The Greek Library Author

Euripides

Ἱππόλυτος

Choral 8

Title variantsἹππόλυτος · Hippolytus · Hippolyte

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg005.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 8

Strophe 1

Χορός Κυνηγῶν

1102ἦ μέγα μοι τὰ θεῶν μελεδήμαθ’, ὅταν φρένας ἔλθῃ,

1103λύπας παραιρεῖ· ξύνεσιν δέ τιν’ ἐλπίδι κεύθων

1104λείπομαι ἔν τε τύχαις θνατῶν καὶ ἐν ἔργμασι λεύσσων·

1105ἄλλα γὰρ ἄλλοθεν ἀμείβεται, μετὰ δ’ ἵσταται ἀνδράσιν

1106αἰὼν

1107πολυπλάνητος αἰεί.

Antistrophe 1

Χορός

1111εἴθε μοι εὐξαμένᾳ θεόθεν τάδε μοῖρα παράσχοι,

1112τύχαν μετ’ ὄλβου καὶ ἀκήρατον ἄλγεσι θυμόν·

1115δόξα δὲ μήτ’ ἀτρεκὴς μήτ’ αὖ παράσημος ἐνείη·

1116ῥᾴδια δ’ ἤθεα τὸν αὔριον μεταβαλλομένα χρόνον αἰεὶ

1118βίον συνευτυχοίην.

Strophe 2

Χορός Κυνηγῶν

1120οὐκέτι γὰρ καθαρὰν φρέν’ ἔχω τὰ παρ’ ἐλπίδα λεύσ-

1120aσων,

1121ἐπεὶ τὸν Ἑλλανίας

1122φανερώτατον ἀστέρ’ Ἀθήνας

1123εἴδομεν εἴδομεν ἐκ πατρὸς ὀργᾶς

1125ἄλλαν ἐπ’ αἶαν ἱέμενον.

1126ὦ ψάμαθοι πολιήτιδος ἀκτᾶς,

1128ὦ δρυμὸς ὄρειος, ὅθι κυνῶν

1129ὠκυπόδων μέτα θῆρας ἔναιρεν

1130Δίκτυνναν ἀμφὶ σεμνάν.

Antistrophe 2

Χορός

1131οὐκέτι συζυγίαν πώλων Ἐνετᾶν ἐπιβάσῃ

1132τὸν ἀμφὶ Λίμνας τρόχον

1133κατέχων ποδὶ γυμνάδος ἵππου.

1134μοῦσα δ’ ἄυπνος ὑπ’ ἄντυγι χορδᾶν

1135λήξει πατρῷον ἀνὰ δόμον·

1136ἀστέφανοι δὲ κόρας ἀνάπαυλαι

1137Λατοῦς βαθεῖαν ἀνὰ χλόαν·

1138νυμφιδία δ’ ἀπόλωλε φυγᾷ σᾷ

1139λέκτρων ἅμιλλα κούραις.

Epode 5

Χορός

1142— ἐγὼ δὲ σᾷ δυστυχίᾳ

1143δάκρυσι διοίσω πότμον

1144ἄποτμον· ὦ τάλαινα μᾶ-

1145τερ, ἔτεκες ἀνόνατα· φεῦ·

1146μανίω θεοῖσιν·

1147ἰὼ ἰώ·

1148συζύγιαι Χάριτες, τί τὸν τάλαν’ ἐκ πατρίας γᾶς

1149οὐδὲν ἄτας αἴτιον

1150πέμπετε τῶνδ’ ἀπ’ οἴκων;