The Greek Library Author

Euripides

Ἱππόλυτος

Episode 5

Title variantsἹππόλυτος · Hippolytus · Hippolyte

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg005.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 5

Φαίδρα

565σιγήσατ’, ὦ γυναῖκες· ἐξειργάσμεθα.

Χορός

566τί δ’ ἔστι, Φαίδρα, δεινὸν ἐν δόμοισί σοι;

Φαίδρα

567ἐπίσχετ’, αὐδὴν τῶν ἔσωθεν ἐκμάθω.

Χορός

568σιγῶ· τὸ μέντοι φροίμιον κακὸν τόδε.

Φαίδρα

569ἰώ μοι, αἰαῖ·

570ὦ δυστάλαινα τῶν ἐμῶν παθημάτων.

Lyric 1

Χορός

571τίνα θροεῖς αὐδάν; τίνα βοᾷς λόγον;

572ἔνεπε, τίς φοβεῖ σε φήμα, γύναι,

573φρένας ἐπίσσυτος;

Φαίδρα

575ἀπωλόμεσθα. ταῖσδ’ ἐπιστᾶσαι πύλαις

576ἀκούσαθ’ οἷος κέλαδος ἐν δόμοις πίτνει.

Lyric 2

Χορός

577σὺ παρὰ κλῇθρα, σοὶ μέλει πομπίμα

578φάτις δωμάτων.

579ἔνεπε δ’ ἔνεπέ μοι, τί ποτ’ ἔβα κακόν;

Φαίδρα

581ὁ τῆς φιλίππου παῖς Ἀμαζόνος βοᾷ

582Ἱππόλυτος, αὐδῶν δεινὰ πρόσπολον κακά.

Lyric 3

Χορός

585ἀχὰν μὲν κλύω, σαφὲς δ’ οὐκ ἔχω·

586γεγωνεῖ δ’ ὅπᾳ

587διὰ πύλας ἔμολεν ἔμολε σοὶ βοά.

Φαίδρα

589καὶ μὴν σαφῶς γε τὴν κακῶν προμνήστριαν,

590τὴν δεσπότου προδοῦσαν ἐξαυδᾷ λέχος.

Lyric 4

Χορός

591ὤμοι ἐγὼ κακῶν· προδέδοσαι, φίλα.

592τί σοι μήσομαι;

593τὰ κρυπτὰ γὰρ πέφηνε, διὰ δ’ ὄλλυσαι —

Φαίδρα

594αἰαῖ, ἒ ἔ.

Χορός

595πρόδοτος ἐκ φίλων.

Φαίδρα

596ἀπώλεσέν μ’ εἰποῦσα συμφορὰς ἐμάς,

597φίλως, καλῶς δ’ οὐ τήνδ’ ἰωμένη νόσον.

Χορός

598πῶς οὖν; τί δράσεις, ὦ παθοῦσ’ ἀμήχανα;

Φαίδρα

599οὐκ οἶδα πλὴν ἕν· κατθανεῖν ὅσον τάχος,

600τῶν νῦν παρόντων πημάτων ἄκος μόνον.

Ἱππόλυτος

601ὦ γαῖα μῆτερ ἡλίου τ’ ἀναπτυχαί,

602οἵων λόγων ἄρρητον εἰσήκουσ’ ὄπα.

Τροφός

603σίγησον, ὦ παῖ, πρίν τιν’ αἰσθέσθαι βοῆς.

Ἱππόλυτος

604οὐκ ἔστ’ ἀκούσας δείν’ ὅπως σιγήσομαι.

Τροφός

605ναὶ πρός σε τῆς σῆς δεξιᾶς εὐωλένου.

Ἱππόλυτος

606οὐ μὴ προσοίσεις χεῖρα μηδ’ ἅψῃ πέπλων.

Τροφός

607ὦ πρός σε γονάτων, μηδαμῶς μ’ ἐξεργάσῃ.

Ἱππόλυτος

608τί δ’, εἴπερ, ὡς φῄς, μηδὲν εἴρηκας κακόν;

Τροφός

609ὁ μῦθος, ὦ παῖ, κοινὸς οὐδαμῶς ὅδε.

Ἱππόλυτος

610τά τοι κάλ’ ἐν πολλοῖσι κάλλιον λέγειν.

Τροφός

611ὦ τέκνον, ὅρκους μηδαμῶς ἀτιμάσῃς.

Ἱππόλυτος

612ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος.

Τροφός

613ὦ παῖ, τί δράσεις; σοὺς φίλους διεργάσῃ;

Ἱππόλυτος

614ἀπέπτυσ’· οὐδεὶς ἄδικός ἐστί μοι φίλος.

Τροφός

615σύγγνωθ’· ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον.

Ἱππόλυτος

616ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν

617γυναῖκας ἐς φῶς ἡλίου κατῴκισας;

618εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος,

619οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε,

620ἀλλ’ ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺς

621ἢ χρυσὸν ἢ σίδηρον ἢ χαλκοῦ βάρος

622παίδων πρίασθαι σπέρμα, τοῦ τιμήματος

623τῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασιν

624ναίειν ἐλευθέροισι θηλειῶν ἄτερ.

625νῦν δ’ ἐς δόμους μὲν πρῶτον ἄξεσθαι κακὸν

626μέλλοντες ὄλβον δωμάτων ἐκπίνομεν.

627τούτῳ δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα·

628προσθεὶς γὰρ ὁ σπείρας τε καὶ θρέψας πατὴρ

629φερνὰς ἀπῴκισ’, ὡς ἀπαλλαχθῇ κακοῦ.

630ὁ δ’ αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν

631γέγηθε κόσμον προστιθεὶς ἀγάλματι

632καλὸν κακίστῳ καὶ πέπλοισιν ἐκπονεῖ

633δύστηνος, ὄλβον δωμάτων ὑπεξελών.

634ἔχει δ’ ἀνάγκην, ὥστε κηδεύσας καλοῖς

635γαμβροῖσι χαίρων σῴζεται πικρὸν λέχος,

636ἢ χρηστὰ λέκτρα, πενθεροὺς δ’ ἀνωφελεῖς

637λαβὼν πιέζει τἀγαθῷ τὸ δυστυχές.

638ῥᾷστον δ’ ὅτῳ τὸ μηδέν, ἀλλ’ ἀνωφελὴς

639εὐηθίᾳ κατ’ οἶκον ἵδρυται γυνή.

640σοφὴν δὲ μισῶ· μὴ γὰρ ἔν γ’ ἐμοῖς δόμοις

641εἴη φρονοῦσα πλείον’ ἢ γυναῖκα χρή.

642τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπρις

643ἐν ταῖς σοφαῖσιν· ἡ δ’ ἀμήχανος γυνὴ

644γνώμῃ βραχείᾳ μωρίαν ἀφῃρέθη.

645χρῆν δ’ ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν,

646ἄφθογγα δ’ αὐταῖς συγκατοικίζειν δάκη

647θηρῶν, ἵν’ εἶχον μήτε προσφωνεῖν τινα

648μήτ’ ἐξ ἐκείνων φθέγμα δέξασθαι πάλιν.

649νῦν δ’ αἳ μὲν ἔνδον δρῶσιν αἱ κακαὶ κακὰ

650βουλεύματ’, ἔξω δ’ ἐκφέρουσι πρόσπολοι.

651ὡς καὶ σύ γ’ ἡμῖν πατρός, ὦ κακὸν κάρα,

652λέκτρων ἀθίκτων ἦλθες ἐς συναλλαγάς·

653ἁγὼ ῥυτοῖς νασμοῖσιν ἐξομόρξομαι,

654ἐς ὦτα κλύζων. πῶς ἂν οὖν εἴην κακός,

655ὃς οὐδ’ ἀκούσας τοιάδ’ ἁγνεύειν δοκῶ;

656εὖ δ’ ἴσθι, τοὐμόν σ’ εὐσεβὲς σῴζει, γύναι·

657εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφαρκτος ᾑρέθην,

658οὐκ ἄν ποτ’ ἔσχον μὴ οὐ τάδ’ ἐξειπεῖν πατρί.

659νῦν δ’ ἐκ δόμων μέν, ἔστ’ ἂν ἔκδημος χθονὸς

660Θησεύς, ἄπειμι· σῖγα δ’ ἕξομεν στόμα.

661θεάσομαι δὲ σὺν πατρὸς μολὼν ποδὶ

662πῶς νιν προσόψῃ καὶ σὺ καὶ δέσποινα σή·

663τῆς σῆς δὲ τόλμης εἴσομαι γεγευμένος.

664ὄλοισθε. μισῶν δ’ οὔποτ’ ἐμπλησθήσομαι

665γυναῖκας, οὐδ’ εἴ φησί τίς μ’ ἀεὶ λέγειν·

666ἀεὶ γὰρ οὖν πώς εἰσι κἀκεῖναι κακαί.

667ἤ νύν τις αὐτὰς σωφρονεῖν διδαξάτω,

668ἢ κἄμ’ ἐάτω ταῖσδ’ ἐπεμβαίνειν ἀεί.

Antistrophe 1

Φαίδρα

669τάλανες ὦ κακοτυχεῖς

669aγυναικῶν πότμοι.

670τίνα νῦν ἢ τέχναν ἔχομεν ἢ τίνας

671σφαλεῖσαι κάθαμμα λύειν λόγους;

672ἐτύχομεν δίκας· ἰὼ γᾶ καὶ φῶς.

673πᾷ ποτ’ ἐξαλύξω τύχας;

674πῶς δὲ πῆμα κρύψω, φίλαι;

675τίς ἂν θεῶν ἀρωγὸς ἢ τίς ἂν βροτῶν

676πάρεδρος ἢ ξυνεργὸς ἀδίκων ἔργων

677φανείη; τὸ γὰρ παρ’ ἡμῖν πάθος

678πέραν δυσεκπέρατον ἔρχεται βίου.

679κακοτυχεστάτα γυναικῶν ἐγώ.

Χορός

680φεῦ φεῦ· πέπρακται, κοὐ κατώρθωνται τέχναι,

681δέσποινα, τῆς σῆς προσπόλου, κακῶς δ’ ἔχει.

Φαίδρα

682ὦ παγκακίστη καὶ φίλων διαφθορεῦ,

683οἷ’ εἰργάσω με. Ζεύς σε γεννήτωρ ἐμὸς

684πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί.

685οὐκ εἶπον — οὐ σῆς προυνοησάμην φρενός; —

686σιγᾶν ἐφ’ οἷσι νῦν ἐγὼ κακύνομαι;

687σὺ δ’ οὐκ ἀνέσχου· τοιγὰρ οὐκέτ’ εὐκλεεῖς

688θανούμεθ’. ἀλλὰ δεῖ με δὴ καινῶν λόγων.

689οὗτος γὰρ ὀργῇ συντεθηγμένος φρένας

690ἐρεῖ καθ’ ἡμῶν πατρὶ σὰς ἁμαρτίας,

691ἐρεῖ δὲ Πιτθεῖ τῷ γέροντι συμφοράς,

692πλήσει τε πᾶσαν γαῖαν αἰσχίστων λόγων.

693ὄλοιο καὶ σὺ χὥστις ἄκοντας φίλους

694πρόθυμός ἐστι μὴ καλῶς εὐεργετεῖν.

Τροφός

695δέσποιν’, ἔχεις μὲν τἀμὰ μέμψασθαι κακά·

696τὸ γὰρ δάκνον σου τὴν διάγνωσιν κρατεῖ·

697ἔχω δὲ κἀγὼ πρὸς τάδ’, εἰ δέξῃ, λέγειν.

698ἔθρεψά σ’ εὔνους τ’ εἰμί· τῆς νόσου δέ σοι

699ζητοῦσα φάρμαχ’ ηὗρον οὐχ ἁβουλόμην.

700εἰ δ’ εὖ γ’ ἔπραξα, κάρτ’ ἂν ἐν σοφοῖσιν ἦ·

701πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα.

Φαίδρα

702ἦ γὰρ δίκαια ταῦτα κἀξαρκοῦντά μοι,

703τρώσασαν ἡμᾶς εἶτα συγχωρεῖν λόγοις;

Τροφός

704μακρηγοροῦμεν· οὐκ ἐσωφρόνουν ἐγώ.

705ἀλλ’ ἔστι κἀκ τῶνδ’ ὥστε σωθῆναι, τέκνον.

Φαίδρα

706παῦσαι λέγουσα· καὶ τὰ πρὶν γὰρ οὐ καλῶς

707παρῄνεσάς μοι κἀπεχείρησας κακά.

708ἀλλ’ ἐκποδὼν ἄπελθε καὶ σαυτῆς πέρι

709φρόντιζ’· ἐγὼ γὰρ τἀμὰ θήσομαι καλῶς.

710ὑμεῖς δέ, παῖδες εὐγενεῖς Τροζήνιαι,

711τοσόνδε μοι παράσχετ’ ἐξαιτουμένῃ,

712σιγῇ καλύπτειν ἁνθάδ’ εἰσηκούσατε.

Χορός

713ὄμνυμι σεμνὴν Ἄρτεμιν, Διὸς κόρην,

714μηδὲν κακῶν σῶν ἐς φάος δείξειν ποτέ.

Φαίδρα

715καλῶς ἔλεξας· ἓν δὲ προτρέπουσ’ ἐγὼ

716εὕρημα δῆτα τῆσδε συμφορᾶς ἔχω,

717ὥστ’ εὐκλεᾶ μὲν παισὶ προσθεῖναι βίον,

718αὐτή τ’ ὀνάσθαι πρὸς τὰ νῦν πεπτωκότα.

719οὐ γάρ ποτ’ αἰσχυνῶ γε Κρησίους δόμους,

720οὐδ’ ἐς πρόσωπον Θησέως ἀφίξομαι

721αἰσχροῖς ἐπ’ ἔργοις οὕνεκα ψυχῆς μιᾶς.

Χορός

722μέλλεις δὲ δὴ τί δρᾶν ἀνήκεστον κακόν;

Φαίδρα

723θανεῖν· ὅπως δέ, τοῦτ’ ἐγὼ βουλεύσομαι.

Χορός

724εὔφημος ἴσθι.

Φαίδρα

724bκαὶ σύ γ’ εὖ με νουθέτει.

725ἐγὼ δὲ Κύπριν, ἥπερ ἐξόλλυσί με,

726ψυχῆς ἀπαλλαχθεῖσα τῇδ’ ἐν ἡμέρᾳ

727τέρψω· πικροῦ δ’ ἔρωτος ἡσσηθήσομαι.

728ἀτὰρ κακόν γε χἁτέρῳ γενήσομαι

729θανοῦσ’, ἵν’ εἰδῇ μὴ ’πὶ τοῖς ἐμοῖς κακοῖς

730ὑψηλὸς εἶναι· τῆς νόσου δὲ τῆσδέ μοι

731κοινῇ μετασχὼν σωφρονεῖν μαθήσεται.