς,

506ἐς τοῦθ’ ὃ φεύγω νῦν ἀναλωθήσομαι.

Τροφός

507εἴ τοι δοκεῖ σοι, χρῆν μὲν οὔ σ’ ἁμαρτάνειν·

508εἰ δ’ οὖν, πιθοῦ μοι· δευτέρα γὰρ ἡ χάρις.

509ἔστιν κατ’ οἴκους φίλτρα μοι θελκτήρια

510ἔρωτος, ἦλθε δ’ ἄρτι μοι γνώμης ἔσω,

511ἅ σ’ οὔτ’ ἐπ’ αἰσχροῖς οὔτ’ ἐπὶ βλάβῃ φρενῶν

512παύσει νόσου τῆσδ’, ἢν σὺ μὴ γένῃ κακή.

513δεῖ δ’ ἐξ ἐκείνου δή τι τοῦ ποθουμένου

514σημεῖον, ἢ λόγον τιν’ ἢ πέπλων ἄπο

515λαβεῖν, συνάψαι τ’ ἐκ δυοῖν μίαν χάριν.

Φαίδρα

516πότερα δὲ χριστὸν ἢ ποτὸν τὸ φάρμακον;

Τροφός

517οὐκ οἶδ’· ὀνάσθαι, μὴ μαθεῖν βούλου, τέκνον.

Φαίδρα

518δέδοιχ’ ὅπως μοι μὴ λίαν φανῇς σοφή.

Τροφός

519πάντ’ ἂν φοβηθεῖσ’ ἴσθι· δειμαίνεις δὲ τί;

Φαίδρα

520μή μοί τι Θησέως τῶνδε μηνύσῃς τόκῳ.

Τροφός

521ἔασον, ὦ παῖ· ταῦτ’ ἐγὼ θήσω καλῶς.

522μόνον σύ μοι, δέσποινα ποντία Κύπρι,

523συνεργὸς εἴης. τἄλλα δ’ οἷ’ ἐγὼ φρονῶ

524τοῖς ἔνδον ἡμῖν ἀρκέσει λέξαι φίλοις.

Choral 4

Strophe 1

Χορός

525Ἔρως Ἔρως, ὃ κατ’ ὀμμάτων

526στάζεις πόθον, εἰσάγων γλυκεῖαν

527ψυχᾷ χάριν οὓς ἐπιστρατεύσῃ,

528μή μοί ποτε σὺν κακῷ φανείης

529μηδ’ ἄρρυθμος ἔλθοις.

530οὔτε γὰρ πυρὸς οὔτ’ ἄστρων ὑπέρτερον βέλος,

531οἷον τὸ τᾶς Ἀφροδίτας

532ἵησιν ἐκ χερῶν

533Ἔρως, ὁ Διὸς παῖς.

Antistrophe 1

Χορός

535ἄλλως ἄλλως παρά τ’ Ἀλφεῷ

536Φοίβου τ’ ἐπὶ Πυθίοις τεράμνοις

537βούταν φόνον Ἑλλὰς αἶ’ ἀέξει·

538Ἔρωτα δέ, τὸν τύραννον ἀνδρῶν,

539τὸν τᾶς Ἀφροδίτας

540φιλτάτων θαλάμων κλῃδοῦχον, οὐ σεβίζομεν,

541πέρθοντα καὶ διὰ πάσας

542ἰόντα συμφορᾶς

543θνατοῖς, ὅταν ἔλθῃ.

Strophe 2

Χορός

545τὰν μὲν Οἰχαλίᾳ

546πῶλον ἄζυγα λέκτρων, ἄναν-

547δρον τὸ πρὶν καὶ ἄνυμφον, οἴ-

548κων ζεύξασ’ ἀπ’ Εὐρυτίων

549δρομάδα Ναΐδ’ ὅπως τε Βάκ-

550χαν σὺν αἵματι, σὺν καπνῷ

551φονίοις θ’ ὑμεναίοις

552Ἀλκμήνας τόκῳ Κύπρις ἐξέδωκεν·

553ὦ τλάμων ὑμεναίων.

Antistrophe 2

Χορός

555ὦ Θήβας ἱερὸν

556τεῖχος, ὦ στόμα Δίρκας, συνεί-

557ποιτ’ ἂν ἁ Κύπρις οἷον ἕρ-

558πει. βροντᾷ γὰρ ἀμφιπύρῳ

559τοκάδα τὰν διγόνοιο Βάκ-

560χου νυμφευσαμένα πότμῳ

561φονίῳ κατηύνασεν.

562δεινὰ γὰρ παντᾷ ποτιπνεῖ, μέλισσα δ’

563οἵα τις πεπόταται.

Episode 5

Φαίδρα

565σιγήσατ’, ὦ γυναῖκες· ἐξειργάσμεθα.

Χορός

566τί δ’ ἔστι, Φαίδρα, δεινὸν ἐν δόμοισί σοι;

Φαίδρα

567ἐπίσχετ’, αὐδὴν τῶν ἔσωθεν ἐκμάθω.

Χορός

568σιγῶ· τὸ μέντοι φροίμιον κακὸν τόδε.

Φαίδρα

569ἰώ μοι, αἰαῖ·

570ὦ δυστάλαινα τῶν ἐμῶν παθημάτων.

Lyric 1

Χορός

571τίνα θροεῖς αὐδάν; τίνα βοᾷς λόγον;

572ἔνεπε, τίς φοβεῖ σε φήμα, γύναι,

573φρένας ἐπίσσυτος;

Φαίδρα

575ἀπωλόμεσθα. ταῖσδ’ ἐπιστᾶσαι πύλαις

576ἀκούσαθ’ οἷος κέλαδος ἐν δόμοις πίτνει.

Lyric 2

Χορός

577σὺ παρὰ κλῇθρα, σοὶ μέλει πομπίμα

578φάτις δωμάτων.

579ἔνεπε δ’ ἔνεπέ μοι, τί ποτ’ ἔβα κακόν;

Φαίδρα

581ὁ τῆς φιλίππου παῖς Ἀμαζόνος βοᾷ

582Ἱππόλυτος, αὐδῶν δεινὰ πρόσπολον κακά.

Lyric 3

Χορός

585ἀχὰν μὲν κλύω, σαφὲς δ’ οὐκ ἔχω·

586γεγωνεῖ δ’ ὅπᾳ

587διὰ πύλας ἔμολεν ἔμολε σοὶ βοά.

Φαίδρα

589καὶ μὴν σαφῶς γε τὴν κακῶν προμνήστριαν,

590τὴν δεσπότου προδοῦσαν ἐξαυδᾷ λέχος.

Lyric 4

Χορός

591ὤμοι ἐγὼ κακῶν· προδέδοσαι, φίλα.

592τί σοι μήσομαι;

593τὰ κρυπτὰ γὰρ πέφηνε, διὰ δ’ ὄλλυσαι —

Φαίδρα

594αἰαῖ, ἒ ἔ.

Χορός

595πρόδοτος ἐκ φίλων.

Φαίδρα

596ἀπώλεσέν μ’ εἰποῦσα συμφορὰς ἐμάς,

597φίλως, καλῶς δ’ οὐ τήνδ’ ἰωμένη νόσον.

Χορός

598πῶς οὖν; τί δράσεις, ὦ παθοῦσ’ ἀμήχανα;

Φαίδρα

599οὐκ οἶδα πλὴν ἕν· κατθανεῖν ὅσον τάχος,

600τῶν νῦν παρόντων πημάτων ἄκος μόνον.

Ἱππόλυτος

601ὦ γαῖα μῆτερ ἡλίου τ’ ἀναπτυχαί,

602οἵων λόγων ἄρρητον εἰσήκουσ’ ὄπα.

Τροφός

603σίγησον, ὦ παῖ, πρίν τιν’ αἰσθέσθαι βοῆς.

Ἱππόλυτος

604οὐκ ἔστ’ ἀκούσας δείν’ ὅπως σιγήσομαι.

Τροφός

605ναὶ πρός σε τῆς σῆς δεξιᾶς εὐωλένου.

Ἱππόλυτος

606οὐ μὴ προσοίσεις χεῖρα μηδ’ ἅψῃ πέπλων.

Τροφός

607ὦ πρός σε γονάτων, μηδαμῶς μ’ ἐξεργάσῃ.

Ἱππόλυτος

608τί δ’, εἴπερ, ὡς φῄς, μηδὲν εἴρηκας κακόν;

Τροφός

609ὁ μῦθος, ὦ παῖ, κοινὸς οὐδαμῶς ὅδε.

Ἱππόλυτος

610τά τοι κάλ’ ἐν πολλοῖσι κάλλιον λέγειν.

Τροφός

611ὦ τέκνον, ὅρκους μηδαμῶς ἀτιμάσῃς.

Ἱππόλυτος

612ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος.

Τροφός

613ὦ παῖ, τί δράσεις; σοὺς φίλους διεργάσῃ;

Ἱππόλυτος

614ἀπέπτυσ’· οὐδεὶς ἄδικός ἐστί μοι φίλος.

Τροφός

615σύγγνωθ’· ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον.

Ἱππόλυτος

616ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν

617γυναῖκας ἐς φῶς ἡλίου κατῴκισας;

618εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος,

619οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε,

620ἀλλ’ ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺς

621ἢ χρυσὸν ἢ σίδηρον ἢ χαλκοῦ βάρος

622παίδων πρίασθαι σπέρμα, τοῦ τιμήματος

623τῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασιν

624ναίειν ἐλευθέροισι θηλειῶν ἄτερ.

625νῦν δ’ ἐς δόμους μὲν πρῶτον ἄξεσθαι κακὸν

626μέλλοντες ὄλβον δωμάτων ἐκπίνομεν.

627τούτῳ δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα·

628προσθεὶς γὰρ ὁ σπείρας τε καὶ θρέψας πατὴρ

629φερνὰς ἀπῴκισ’, ὡς ἀπαλλαχθῇ κακοῦ.

630ὁ δ’ αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν

631γέγηθε κόσμον προστιθεὶς ἀγάλματι

632καλὸν κακίστῳ καὶ πέπλοισιν ἐκπονεῖ

633δύστηνος, ὄλβον δωμάτων ὑπεξελών.

634ἔχει δ’ ἀνάγκην, ὥστε κηδεύσας καλοῖς

635γαμβροῖσι χαίρων σῴζεται πικρὸν λέχος,

636ἢ χρηστὰ λέκτρα, πενθεροὺς δ’ ἀνωφελεῖς

637λαβὼν πιέζει τἀγαθῷ τὸ δυστυχές.

638ῥᾷστον δ’ ὅτῳ τὸ μηδέν, ἀλλ’ ἀνωφελὴς

639εὐηθίᾳ κατ’ οἶκον ἵδρυται γυνή.

640σοφὴν δὲ μισῶ· μὴ γὰρ ἔν γ’ ἐμοῖς δόμοις

641εἴη φρονοῦσα πλείον’ ἢ γυναῖκα χρή.

642τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπρις

643ἐν ταῖς σοφαῖσιν· ἡ δ’ ἀμήχανος γυνὴ

644γνώμῃ βραχείᾳ μωρίαν ἀφῃρέθη.

645χρῆν δ’ ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν,

646ἄφθογγα δ’ αὐταῖς συγκατοικίζειν δάκη

647θηρῶν, ἵν’ εἶχον μήτε προσφωνεῖν τινα

648μήτ’ ἐξ ἐκείνων φθέγμα δέξασθαι πάλιν.

649νῦν δ’ αἳ μὲν ἔνδον δρῶσιν αἱ κακαὶ κακὰ

650βουλεύματ’, ἔξω δ’ ἐκφέρουσι πρόσπολοι.

651ὡς καὶ σύ γ’ ἡμῖν πατρός, ὦ κακὸν κάρα,

652λέκτρων ἀθίκτων ἦλθες ἐς συναλλαγάς·

653ἁγὼ ῥυτοῖς νασμοῖσιν ἐξομόρξομαι,

654ἐς ὦτα κλύζων. πῶς ἂν οὖν εἴην κακός,

655ὃς οὐδ’ ἀκούσας τοιάδ’ ἁγνεύειν δοκῶ;

656εὖ δ’ ἴσθι, τοὐμόν σ’ εὐσεβὲς σῴζει, γύναι·

657εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφαρκτος ᾑρέθην,

658οὐκ ἄν ποτ’ ἔσχον μὴ οὐ τάδ’ ἐξειπεῖν πατρί.

659νῦν δ’ ἐκ δόμων μέν, ἔστ’ ἂν ἔκδημος χθονὸς

660Θησεύς, ἄπειμι· σῖγα δ’ ἕξομεν στόμα.

661θεάσομαι δὲ σὺν πατρὸς μολὼν ποδὶ

662πῶς νιν προσόψῃ καὶ σὺ καὶ δέσποινα σή·

663τῆς σῆς δὲ τόλμης εἴσομαι γεγευμένος.

664ὄλοισθε. μισῶν δ’ οὔποτ’ ἐμπλησθήσομαι

665γυναῖκας, οὐδ’ εἴ φησί τίς μ’ ἀεὶ λέγειν·

666ἀεὶ γὰρ οὖν πώς εἰσι κἀκεῖναι κακαί.

667ἤ νύν τις αὐτὰς σωφρονεῖν διδαξάτω,

668ἢ κἄμ’ ἐάτω ταῖσδ’ ἐπεμβαίνειν ἀεί.

Antistrophe 1

Φαίδρα

669τάλανες ὦ κακοτυχεῖς

669aγυναικῶν πότμοι.

670τίνα νῦν ἢ τέχναν ἔχομεν ἢ τίνας

671σφαλεῖσαι κάθαμμα λύειν λόγους;

672ἐτύχομεν δίκας· ἰὼ γᾶ καὶ φῶς.

673πᾷ ποτ’ ἐξαλύξω τύχας;

674πῶς δὲ πῆμα κρύψω, φίλαι;

675τίς ἂν θεῶν ἀρωγὸς ἢ τίς ἂν βροτῶν

676πάρεδρος ἢ ξυνεργὸς ἀδίκων ἔργων

677φανείη; τὸ γὰρ παρ’ ἡμῖν πάθος

678πέραν δυσεκπέρατον ἔρχεται βίου.

679κακοτυχεστάτα γυναικῶν ἐγώ.

Χορός

680φεῦ φεῦ· πέπρακται, κοὐ κατώρθωνται τέχναι,

681δέσποινα, τῆς σῆς προσπόλου, κακῶς δ’ ἔχει.

Φαίδρα

682ὦ παγκακίστη καὶ φίλων διαφθορεῦ,

683οἷ’ εἰργάσω με. Ζεύς σε γεννήτωρ ἐμὸς

684πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί.

685οὐκ εἶπον — οὐ σῆς προυνοησάμην φρενός; —

686σιγᾶν ἐφ’ οἷσι νῦν ἐγὼ κακύνομαι;

687σὺ δ’ οὐκ ἀνέσχου· τοιγὰρ οὐκέτ’ εὐκλεεῖς

688θανούμεθ’. ἀλλὰ δεῖ με δὴ καινῶν λόγων.

689οὗτος γὰρ ὀργῇ συντεθηγμένος φρένας

690ἐρεῖ καθ’ ἡμῶν πατρὶ σὰς ἁμαρτίας,

691ἐρεῖ δὲ Πιτθεῖ τῷ γέροντι συμφοράς,

692πλήσει τε πᾶσαν γαῖαν αἰσχίστων λόγων.

693ὄλοιο καὶ σὺ χὥστις ἄκοντας φίλους

694πρόθυμός ἐστι μὴ καλῶς εὐεργετεῖν.

Τροφός

695δέσποιν’, ἔχεις μὲν τἀμὰ μέμψασθαι κακά·

696τὸ γὰρ δάκνον σου τὴν διάγνωσιν κρατεῖ·

697ἔχω δὲ κἀγὼ πρὸς τάδ’, εἰ δέξῃ, λέγειν.

698ἔθρεψά σ’ εὔνους τ’ εἰμί· τῆς νόσου δέ σοι

699ζητοῦσα φάρμαχ’ ηὗρον οὐχ ἁβουλόμην.

700εἰ δ’ εὖ γ’ ἔπραξα, κάρτ’ ἂν ἐν σοφοῖσιν ἦ·

701πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα.

Φαίδρα

702ἦ γὰρ δίκαια ταῦτα κἀξαρκοῦντά μοι,

703τρώσασαν ἡμᾶς εἶτα συγχωρεῖν λόγοις;

Τροφός

704μακρηγοροῦμεν· οὐκ ἐσωφρόνουν ἐγώ.

705ἀλλ’ ἔστι κἀκ τῶνδ’ ὥστε σωθῆναι, τέκνον.

Φαίδρα

706παῦσαι λέγουσα· καὶ τὰ πρὶν γὰρ οὐ καλῶς

707παρῄνεσάς μοι κἀπεχείρησας κακά.

708ἀλλ’ ἐκποδὼν ἄπελθε καὶ σαυτῆς πέρι

709φρόντιζ’· ἐγὼ γὰρ τἀμὰ θήσομαι καλῶς.

710ὑμεῖς δέ, παῖδες εὐγενεῖς Τροζήνιαι,

711τοσόνδε μοι παράσχετ’ ἐξαιτουμένῃ,

712σιγῇ καλύπτειν ἁνθάδ’ εἰσηκούσατε.

Χορός

713ὄμνυμι σεμνὴν Ἄρτεμιν, Διὸς κόρην,

714μηδὲν κακῶν σῶν ἐς φάος δείξειν ποτέ.

Φαίδρα

715καλῶς ἔλεξας· ἓν δὲ προτρέπουσ’ ἐγὼ

716εὕρημα δῆτα τῆσδε συμφορᾶς ἔχω,

717ὥστ’ εὐκλεᾶ μὲν παισὶ προσθεῖναι βίον,

718αὐτή τ’ ὀνάσθαι πρὸς τὰ νῦν πεπτωκότα.

719οὐ γάρ ποτ’ αἰσχυνῶ γε Κρησίους δόμους,

720οὐδ’ ἐς πρόσωπον Θησέως ἀφίξομαι

721αἰσχροῖς ἐπ’ ἔργοις οὕνεκα ψυχῆς μιᾶς.

Χορός

722μέλλεις δὲ δὴ τί δρᾶν ἀνήκεστον κακόν;

Φαίδρα

723θανεῖν· ὅπως δέ, τοῦτ’ ἐγὼ βουλεύσομαι.

Χορός

724εὔφημος ἴσθι.

Φαίδρα

724bκαὶ σύ γ’ εὖ με νουθέτει.

725ἐγὼ δὲ Κύπριν, ἥπερ ἐξόλλυσί με,

726ψυχῆς ἀπαλλαχθεῖσα τῇδ’ ἐν ἡμέρᾳ

727τέρψω· πικροῦ δ’ ἔρωτος ἡσσηθήσομαι.

728ἀτὰρ κακόν γε χἁτέρῳ γενήσομαι

729θανοῦσ’, ἵν’ εἰδῇ μὴ ’πὶ τοῖς ἐμοῖς κακοῖς

730ὑψηλὸς εἶναι· τῆς νόσου δὲ τῆσδέ μοι

731κοινῇ μετασχὼν σωφρονεῖν μαθήσεται.

Choral 6

Strophe 1

Χορός

732Ἠλιβάτοις ὑπὸ κευθμῶσι γενοίμαν,

733ἵνα με πτεροῦσσαν ὄρνιν ἀγέλῃσι

734ποταναῖς θεὸς ἐνθείη·

735ἀρθείην δ’ ἐπὶ πόντιον

736κῦμα τᾶς Ἀδριηνᾶς

737ἀκτᾶς Ἠριδανοῦ θ’ ὕδωρ·

738ἔνθα πορφύρεον σταλάσ-

738aσουσιν ἐς οἶδμα πατρὸς τάλαι-

739ναι κόραι Φαέθοντος οἴ-

740κτῳ δακρύων

741τὰς ἠλεκτροφαεῖς αὐγάς.

Antistrophe 1

Χορός

742Ἑσπερίδων δ’ ἐπὶ μηλόσπορον ἀκτὰν

743ἀνύσαιμι τᾶν ἀοιδῶν, ἵν’ ὁ ποντο-

744μέδων πορφυρέας λίμνας

745ναύταις οὐκέθ’ ὁδὸν νέμει,

746σεμνὸν τέρμονα κυρῶν

747οὐρανοῦ, τὸν Ἄτλας ἔχει·

748κρῆναί τ’ ἀμβρόσιαι χέον-

749ται Ζηνὸς μελάθρων παρὰ κοί-

750ταις, ἵν’ ἁ βιόδωρος αὔ-

750aξει ζαθέα

751χθὼν εὐδαιμονίαν θεοῖς.

Strophe 2

Χορός

752ὦ λευκόπτερε Κρησία

753πορθμίς, ἃ διὰ πόντιον

754κῦμ’ ἁλίκτυπον ἅλμας

755ἐπόρευσας ἐμὰν ἄνασσαν ὀλβίων ἀπ’ οἴκων,

756κακονυμφοτάταν ὄνασιν. ἦ γὰρ ἀπ’ ἀμφοτέρων

757ἁ Κρησίας ἐκ γᾶς δύσορ-

758νις ἔπτατο κλεινὰς Ἀθή-

759νας· Μουνίχου δ’ ἀκταῖσιν ἐκ-

760δήσαντο πλεκτὰς πεισμάτων

761ἀρχάς, ἐπ’ ἀ-

762πείρου τε γᾶς ἔβασαν.

Antistrophe 2

Χορός

764ἀνθ’ ὧν, οὐχ ὁσίων ἐρώ-

765των δεινᾷ φρένας Ἀφροδί-

766τας νόσῳ κατεκλάσθη·

767χαλεπᾷ δ’ ὑπέραντλος οὖσα συμφορᾷ τεράμνων

768ἀπὸ νυμφιδίων κρεμαστὸν ἅψεται ἀμφὶ βρόχον

769λευκᾷ καθαρμόζουσα δεί-

770ρᾳ, δαίμονα στυγνὸν καται-

771δεσθεῖσα, τὰν δ’ εὔδοξον ἀνθ-

772αιρουμένα φήμαν, ἀπαλ-

773λάσσουσά τ’ ἀλ-

774γεινὸν φρενῶν ἔρωτα.

Episode 7

Τροφός

ἔσωθεν

776ἰοὺ ἰού·

776aβοηδρομεῖτε πάντες οἱ πέλας δόμων·

777ἐν ἀγχόναις δέσποινα, Θησέως δάμαρ.

Χορός

778— φεῦ φεῦ, πέπρακται· βασιλὶς οὐκέτ’ ἔστι δὴ

779γυνή, κρεμαστοῖς ἐν βρόχοις ἠρτημένη.

Τροφός

780οὐ σπεύσετ’; οὐκ οἴσει τις ἀμφιδέξιον

781σίδηρον, ᾧ τόδ’ ἅμμα λύσομεν δέρης;

Χορός

782— φίλαι, τί δρῶμεν; ἢ δοκεῖ περᾶν δόμους

783λῦσαί τ’ ἄνασσαν ἐξ ἐπισπαστῶν βρόχων;

784— τί δ’; οὐ πάρεισι πρόσπολοι νεανίαι;

785τὸ πολλὰ πράσσειν οὐκ ἐν ἀσφαλεῖ βίου.

Τροφός

786ὀρθώσατ’ ἐκτείνοντες ἄθλιον νέκυν·

787πικρὸν τόδ’ οἰκούρημα δεσπόταις ἐμοῖς.

Χορός

788— ὄλωλεν ἡ δύστηνος, ὡς κλύω, γυνή·

789ἤδη γὰρ ὡς νεκρόν νιν ἐκτείνουσι δή.

Θησεύς

790γυναῖκες, ἴστε τίς ποτ’ ἐν δόμοις βοή;

791ἠχὼ βαρεῖα προσπόλων ἀφίκετο.

792οὐ γάρ τί μ’ ὡς θεωρὸν ἀξιοῖ δόμος

793πύλας ἀνοίξας εὐφρόνως προσεννέπειν.

794μῶν Πιτθέως τι γῆρας εἴργασται νέον;

795πρόσω μὲν ἤδη βίοτος, ἀλλ’ ὅμως ἔτ’ ἂν

796λυπηρὸς ἡμῖν τούσδ’ ἂν ἐκλίποι δόμους.

Χορός

797οὐκ ἐς γέροντας ἥδε σοι τείνει τύχη,

798Θησεῦ· νέοι θανόντες ἀλγυνοῦσί σε.

Θησεύς

799οἴμοι· τέκνων μοι μή τι συλᾶται βίος;

Χορός

800ζῶσιν, θανούσης μητρὸς ὡς ἄλγιστά σοι.

Θησεύς

801τί φῄς; ὄλωλεν ἄλοχος; ἐκ τίνος τύχης;

Χορός

802βρόχον κρεμαστὸν ἀγχόνης ἀνήψατο.

Θησεύς

803λύπῃ παχνωθεῖσ’, ἢ ἀπὸ συμφορᾶς τινος;

Χορός

804τοσοῦτον ἴσμεν· ἄρτι γὰρ κἀγὼ δόμοις,

805Θησεῦ, πάρειμι σῶν κακῶν πενθήτρια.

Θησεύς

806αἰαῖ· τί δῆτα τοῖσδ’ ἀνέστεμμαι κάρα

807πλεκτοῖσι φύλλοις, δυστυχὴς θεωρὸς ὤν;

808χαλᾶτε κλῇθρα, πρόσπολοι, πυλωμάτων,

825ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω πικρὰν θέαν

810γυναικός, ἥ με κατθανοῦσ’ ἀπώλεσεν.

Lyric 1

Χορός

811— ἰὼ ἰὼ τάλαινα μελέων κακῶν·

811aἔπαθες, εἰργάσω

812τοσοῦτον ὥστε τούσδε συγχέαι δόμους.

813— αἰαῖ τόλμας, ὦ βιαίως θανοῦσ’

814ἀνοσίῳ τε συμφορᾷ, σᾶς χερὸς

815πάλαισμα μελέας.

816— τίς ἄρα σάν, τάλαιν’, ἀμαυροῖ ζόαν;

Strophe 1

Θησεύς

817ὤμοι ἐγὼ πόνων· ἔπαθον, ὦ πόλις,

818τὰ μάκιστ’ ἐμῶν κακῶν. ὦ τύχα,

819ὥς μοι βαρεῖα καὶ δόμοις ἐπεστάθης,

820κηλὶς ἄφραστος ἐξ ἀλαστόρων τινός.

821κατακονὰ μὲν οὖν ἀβίοτος βίου·

822κακῶν δ’, ὢ τάλας, πέλαγος εἰσορῶ

823τοσοῦτον ὥστε μήποτ’ ἐκνεῦσαι πάλιν,

824μηδ’ ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς.

826τίνα λόγον τάλας, τίνα τύχαν σέθεν

827βαρύποτμον, γύναι, προσαυδῶν τύχω;

828ὄρνις γὰρ ὥς τις ἐκ χερῶν ἄφαντος εἶ,

829πήδημ’ ἐς Ἅιδου κραιπνὸν ὁρμήσασά μοι.

830αἰαῖ αἰαῖ, μέλεα μέλεα τάδε πάθη.

831πρόσωθεν δέ ποθεν ἀνακομίζομαι

832τύχαν δαιμόνων

833ἀμπλακίαισι τῶν πάροιθέν τινος.

Χορός

834οὐ σοὶ τάδ’, ὦναξ, ἦλθε δὴ μόνῳ κακά,

835πολλῶν μετ’ ἄλλων δ’ ὤλεσας κεδνὸν λέχος.

Antistrophe 1

Θησεύς

836τὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφας

837μετοικεῖν σκότῳ θανὼν ὁ τλάμων,

838τῆς σῆς στερηθεὶς φιλτάτης ὁμιλίας·

839ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.

840τίνος κλύω; πόθεν θανάσιμος τύχα,

841γύναι, σὰν ἔβα, τάλαινα, καρδίαν;

842εἴποι τις ἂν τὸ πραχθέν, ἢ μάτην ὄχλον

843στέγει τύραννον δῶμα προσπόλων ἐμῶν;

844ὤμοι μοι σέθεν,

845μέλεος, οἷον εἶδον ἄλγος δόμων,

846οὐ τλητὸν οὐδὲ ῥητόν. ἀλλ’ ἀπωλόμην·

847ἔρημος οἶκος, καὶ τέκν’ ὀρφανεύεται.

848ἔλιπες οὓς ἔτεκες, ἔλιπες, ὦ φίλα

849γυναικῶν ἀρίστα θ’ ὁπόσας ὁρᾷ

850φέγγος ἀελίου

851τε καὶ νυκτὸς ἀστερωπὸν σέλας.

Lyric 4

Χορός

852ἰὼ τάλας· ὦ τάλας· ὅσον κακὸν ἔχει δόμος.

853δάκρυσί μου βλέφαρα

854καταχυθέντα τέγγεται σᾷ τύχᾳ·

855τὸ δ’ ἐπὶ τῷδε πῆμα φρίσσω πάλαι.

Θησεύς

856ἔα ἔα·

856aτί δή ποθ’ ἥδε δέλτος ἐκ φίλης χερὸς

857ἠρτημένη; θέλει τι σημῆναι νέον;

858ἀλλ’ ἦ λέχους μοι καὶ τέκνων ἐπιστολὰς

859ἔγραψεν ἡ δύστηνος, ἐξαιτουμένη;

860θάρσει, τάλαινα· λέκτρα γὰρ τὰ Θησέως

861οὐκ ἔστι δῶμά θ’ ἥτις εἴσεισιν γυνή.

862καὶ μὴν τύποι γε σφενδόνης χρυσηλάτου

863τῆς οὐκέτ’ οὔσης τῆσδε προσσαίνουσί με.

864φέρ’, ἐξελίξας περιβολὰς σφραγισμάτων

865ἴδω τί λέξαι δέλτος ἥδε μοι θέλει.

Lyric 5

Χορός

866— φεῦ φεῦ· τόδ’ αὖ νεοχμὸν ἐκδοχαῖς

867ἐπιφέρει θεὸς κακόν. ἐμοὶ μὲν οὖν

868ἀβίοτος βίου τύχα πρὸς τὸ κρανθέν· εἴη τυχεῖν.

869— ὀλομένους γάρ, οὐκέτ’ ὄντας λέγω,

870φεῦ φεῦ, τῶν ἐμῶν τυράννων δόμους.

871— ὦ δαῖμον, εἴ πως ἔστι, μὴ σφήλῃς δόμους,

872αἰτουμένης δὲ κλῦθί μου· πρὸς γάρ τινος

873οἰωνὸν ὥστε μάντις εἰσορῶ κακοῦ.

Θησεύς

874οἴμοι· τόδ’ οἷον ἄλλο πρὸς κακῷ κακόν,

875οὐ τλητὸν οὐδὲ λεκτόν. ὦ τάλας ἐγώ.

Χορός

876τί χρῆμα; λέξον, εἴ τί μοι λόγου μέτα.

Lyric 6

Θησεύς

877βοᾷ βοᾷ δέλτος ἄλαστα. πᾷ φύγω

878βάρος κακῶν; ἀπὸ γὰρ ὀλόμενος οἴχομαι,

879οἷον οἷον εἶδον ἐν γραφαῖς μέλος

880φθεγγόμενον τλάμων.

Χορός

881αἰαῖ, κακῶν ἀρχηγὸν ἐκφαίνεις λόγον.

Θησεύς

882τόδε μὲν οὐκέτι στόματος ἐν πύλαις

883καθέξω δυσεκπέρατον, ὀλοὸν

884κακόν· ἰὼ πόλις.

885Ἱππόλυτος εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν

886βίᾳ, τὸ σεμνὸν Ζηνὸς ὄμμ’ ἀτιμάσας.

887ἀλλ’, ὦ πάτερ Πόσειδον, ἃς ἐμοί ποτε

888ἀρὰς ὑπέσχου τρεῖς, μιᾷ κατέργασαι

889τούτων ἐμὸν παῖδ’, ἡμέραν δὲ μὴ φύγοι

890τήνδ’, εἴπερ ἡμῖν ὤπασας σαφεῖς ἀράς.

Χορός

891ἄναξ, ἀπεύχου ταῦτα πρὸς θεῶν πάλιν·

892γνώσῃ γὰρ αὖθις ἀμπλακών. ἐμοὶ πιθοῦ.

Θησεύς

893οὐκ ἔστι· καὶ πρός γ’ ἐξελῶ σφε τῆσδε γῆς,

894δυοῖν δὲ μοίραιν θατέρᾳ πεπλήξεται·

895ἢ γὰρ Ποσειδῶν αὐτὸν εἰς Ἅιδου δόμους

896θανόντα πέμψει τὰς ἐμὰς ἀρὰς σέβων,

897ἢ τῆσδε χώρας ἐκπεσὼν ἀλώμενος

898ξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσει βίον.

Χορός

899καὶ μὴν ὅδ’ αὐτὸς παῖς σὸς ἐς καιρὸν πάρα,

900Ἱππόλυτος· ὀργῆς δ’ ἐξανεὶς κακῆς, ἄναξ

901Θησεῦ, τὸ λῷστον σοῖσι βούλευσαι δόμοις.

Ἱππόλυτος

902κραυγῆς ἀκούσας σῆς ἀφικόμην, πάτερ,

903σπουδῇ· τὸ μέντοι πρᾶγμ’ ἐφ’ ᾧτινι στένεις

904οὐκ οἶδα, βουλοίμην δ’ ἂν ἐκ σέθεν κλύειν.

905ἔα, τί χρῆμα; σὴν δάμαρθ’ ὁρῶ, πάτερ,

906νεκρόν· μεγίστου θαύματος τόδ’ ἄξιον·

907ἣν ἀρτίως ἔλειπον, ἣ φάος τόδε

908οὔπω χρόνον παλαιὸν εἰσεδέρκετο.

909τί χρῆμα πάσχει; τῷ τρόπῳ διόλλυται;

910πάτερ, πυθέσθαι βούλομαι σέθεν πάρα.

911σιγᾷς· σιωπῆς δ’ οὐδὲν ἔργον ἐν κακοῖς·

912ἡ γὰρ ποθοῦσα πάντα καρδία κλύειν

913κἀν τοῖς κακοῖσι λίχνος οὖσ’ ἁλίσκεται.

914οὐ μὴν φίλους γε κἄτι μᾶλλον ἢ φίλους

915κρύπτειν δίκαιον σάς, πάτερ, δυσπραξίας.

Θησεύς

916ὦ πόλλ’ ἁμαρτάνοντες ἄνθρωποι μάτην,

917τί δὴ τέχνας μὲν μυρίας διδάσκετε

918καὶ πάντα μηχανᾶσθε κἀξευρίσκετε,

919ἓν δ’ οὐκ ἐπίστασθ’ οὐδ’ ἐθηράσασθέ πω,

920φρονεῖν διδάσκειν οἷσιν οὐκ ἔνεστι νοῦς;

Ἱππόλυτος

921δεινὸν σοφιστὴν εἶπας, ὅστις εὖ φρονεῖν

922τοὺς μὴ φρονοῦντας δυνατός ἐστ’ ἀναγκάσαι.

923ἀλλ’ οὐ γὰρ ἐν δέοντι λεπτουργεῖς, πάτερ,

924δέδοικα μή σου γλῶσσ’ ὑπερβάλῃ κακοῖς.

Θησεύς

925φεῦ, χρῆν βροτοῖσι τῶν φίλων τεκμήριον

926σαφές τι κεῖσθαι καὶ διάγνωσιν φρενῶν,

927ὅστις τ’ ἀληθής ἐστιν ὅς τε μὴ φίλος,

928δισσάς τε φωνὰς πάντας ἀνθρώπους ἔχειν,

929τὴν μὲν δικαίαν, τὴν δ’ ὅπως ἐτύγχανεν,

930ὡς ἡ φρονοῦσα τἄδικ’ ἐξηλέγχετο

931πρὸς τῆς δικαίας, κοὐκ ἂν ἠπατώμεθα.

Ἱππόλυτος

932ἀλλ’ ἦ τις ἐς σὸν οὖς με διαβαλὼν ἔχει

933φίλων, νοσοῦμεν δ’ οὐδὲν ὄντες αἴτιοι;

934ἔκ τοι πέπληγμαι· σοὶ γὰρ ἐκπλήσσουσί με

935λόγοι παραλλάσσοντες ἔξεδροι φρενῶν.

Θησεύς

936φεῦ τῆς βροτείας· ποῖ προβήσεται; φρενός.

937τί τέρμα τόλμης καὶ θράσους γενήσεται;

938εἰ γὰρ κατ’ ἀνδρὸς βίοτον ἐξογκώσεται,

939ὁ δ’ ὕστερος τοῦ πρόσθεν εἰς ὑπερβολὴν

940πανοῦργος ἔσται, θεοῖσι προσβαλεῖν χθονὶ

941ἄλλην δεήσει γαῖαν, ἣ χωρήσεται

942τοὺς μὴ δικαίους καὶ κακοὺς πεφυκότας.

943σκέψασθε δ’ ἐς τόνδ’, ὅστις ἐξ ἐμοῦ γεγὼς

944ᾔσχυνε τἀμὰ λέκτρα κἀξελέγχεται

945πρὸς τῆς θανούσης ἐμφανῶς κάκιστος ὤν.

946δεῖξον δ’, ἐπειδή γ’ ἐς μίασμ’ ἐλήλυθας,

947τὸ σὸν πρόσωπον δεῦρ’ ἐναντίον πατρί.

948σὺ δὴ θεοῖσιν ὡς περισσὸς ὢν ἀνὴρ

949ξύνει; σὺ σώφρων καὶ κακῶν ἀκήρατος;

950οὐκ ἂν πιθοίμην τοῖσι σοῖς κόμποις ἐγὼ

951θεοῖσι προσθεὶς ἀμαθίαν φρονεῖν κακῶς.

952ἤδη νυν αὔχει καὶ δι’ ἀψύχου βορᾶς

953σίτοις καπήλευ’, Ὀρφέα τ’ ἄνακτ’ ἔχων

954βάκχευε πολλῶν γραμμάτων τιμῶν καπνούς·

955ἐπεί γ’ ἐλήφθης. τοὺς δὲ τοιούτους ἐγὼ

956φεύγειν προφωνῶ πᾶσι· θηρεύουσι γὰρ

957σεμνοῖς λόγοισιν, αἰσχρὰ μηχανώμενοι.

958τέθνηκεν ἥδε· τοῦτό σ’ ἐκσώσειν δοκεῖς;

959ἐν τῷδ’ ἁλίσκῃ πλεῖστον, ὦ κάκιστε σύ·

960ποῖοι γὰρ ὅρκοι κρείσσονες, τίνες λόγοι

961τῆσδ’ ἂν γένοιντ’ ἄν, ὥστε σ’ αἰτίαν φυγεῖν;

962μισεῖν σε φήσεις τήνδε καὶ τὸ δὴ νόθον

963τοῖς γνησίοισι πολέμιον πεφυκέναι·

964κακὴν ἄρ’ αὐτὴν ἔμπορον βίου λέγεις,

965εἰ δυσμενείᾳ σῇ τὰ φίλτατ’ ὤλεσεν.

966ἀλλ’ ὡς τὸ μῶρον ἀνδράσιν μὲν οὐκ ἔνι,

967γυναιξὶ δ’ ἐμπέφυκεν; οἶδ’ ἐγὼ νέους,

968οὐδὲν γυναικῶν ὄντας ἀσφαλεστέρους,

969ὅταν ταράξῃ Κύπρις ἡβῶσαν φρένα·

970τὸ δ’ ἄρσεν αὐτοὺς ὠφελεῖ προσκείμενον.

971νῦν οὖν — τί ταῦτα σοῖς ἁμιλλῶμαι λόγοις

972νεκροῦ παρόντος μάρτυρος σαφεστάτου;

973ἔξερρε γαίας τῆσδ’ ὅσον τάχος φυγάς,

974καὶ μήτ’ Ἀθήνας τὰς θεοδμήτους μόλῃς,

975μήτ’ εἰς ὅρους γῆς ἧς ἐμὸν κρατεῖ δόρυ.

976εἰ γὰρ παθών γε σοῦ τάδ’ ἡσσηθήσομαι,

977οὐ μαρτυρήσει μ’ Ἴσθμιος Σίνις ποτὲ

978κτανεῖν ἑαυτόν, ἀλλὰ κομπάζειν μάτην,

979οὐδ’ αἱ θαλάσσῃ σύννομοι Σκιρωνίδες

980φήσουσι πέτραι τοῖς κακοῖς μ’ εἶναι…

Χορ…

The complete text is available when the reading interface loads.