Ἱππόλυτος
Episode 7
Title variantsἹππόλυτος · Hippolytus · Hippolyte
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg005.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 7
Τροφός
ἔσωθεν
776ἰοὺ ἰού·
776aβοηδρομεῖτε πάντες οἱ πέλας δόμων·
777ἐν ἀγχόναις δέσποινα, Θησέως δάμαρ.
Χορός
778— φεῦ φεῦ, πέπρακται· βασιλὶς οὐκέτ’ ἔστι δὴ
779γυνή, κρεμαστοῖς ἐν βρόχοις ἠρτημένη.
Τροφός
780οὐ σπεύσετ’; οὐκ οἴσει τις ἀμφιδέξιον
781σίδηρον, ᾧ τόδ’ ἅμμα λύσομεν δέρης;
Χορός
782— φίλαι, τί δρῶμεν; ἢ δοκεῖ περᾶν δόμους
783λῦσαί τ’ ἄνασσαν ἐξ ἐπισπαστῶν βρόχων;
784— τί δ’; οὐ πάρεισι πρόσπολοι νεανίαι;
785τὸ πολλὰ πράσσειν οὐκ ἐν ἀσφαλεῖ βίου.
Τροφός
786ὀρθώσατ’ ἐκτείνοντες ἄθλιον νέκυν·
787πικρὸν τόδ’ οἰκούρημα δεσπόταις ἐμοῖς.
Χορός
788— ὄλωλεν ἡ δύστηνος, ὡς κλύω, γυνή·
789ἤδη γὰρ ὡς νεκρόν νιν ἐκτείνουσι δή.
Θησεύς
790γυναῖκες, ἴστε τίς ποτ’ ἐν δόμοις βοή;
791ἠχὼ βαρεῖα προσπόλων ἀφίκετο.
792οὐ γάρ τί μ’ ὡς θεωρὸν ἀξιοῖ δόμος
793πύλας ἀνοίξας εὐφρόνως προσεννέπειν.
794μῶν Πιτθέως τι γῆρας εἴργασται νέον;
795πρόσω μὲν ἤδη βίοτος, ἀλλ’ ὅμως ἔτ’ ἂν
796λυπηρὸς ἡμῖν τούσδ’ ἂν ἐκλίποι δόμους.
Χορός
797οὐκ ἐς γέροντας ἥδε σοι τείνει τύχη,
798Θησεῦ· νέοι θανόντες ἀλγυνοῦσί σε.
Θησεύς
799οἴμοι· τέκνων μοι μή τι συλᾶται βίος;
Χορός
800ζῶσιν, θανούσης μητρὸς ὡς ἄλγιστά σοι.
Θησεύς
801τί φῄς; ὄλωλεν ἄλοχος; ἐκ τίνος τύχης;
Χορός
802βρόχον κρεμαστὸν ἀγχόνης ἀνήψατο.
Θησεύς
803λύπῃ παχνωθεῖσ’, ἢ ἀπὸ συμφορᾶς τινος;
Χορός
804τοσοῦτον ἴσμεν· ἄρτι γὰρ κἀγὼ δόμοις,
805Θησεῦ, πάρειμι σῶν κακῶν πενθήτρια.
Θησεύς
806αἰαῖ· τί δῆτα τοῖσδ’ ἀνέστεμμαι κάρα
807πλεκτοῖσι φύλλοις, δυστυχὴς θεωρὸς ὤν;
808χαλᾶτε κλῇθρα, πρόσπολοι, πυλωμάτων,
825ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω πικρὰν θέαν
810γυναικός, ἥ με κατθανοῦσ’ ἀπώλεσεν.
Lyric 1
Χορός
811— ἰὼ ἰὼ τάλαινα μελέων κακῶν·
811aἔπαθες, εἰργάσω
812τοσοῦτον ὥστε τούσδε συγχέαι δόμους.
813— αἰαῖ τόλμας, ὦ βιαίως θανοῦσ’
814ἀνοσίῳ τε συμφορᾷ, σᾶς χερὸς
815πάλαισμα μελέας.
816— τίς ἄρα σάν, τάλαιν’, ἀμαυροῖ ζόαν;
Strophe 1
Θησεύς
817ὤμοι ἐγὼ πόνων· ἔπαθον, ὦ πόλις,
818τὰ μάκιστ’ ἐμῶν κακῶν. ὦ τύχα,
819ὥς μοι βαρεῖα καὶ δόμοις ἐπεστάθης,
820κηλὶς ἄφραστος ἐξ ἀλαστόρων τινός.
821κατακονὰ μὲν οὖν ἀβίοτος βίου·
822κακῶν δ’, ὢ τάλας, πέλαγος εἰσορῶ
823τοσοῦτον ὥστε μήποτ’ ἐκνεῦσαι πάλιν,
824μηδ’ ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς.
826τίνα λόγον τάλας, τίνα τύχαν σέθεν
827βαρύποτμον, γύναι, προσαυδῶν τύχω;
828ὄρνις γὰρ ὥς τις ἐκ χερῶν ἄφαντος εἶ,
829πήδημ’ ἐς Ἅιδου κραιπνὸν ὁρμήσασά μοι.
830αἰαῖ αἰαῖ, μέλεα μέλεα τάδε πάθη.
831πρόσωθεν δέ ποθεν ἀνακομίζομαι
832τύχαν δαιμόνων
833ἀμπλακίαισι τῶν πάροιθέν τινος.
Χορός
834οὐ σοὶ τάδ’, ὦναξ, ἦλθε δὴ μόνῳ κακά,
835πολλῶν μετ’ ἄλλων δ’ ὤλεσας κεδνὸν λέχος.
Antistrophe 1
Θησεύς
836τὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφας
837μετοικεῖν σκότῳ θανὼν ὁ τλάμων,
838τῆς σῆς στερηθεὶς φιλτάτης ὁμιλίας·
839ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.
840τίνος κλύω; πόθεν θανάσιμος τύχα,
841γύναι, σὰν ἔβα, τάλαινα, καρδίαν;
842εἴποι τις ἂν τὸ πραχθέν, ἢ μάτην ὄχλον
843στέγει τύραννον δῶμα προσπόλων ἐμῶν;
844ὤμοι μοι σέθεν,
845μέλεος, οἷον εἶδον ἄλγος δόμων,
846οὐ τλητὸν οὐδὲ ῥητόν. ἀλλ’ ἀπωλόμην·
847ἔρημος οἶκος, καὶ τέκν’ ὀρφανεύεται.
848ἔλιπες οὓς ἔτεκες, ἔλιπες, ὦ φίλα
849γυναικῶν ἀρίστα θ’ ὁπόσας ὁρᾷ
850φέγγος ἀελίου
851τε καὶ νυκτὸς ἀστερωπὸν σέλας.
Lyric 4
Χορός
852ἰὼ τάλας· ὦ τάλας· ὅσον κακὸν ἔχει δόμος.
853δάκρυσί μου βλέφαρα
854καταχυθέντα τέγγεται σᾷ τύχᾳ·
855τὸ δ’ ἐπὶ τῷδε πῆμα φρίσσω πάλαι.
Θησεύς
856ἔα ἔα·
856aτί δή ποθ’ ἥδε δέλτος ἐκ φίλης χερὸς
857ἠρτημένη; θέλει τι σημῆναι νέον;
858ἀλλ’ ἦ λέχους μοι καὶ τέκνων ἐπιστολὰς
859ἔγραψεν ἡ δύστηνος, ἐξαιτουμένη;
860θάρσει, τάλαινα· λέκτρα γὰρ τὰ Θησέως
861οὐκ ἔστι δῶμά θ’ ἥτις εἴσεισιν γυνή.
862καὶ μὴν τύποι γε σφενδόνης χρυσηλάτου
863τῆς οὐκέτ’ οὔσης τῆσδε προσσαίνουσί με.
864φέρ’, ἐξελίξας περιβολὰς σφραγισμάτων
865ἴδω τί λέξαι δέλτος ἥδε μοι θέλει.
Lyric 5
Χορός
866— φεῦ φεῦ· τόδ’ αὖ νεοχμὸν ἐκδοχαῖς
867ἐπιφέρει θεὸς κακόν. ἐμοὶ μὲν οὖν
868ἀβίοτος βίου τύχα πρὸς τὸ κρανθέν· εἴη τυχεῖν.
869— ὀλομένους γάρ, οὐκέτ’ ὄντας λέγω,
870φεῦ φεῦ, τῶν ἐμῶν τυράννων δόμους.
871— ὦ δαῖμον, εἴ πως ἔστι, μὴ σφήλῃς δόμους,
872αἰτουμένης δὲ κλῦθί μου· πρὸς γάρ τινος
873οἰωνὸν ὥστε μάντις εἰσορῶ κακοῦ.
Θησεύς
874οἴμοι· τόδ’ οἷον ἄλλο πρὸς κακῷ κακόν,
875οὐ τλητὸν οὐδὲ λεκτόν. ὦ τάλας ἐγώ.
Χορός
876τί χρῆμα; λέξον, εἴ τί μοι λόγου μέτα.
Lyric 6
Θησεύς
877βοᾷ βοᾷ δέλτος ἄλαστα. πᾷ φύγω
878βάρος κακῶν; ἀπὸ γὰρ ὀλόμενος οἴχομαι,
879οἷον οἷον εἶδον ἐν γραφαῖς μέλος
880φθεγγόμενον τλάμων.
Χορός
881αἰαῖ, κακῶν ἀρχηγὸν ἐκφαίνεις λόγον.
Θησεύς
882τόδε μὲν οὐκέτι στόματος ἐν πύλαις
883καθέξω δυσεκπέρατον, ὀλοὸν
884κακόν· ἰὼ πόλις.
885Ἱππόλυτος εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν
886βίᾳ, τὸ σεμνὸν Ζηνὸς ὄμμ’ ἀτιμάσας.
887ἀλλ’, ὦ πάτερ Πόσειδον, ἃς ἐμοί ποτε
888ἀρὰς ὑπέσχου τρεῖς, μιᾷ κατέργασαι
889τούτων ἐμὸν παῖδ’, ἡμέραν δὲ μὴ φύγοι
890τήνδ’, εἴπερ ἡμῖν ὤπασας σαφεῖς ἀράς.
Χορός
891ἄναξ, ἀπεύχου ταῦτα πρὸς θεῶν πάλιν·
892γνώσῃ γὰρ αὖθις ἀμπλακών. ἐμοὶ πιθοῦ.
Θησεύς
893οὐκ ἔστι· καὶ πρός γ’ ἐξελῶ σφε τῆσδε γῆς,
894δυοῖν δὲ μοίραιν θατέρᾳ πεπλήξεται·
895ἢ γὰρ Ποσειδῶν αὐτὸν εἰς Ἅιδου δόμους
896θανόντα πέμψει τὰς ἐμὰς ἀρὰς σέβων,
897ἢ τῆσδε χώρας ἐκπεσὼν ἀλώμενος
898ξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσει βίον.
Χορός
899καὶ μὴν ὅδ’ αὐτὸς παῖς σὸς ἐς καιρὸν πάρα,
900Ἱππόλυτος· ὀργῆς δ’ ἐξανεὶς κακῆς, ἄναξ
901Θησεῦ, τὸ λῷστον σοῖσι βούλευσαι δόμοις.
Ἱππόλυτος
902κραυγῆς ἀκούσας σῆς ἀφικόμην, πάτερ,
903σπουδῇ· τὸ μέντοι πρᾶγμ’ ἐφ’ ᾧτινι στένεις
904οὐκ οἶδα, βουλοίμην δ’ ἂν ἐκ σέθεν κλύειν.
905ἔα, τί χρῆμα; σὴν δάμαρθ’ ὁρῶ, πάτερ,
906νεκρόν· μεγίστου θαύματος τόδ’ ἄξιον·
907ἣν ἀρτίως ἔλειπον, ἣ φάος τόδε
908οὔπω χρόνον παλαιὸν εἰσεδέρκετο.
909τί χρῆμα πάσχει; τῷ τρόπῳ διόλλυται;
910πάτερ, πυθέσθαι βούλομαι σέθεν πάρα.
911σιγᾷς· σιωπῆς δ’ οὐδὲν ἔργον ἐν κακοῖς·
912ἡ γὰρ ποθοῦσα πάντα καρδία κλύειν
913κἀν τοῖς κακοῖσι λίχνος οὖσ’ ἁλίσκεται.
914οὐ μὴν φίλους γε κἄτι μᾶλλον ἢ φίλους
915κρύπτειν δίκαιον σάς, πάτερ, δυσπραξίας.
Θησεύς
916ὦ πόλλ’ ἁμαρτάνοντες ἄνθρωποι μάτην,
917τί δὴ τέχνας μὲν μυρίας διδάσκετε
918καὶ πάντα μηχανᾶσθε κἀξευρίσκετε,
919ἓν δ’ οὐκ ἐπίστασθ’ οὐδ’ ἐθηράσασθέ πω,
920φρονεῖν διδάσκειν οἷσιν οὐκ ἔνεστι νοῦς;
Ἱππόλυτος
921δεινὸν σοφιστὴν εἶπας, ὅστις εὖ φρονεῖν
922τοὺς μὴ φρονοῦντας δυνατός ἐστ’ ἀναγκάσαι.
923ἀλλ’ οὐ γὰρ ἐν δέοντι λεπτουργεῖς, πάτερ,
924δέδοικα μή σου γλῶσσ’ ὑπερβάλῃ κακοῖς.
Θησεύς
925φεῦ, χρῆν βροτοῖσι τῶν φίλων τεκμήριον
926σαφές τι κεῖσθαι καὶ διάγνωσιν φρενῶν,
927ὅστις τ’ ἀληθής ἐστιν ὅς τε μὴ φίλος,
928δισσάς τε φωνὰς πάντας ἀνθρώπους ἔχειν,
929τὴν μὲν δικαίαν, τὴν δ’ ὅπως ἐτύγχανεν,
930ὡς ἡ φρονοῦσα τἄδικ’ ἐξηλέγχετο
931πρὸς τῆς δικαίας, κοὐκ ἂν ἠπατώμεθα.
Ἱππόλυτος
932ἀλλ’ ἦ τις ἐς σὸν οὖς με διαβαλὼν ἔχει
933φίλων, νοσοῦμεν δ’ οὐδὲν ὄντες αἴτιοι;
934ἔκ τοι πέπληγμαι· σοὶ γὰρ ἐκπλήσσουσί με
935λόγοι παραλλάσσοντες ἔξεδροι φρενῶν.
Θησεύς
936φεῦ τῆς βροτείας· ποῖ προβήσεται; φρενός.
937τί τέρμα τόλμης καὶ θράσους γενήσεται;
938εἰ γὰρ κατ’ ἀνδρὸς βίοτον ἐξογκώσεται,
939ὁ δ’ ὕστερος τοῦ πρόσθεν εἰς ὑπερβολὴν
940πανοῦργος ἔσται, θεοῖσι προσβαλεῖν χθονὶ
941ἄλλην δεήσει γαῖαν, ἣ χωρήσεται
942τοὺς μὴ δικαίους καὶ κακοὺς πεφυκότας.
943σκέψασθε δ’ ἐς τόνδ’, ὅστις ἐξ ἐμοῦ γεγὼς
944ᾔσχυνε τἀμὰ λέκτρα κἀξελέγχεται
945πρὸς τῆς θανούσης ἐμφανῶς κάκιστος ὤν.
946δεῖξον δ’, ἐπειδή γ’ ἐς μίασμ’ ἐλήλυθας,
947τὸ σὸν πρόσωπον δεῦρ’ ἐναντίον πατρί.
948σὺ δὴ θεοῖσιν ὡς περισσὸς ὢν ἀνὴρ
949ξύνει; σὺ σώφρων καὶ κακῶν ἀκήρατος;
950οὐκ ἂν πιθοίμην τοῖσι σοῖς κόμποις ἐγὼ
951θεοῖσι προσθεὶς ἀμαθίαν φρονεῖν κακῶς.
952ἤδη νυν αὔχει καὶ δι’ ἀψύχου βορᾶς
953σίτοις καπήλευ’, Ὀρφέα τ’ ἄνακτ’ ἔχων
954βάκχευε πολλῶν γραμμάτων τιμῶν καπνούς·
955ἐπεί γ’ ἐλήφθης. τοὺς δὲ τοιούτους ἐγὼ
956φεύγειν προφωνῶ πᾶσι· θηρεύουσι γὰρ
957σεμνοῖς λόγοισιν, αἰσχρὰ μηχανώμενοι.
958τέθνηκεν ἥδε· τοῦτό σ’ ἐκσώσειν δοκεῖς;
959ἐν τῷδ’ ἁλίσκῃ πλεῖστον, ὦ κάκιστε σύ·
960ποῖοι γὰρ ὅρκοι κρείσσονες, τίνες λόγοι
961τῆσδ’ ἂν γένοιντ’ ἄν, ὥστε σ’ αἰτίαν φυγεῖν;
962μισεῖν σε φήσεις τήνδε καὶ τὸ δὴ νόθον
963τοῖς γνησίοισι πολέμιον πεφυκέναι·
964κακὴν ἄρ’ αὐτὴν ἔμπορον βίου λέγεις,
965εἰ δυσμενείᾳ σῇ τὰ φίλτατ’ ὤλεσεν.
966ἀλλ’ ὡς τὸ μῶρον ἀνδράσιν μὲν οὐκ ἔνι,
967γυναιξὶ δ’ ἐμπέφυκεν; οἶδ’ ἐγὼ νέους,
968οὐδὲν γυναικῶν ὄντας ἀσφαλεστέρους,
969ὅταν ταράξῃ Κύπρις ἡβῶσαν φρένα·
970τὸ δ’ ἄρσεν αὐτοὺς ὠφελεῖ προσκείμενον.
971νῦν οὖν — τί ταῦτα σοῖς ἁμιλλῶμαι λόγοις
972νεκροῦ παρόντος μάρτυρος σαφεστάτου;
973ἔξερρε γαίας τῆσδ’ ὅσον τάχος φυγάς,
974καὶ μήτ’ Ἀθήνας τὰς θεοδμήτους μόλῃς,
975μήτ’ εἰς ὅρους γῆς ἧς ἐμὸν κρατεῖ δόρυ.
976εἰ γὰρ παθών γε σοῦ τάδ’ ἡσσηθήσομαι,
977οὐ μαρτυρήσει μ’ Ἴσθμιος Σίνις ποτὲ
978κτανεῖν ἑαυτόν, ἀλλὰ κομπάζειν μάτην,
979οὐδ’ αἱ θαλάσσῃ σύννομοι Σκιρωνίδες
980φήσουσι πέτραι τοῖς κακοῖς μ’ εἶναι βαρύν.
Χορός
981οὐκ οἶδ’ ὅπως εἴποιμ’ ἂν εὐτυχεῖν τινα
982θνητῶν· τὰ γὰρ δὴ πρῶτ’ ἀνέστραπται πάλιν.
Ἱππόλυτος
983πάτερ, μένος μὲν ξύστασίς τε σῶν φρενῶν
984δεινή· τὸ μέντοι πρᾶγμ’ ἔχον καλοὺς λόγους,
985εἴ τις διαπτύξειεν, οὐ καλὸν τόδε.
986ἐγὼ δ’ ἄκομψος εἰς ὄχλον δοῦναι λόγον,
987ἐς ἥλικας δὲ κὠλίγους σοφώτερος.
988ἔχει δὲ μοῖραν καὶ τόδ’· οἱ γὰρ ἐν σοφοῖς
989φαῦλοι παρ’ ὄχλῳ μουσικώτεροι λέγειν.
990ὅμως δ’ ἀνάγκη, ξυμφορᾶς ἀφιγμένης,
991γλῶσσάν μ’ ἀφεῖναι. πρῶτα δ’ ἄρξομαι λέγειν,
992ὅθεν μ’ ὑπῆλθες πρῶτον ὡς διαφθερῶν
993κοὐκ ἀντιλέξοντ’. εἰσορᾷς φάος τόδε
994καὶ γαῖαν· ἐν τοῖσδ’ οὐκ ἔνεστ’ ἀνὴρ ἐμοῦ,
995οὐδ’ ἢν σὺ μὴ φῇς, σωφρονέστερος γεγώς.
996ἐπίσταμαι γὰρ πρῶτα μὲν θεοὺς σέβειν,
997φίλοις τε χρῆσθαι μὴ ἀδικεῖν πειρωμένοις,
998ἀλλ’ οἷσιν αἰδὼς μήτ’ ἐπαγγέλλειν κακὰ
999μήτ’ ἀνθυπουργεῖν αἰσχρὰ τοῖσι χρωμένοις·
1000οὐκ ἐγγελαστὴς τῶν ὁμιλούντων, πάτερ,
1001ἀλλ’ αὑτὸς οὐ παροῦσι κἀγγὺς ὢν φίλοις.
1002ἑνὸς δ’ ἄθικτος, ᾧ με νῦν ἑλεῖν δοκεῖς·
1003λέχους γὰρ ἐς τόδ’ ἡμέρας ἁγνὸν δέμας·
1004οὐκ οἶδα πρᾶξιν τήνδε πλὴν λόγῳ κλύων
1005γραφῇ τε λεύσσων· οὐδὲ ταῦτα γὰρ σκοπεῖν
1006πρόθυμός εἰμι, παρθένον ψυχὴν ἔχων.
1007καὶ δὴ τὸ σῶφρον τοὐμὸν οὐ πείθει σ’· ἴτω·
1008δεῖ δή σε δεῖξαι τῷ τρόπῳ διεφθάρην.
1009πότερα τὸ τῆσδε σῶμ’ ἐκαλλιστεύετο
1010πασῶν γυναικῶν; ἢ σὸν οἰκήσειν δόμον
1011ἔγκληρον εὐνὴν προσλαβὼν ἐπήλπισα;
1012μάταιος ἆρ’ ἦν, οὐδαμοῦ μὲν οὖν φρενῶν.
1013ἀλλ’ ὡς τυραννεῖν ἡδύ; τοῖσι σώφροσιν
1014ἥκιστά γ’, εἰ μὴ τὰς φρένας διέφθορεν
1015θνητῶν ὅσοισιν ἁνδάνει μοναρχία.
1016ἐγὼ δ’ ἀγῶνας μὲν κρατεῖν Ἑλληνικοὺς
1017πρῶτος θέλοιμ’ ἄν, ἐν πόλει δὲ δεύτερος
1018σὺν τοῖς ἀρίστοις εὐτυχεῖν ἀεὶ φίλοις.
1019πράσσειν τε γὰρ πάρεστι, κίνδυνός τ’ ἀπὼν
1020κρείσσω δίδωσι τῆς τυραννίδος χάριν.
1021ἓν οὐ λέλεκται τῶν ἐμῶν, τὰ δ’ ἄλλ’ ἔχεις·
1022εἰ μὲν γὰρ ἦν μοι μάρτυς οἷός εἰμ’ ἐγώ,
1023καὶ τῆσδ’ ὁρώσης φέγγος ἠγωνιζόμην,
1024ἔργοις ἂν εἶδες τοὺς κακοὺς διεξιών·
1025νῦν δ’ ὅρκιόν σοι Ζῆνα καὶ πέδον χθονὸς
1026ὄμνυμι τῶν σῶν μήποθ’ ἅψασθαι γάμων
1027μηδ’ ἂν θελῆσαι μηδ’ ἂν ἔννοιαν λαβεῖν.
1028ἦ τἄρ’ ὀλοίμην ἀκλεὴς ἀνώνυμος,
1029ἄπολις ἄοικος, φυγὰς ἀλητεύων χθόνα,
1030καὶ μήτε πόντος μήτε γῆ δέξαιτό μου
1031σάρκας θανόντος, εἰ κακὸς πέφυκ’ ἀνήρ.
1032εἰ δ’ ἥδε δειμαίνουσ’ ἀπώλεσεν βίον
1033οὐκ οἶδ’· ἐμοὶ γὰρ οὐ θέμις πέρα λέγειν.
1034ἐσωφρόνησεν οὐκ ἔχουσα σωφρονεῖν,
1035ἡμεῖς δ’ ἔχοντες οὐ καλῶς ἐχρώμεθα.
Χορός
1036ἀρκοῦσαν εἶπας αἰτίας ἀποστροφήν,
1037ὅρκους παρασχών, πίστιν οὐ σμικράν, θεῶν.
Θησεύς
1038ἆρ’ οὐκ ἐπῳδὸς καὶ γόης πέφυχ’ ὅδε,
1039ὃς τὴν ἐμὴν πέποιθεν εὐοργησίᾳ
1040ψυχὴν κρατήσειν, τὸν τεκόντ’ ἀτιμάσας;
Ἱππόλυτος
1041καὶ σοῦ γε ταὐτὰ κάρτα θαυμάζω, πάτερ·
1042εἰ γὰρ σὺ μὲν παῖς ἦσθ’, ἐγὼ δὲ σὸς πατήρ,
1043ἔκτεινά τοί σ’ ἂν κοὐ φυγαῖς ἐζημίουν,
1044εἴπερ γυναικὸς ἠξίουν σ’ ἐμῆς θιγεῖν.
Θησεύς
1045ὡς ἄξιον τόδ’ εἶπας· οὐχ οὕτω θανῇ.
1047ταχὺς γὰρ Ἅιδης ῥᾷστος ἀνδρὶ δυστυχεῖ·
1048ἀλλ’ ἐκ πατρῴας φυγὰς ἀλητεύων χθονὸς
1046ὥσπερ σὺ σαυτῷ τόνδε προύθηκας νόμον —
1049ξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσεις βίον·
1050μισθὸς γὰρ οὗτός ἐστιν ἀνδρὶ δυσσεβεῖ.
Ἱππόλυτος
1051οἴμοι, τί δράσεις; οὐδὲ μηνυτὴν χρόνον
1052δέξῃ καθ’ ἡμῶν, ἀλλά μ’ ἐξελᾷς χθονός;
Θησεύς
1053πέραν γε πόντου καὶ τόπων Ἀτλαντικῶν,
1054εἴ πως δυναίμην, ὡς σὸν ἐχθαίρω κάρα.
Ἱππόλυτος
1055οὐδ’ ὅρκον οὐδὲ πίστιν οὐδὲ μάντεων
1056φήμας ἐλέγξας ἄκριτον ἐκβαλεῖς με γῆς;
Θησεύς
1057ἡ δέλτος ἥδε κλῆρον οὐ δεδεγμένη
1058κατηγορεῖ σου πιστά· τοὺς δ’ ὑπὲρ κάρα
1059φοιτῶντας ὄρνις πόλλ’ ἐγὼ χαίρειν λέγω.
Ἱππόλυτος
1060ὦ θεοί, τί δῆτα τοὐμὸν οὐ λύω στόμα,
1061ὅστις γ’ ὑφ’ ὑμῶν, οὓς σέβω, διόλλυμαι;
1062οὐ δῆτα· πάντως οὐ πίθοιμ’ ἂν οὕς με δεῖ,
1063μάτην δ’ ἂν ὅρκους συγχέαιμ’ οὓς ὤμοσα.
Θησεύς
1064οἴμοι, τὸ σεμνὸν ὥς μ’ ἀποκτενεῖ τὸ σόν.
1065οὐκ εἶ πατρῴας ἐκτὸς ὡς τάχιστα γῆς;
Ἱππόλυτος
1066ποῖ δῆθ’ ὁ τλήμων τρέψομαι; τίνος ξένων
1067δόμους ἔσειμι, τῇδ’ ἐπ’ αἰτίᾳ φυγών;
Θησεύς
1068ὅστις γυναικῶν λυμεῶνας ἥδεται
1069ξένους κομίζων καὶ ξυνοικούρους κακῶν.
Ἱππόλυτος
1070αἰαῖ, πρὸς ἧπαρ· δακρύων τ’ ἐγγὺς τόδε,
1071εἰ δὴ κακός γε φαίνομαι, δοκῶ τέ σοι.
Θησεύς
1072τότε στενάζειν καὶ προγιγνώσκειν σ’ ἐχρῆν
1073ὅτ’ ἐς πατρῴαν ἄλοχον ὑβρίζειν ἔτλης.
Ἱππόλυτος
1074ὦ δώματ’, εἴθε φθέγμα γηρύσαισθέ μοι
1075καὶ μαρτυρήσαιτ’ εἰ κακὸς πέφυκ’ ἀνήρ.
Θησεύς
1076ἐς τοὺς ἀφώνους μάρτυρας φεύγεις σοφῶς·
1077τὸ δ’ ἔργον οὐ λέγον σε μηνύει κακόν.
Ἱππόλυτος
1078φεῦ·
1078aεἴθ’ ἦν ἐμαυτὸν προσβλέπειν ἐναντίον
1079στάνθ’, ὡς ἐδάκρυσ’ οἷα πάσχομεν κακά.
Θησεύς
1080πολλῷ γε μᾶλλον σαυτὸν ἤσκησας σέβειν
1081ἢ τοὺς τεκόντας ὅσια δρᾶν δίκαιος ὤν.
Ἱππόλυτος
1082ὦ δυστάλαινα μῆτερ, ὦ πικραὶ γοναί·
1083μηδείς ποτ’ εἴη τῶν ἐμῶν φίλων νόθος.
Θησεύς
1084οὐχ ἕλξετ’ αὐτόν, δμῶες; οὐκ ἀκούετε
1085πάλαι ξενοῦσθαι τόνδε προυννέποντά με;
Ἱππόλυτος
1086κλαίων τις αὐτῶν ἆρ’ ἐμοῦ τεθίξεται·
1087σὺ δ’ αὐτός, εἴ σοι θυμός, ἐξώθει χθονός.
Θησεύς
1088δράσω τάδ’, εἰ μὴ τοῖς ἐμοῖς πείσῃ λόγοις·
1089οὐ γάρ τις οἶκτος σῆς μ’ ὑπέρχεται φυγῆς.
Ἱππόλυτος
1090ἄραρεν, ὡς ἔοικεν· ὦ τάλας ἐγώ·
1091ὡς οἶδα μὲν ταῦτ’, οἶδα δ’ οὐχ ὅπως φράσω.
1092ὦ φιλτάτη μοι δαιμόνων Λητοῦς κόρη,
1093σύνθακε, συγκύναγε, φευξόμεσθα δὴ
1094κλεινὰς Ἀθήνας. ἀλλὰ χαιρέτω πόλις
1095καὶ γαῖ’ Ἐρεχθέως· ὦ πέδον Τροζήνιον,
1096ὡς ἐγκαθηβᾶν πόλλ’ ἔχεις εὐδαίμονα,
1097χαῖρ’· ὕστατον γάρ σ’ εἰσορῶν προσφθέγγομαι.
1098ἴτ’ ὦ νέοι μοι τῆσδε γῆς ὁμήλικες,
1099προσείπαθ’ ἡμᾶς καὶ προπέμψατε χθονός·
1100ὡς οὔποτ’ ἄλλον ἄνδρα σωφρονέστερον
1101ὄψεσθε, κεἰ μὴ ταῦτ’ ἐμῷ δοκεῖ πατρί.