The Greek Library Author

Euripides

Ἱππόλυτος

Episode 9

Title variantsἹππόλυτος · Hippolytus · Hippolyte

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg005.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 9

Χορός

1151— καὶ μὴν ὀπαδὸν Ἱππολύτου τόνδ’ εἰσορῶ

1152σπουδῇ σκυθρωπὸν πρὸς δόμους ὁρμώμενον.

Ἄγγελος

1153ποῖ γῆς ἄνακτα τῆσδε Θησέα μολὼν

1154εὕροιμ’ ἄν, ὦ γυναῖκες; εἴπερ ἴστε μοι

1155σημήνατ’· ἆρα τῶνδε δωμάτων ἔσω;

Χορός

1156ὅδ’ αὐτὸς ἔξω δωμάτων πορεύεται.

Ἄγγελος

1157Θησεῦ, μερίμνης ἄξιον φέρω λόγον

1158σοὶ καὶ πολίταις οἵ τ’ Ἀθηναίων πόλιν

1159ναίουσι καὶ γῆς τέρμονας Τροζηνίας.

Θησεύς

1160τί δ’ ἔστι; μῶν τις συμφορὰ νεωτέρα

1161δισσὰς κατείληφ’ ἀστυγείτονας πόλεις;

Ἄγγελος

1162Ἱππόλυτος οὐκέτ’ ἔστιν, ὡς εἰπεῖν ἔπος·

1163δέδορκε μέντοι φῶς ἐπὶ σμικρᾶς ῥοπῆς.

Θησεύς

1164πρὸς τοῦ; δι’ ἔχθρας μῶν τις ἦν ἀφιγμένος,

1165ὅτου κατῄσχυν’ ἄλοχον ὡς πατρὸς βίᾳ;

Ἄγγελος

1166οἰκεῖος αὐτὸν ὤλεσ’ ἁρμάτων ὄχος

1167ἀραί τε τοῦ σοῦ στόματος, ἃς σὺ σῷ πατρὶ

1168πόντου κρέοντι παιδὸς ἠράσω πέρι.

Θησεύς

1169ὦ θεοὶ Πόσειδόν θ’, ὡς ἄρ’ ἦσθ’ ἐμὸς πατὴρ

1170ὀρθῶς, ἀκούσας τῶν ἐμῶν κατευγμάτων.

1171πῶς καὶ διώλετ’; εἰπέ· τῷ τρόπῳ Δίκης

1172ἔπαισεν αὐτὸν ῥόπτρον αἰσχύναντ’ ἐμέ;

Ἄγγελος

1173ἡμεῖς μὲν ἀκτῆς κυμοδέγμονος πέλας

1174ψήκτραισιν ἵππων ἐκτενίζομεν τρίχας

1175κλαίοντες· ἦλθε γάρ τις ἄγγελος λέγων

1176ὡς οὐκέτ’ ἐν γῇ τῇδ’ ἀναστρέψοι πόδα

1177Ἱππόλυτος, ἐκ σοῦ τλήμονας φυγὰς ἔχων.

1178ὃ δ’ ἦλθε ταὐτὸν δακρύων ἔχων μέλος

1179ἡμῖν ἐπ’ ἀκτάς· μυρία δ’ ὀπισθόπους

1180φίλων ἅμ’ ἔστειχ’ ἡλίκων θ’ ὁμήγυρις.

1181χρόνῳ δὲ δήποτ’ εἶπ’ ἀπαλλαχθεὶς γόων·

1182Τί ταῦτ’ ἀλύω; πειστέον πατρὸς λόγοις.

1183ἐντύναθ’ ἵππους ἅρμασι ζυγηφόρους,

1184δμῶες· πόλις γὰρ οὐκέτ’ ἔστιν ἥδε μοι.

1185τοὐνθένδε μέντοι πᾶς ἀνὴρ ἠπείγετο,

1186καὶ θᾶσσον ἢ λέγοι τις ἐξηρτυμένας

1187πώλους παρ’ αὐτὸν δεσπότην ἐστήσαμεν.

1188μάρπτει δὲ χερσὶν ἡνίας ἀπ’ ἄντυγος,

1189αὐταῖσιν ἀρβύλαισιν ἁρμόσας πόδα.

1190καὶ πρῶτα μὲν θεοῖς εἶπ’ ἀναπτύξας χέρας·

1191Ζεῦ, μηκέτ’ εἴην, εἰ κακὸς πέφυκ’ ἀνήρ·

1192αἴσθοιτο δ’ ἡμᾶς ὡς ἀτιμάζει πατὴρ

1193ἤτοι θανόντας ἢ φάος δεδορκότας.

1194κἀν τῷδ’ ἐπῆγε κέντρον ἐς χεῖρας λαβὼν

1195πώλοις ὁμαρτῇ· πρόσπολοι δ’ ὑφ’ ἅρματος

1196πέλας χαλινῶν εἱπόμεσθα δεσπότῃ

1197τὴν εὐθὺς Ἄργους κἀπιδαυρίας ὁδόν.

1198ἐπεὶ δ’ ἔρημον χῶρον εἰσεβάλλομεν,

1199ἀκτή τις ἔστι τοὐπέκεινα τῆσδε γῆς

1200πρὸς πόντον ἤδη κειμένη Σαρωνικόν.

1201ἔνθεν τις ἠχὼ χθόνιος ὡς βροντὴ Διὸς

1202βαρὺν βρόμον μεθῆκε, φρικώδη κλύειν·

1203ὀρθὸν δὲ κρᾶτ’ ἔστησαν οὖς τ’ ἐς οὐρανὸν

1204ἵπποι· παρ’ ἡμῖν δ’ ἦν φόβος νεανικὸς

1205πόθεν ποτ’ εἴη φθόγγος. ἐς δ’ ἁλιρρόθους

1206ἀκτὰς ἀποβλέψαντες ἱερὸν εἴδομεν

1207κῦμ’ οὐρανῷ στηρίζον, ὥστ’ ἀφῃρέθη

1208Σκίρωνος ἀκτὰς ὄμμα τοὐμὸν εἰσορᾶν·

1209ἔκρυπτε δ’ Ἰσθμὸν καὶ πέτραν Ἀσκληπιοῦ.

1210κἄπειτ’ ἀνοιδῆσάν τε καὶ πέριξ ἀφρὸν

1211πολὺν καχλάζον ποντίῳ φυσήματι

1212χωρεῖ πρὸς ἀκτὰς οὗ τέθριππος ἦν ὄχος.

1213αὐτῷ δὲ σὺν κλύδωνι καὶ τρικυμίᾳ

1214κῦμ’ ἐξέθηκε ταῦρον, ἄγριον τέρας·

1215οὗ πᾶσα μὲν χθὼν φθέγματος πληρουμένη

1216φρικῶδες ἀντεφθέγγετ’, εἰσορῶσι δὲ

1217κρεῖσσον θέαμα δεργμάτων ἐφαίνετο.

1218εὐθὺς δὲ πώλοις δεινὸς ἐμπίπτει φόβος·

1219καὶ δεσπότης μὲν ἱππικοῖσιν ἤθεσιν

1220πολὺς ξυνοικῶν ἥρπασ’ ἡνίας χεροῖν,

1221ἕλκει δὲ κώπην ὥστε ναυβάτης ἀνὴρ

1222ἱμᾶσιν ἐς τοὔπισθεν ἀρτήσας δέμας·

1223αἳ δ’ ἐνδακοῦσαι στόμια πυριγενῆ γναθμοῖς

1224βίᾳ φέρουσιν, οὔτε ναυκλήρου χερὸς

1225οὔθ’ ἱπποδέσμων οὔτε κολλητῶν ὄχων

1226μεταστρέφουσαι. κεἰ μὲν ἐς τὰ μαλθακὰ

1227γαίας ἔχων οἴακας εὐθύνοι δρόμον,

1228προυφαίνετ’ ἐς τὸ πρόσθεν, ὥστ’ ἀναστρέφειν,

1229ταῦρος, φόβῳ τέτρωρον ἐκμαίνων ὄχον·

1230εἰ δ’ ἐς πέτρας φέροιντο μαργῶσαι φρένας,

1231σιγῇ πελάζων ἄντυγι ξυνείπετο

1232ἐς τοῦθ’ ἕως ἔσφηλε κἀνεχαίτισεν,

1233ἁψῖδα πέτρῳ προσβαλὼν ὀχήματος.

1234σύμφυρτα δ’ ἦν ἅπαντα· σύριγγές τ’ ἄνω

1235τροχῶν ἐπήδων ἀξόνων τ’ ἐνήλατα.

1236αὐτὸς δ’ ὁ τλήμων ἡνίαισιν ἐμπλακεὶς

1237δεσμὸν δυσεξήνυστον ἕλκεται δεθείς,

1238σποδούμενος μὲν πρὸς πέτραις φίλον κάρα

1239θραύων τε σάρκας, δεινὰ δ’ ἐξαυδῶν κλύειν·

1240Στῆτ’, ὦ φάτναισι ταῖς ἐμαῖς τεθραμμέναι,

1241μή μ’ ἐξαλείψητ’· ὦ πατρὸς τάλαιν’ ἀρά.

1242τίς ἄνδρ’ ἄριστον βούλεται σῶσαι παρών;

1243πολλοὶ δὲ βουληθέντες ὑστέρῳ ποδὶ

1244ἐλειπόμεσθα. χὣ μὲν ἐκ δεσμῶν λυθεὶς

1245τμητῶν ἱμάντων οὐ κάτοιδ’ ὅτῳ τρόπῳ

1246πίπτει, βραχὺν δὴ βίοτον ἐμπνέων ἔτι·

1247ἵπποι δ’ ἔκρυφθεν καὶ τὸ δύστηνον τέρας

1248ταύρου λεπαίας οὐ κάτοιδ’ ὅποι χθονός.

1249δοῦλος μὲν οὖν ἔγωγε σῶν δόμων, ἄναξ,

1250ἀτὰρ τοσοῦτόν γ’ οὐ δυνήσομαί ποτε,

1251τὸν σὸν πιθέσθαι παῖδ’ ὅπως ἐστὶν κακός·

1252οὐδ’ εἰ γυναικῶν πᾶν κρεμασθείη γένος,

1253καὶ τὴν ἐν Ἴδῃ γραμμάτων πλήσειέ τις

1254πεύκην, ἐπεί νιν ἐσθλὸν ὄντ’ ἐπίσταμαι.

Χορός

1255αἰαῖ· κέκρανται συμφορὰ νέων κακῶν,

1256οὐδ’ ἔστι μοίρας τοῦ χρεών τ’ ἀπαλλαγή.

Θησεύς

1257μίσει μὲν ἀνδρὸς τοῦ πεπονθότος τάδε

1258λόγοισιν ἥσθην τοῖσδε· νῦν δ’ αἰδούμενος

1259θεούς τ’ ἐκεῖνόν θ’, οὕνεκ’ ἐστὶν ἐξ ἐμοῦ,

1260οὔθ’ ἥδομαι τοῖσδ’ οὔτ’ ἐπάχθομαι κακοῖς.

Ἄγγελος

1261πῶς οὖν; κομίζειν, ἢ τί χρὴ τὸν ἄθλιον

1262δράσαντας ἡμᾶς σῇ χαρίζεσθαι φρενί;

1263φρόντιζ’· ἐμοῖς δὲ χρώμενος βουλεύμασιν

1264οὐκ ὠμὸς ἐς σὸν παῖδα δυστυχοῦντ’ ἔσῃ.

Θησεύς

1265κομίζετ’ αὐτόν, ὡς ἰδὼν ἐν ὄμμασιν

1266τὸν τἄμ’ ἀπαρνηθέντα μὴ χρᾶναι λέχη

1267λόγοις τ’ ἐλέγξω δαιμόνων τε συμφοραῖς.