The Greek Library Author

Euripides

Ἱππόλυτος

Choral 2

Title variantsἹππόλυτος · Hippolytus · Hippolyte

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg005.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 2

Strophe 1

Χορός

121Ὠκεανοῦ τις ὕδωρ στάζουσα πέτρα λέγεται,

122βαπτὰν κάλπισι ῥυτὰν πα-

123γὰν προιεῖσα κρημνῶν·

125ὅθι μοί τις ἦν φίλα

126πορφύρεα φάρεα

127ποταμίᾳ δρόσῳ

128τέγγουσα, θερ-

128aμᾶς δ’ ἐπὶ νῶτα πέτρας εὐ-

129αλίου κατέβαλλ’· ὅθεν

130μοι πρώτα φάτις ἦλθε δεσποίνας·

Antistrophe 1

Χορός

131τειρομέναν νοσερᾷ κοίτᾳ δέμας ἐντὸς ἔχειν

132οἴκων, λεπτὰ δὲ φάρη ξάν-

133θαν κεφαλὰν σκιάζειν·

135τριτάταν δέ νιν κλύω

136τάνδ’ ἀβρωσίᾳ

137στόματος ἁμέραν

138Δάματρος ἀ-

138aκτᾶς δέμας ἁγνὸν ἴσχειν, κρυ-

139πτῷ πένθει θανάτου θέλου-

140σαν κέλσαι ποτὶ τέρμα δύστανον.

Strophe 2

Χορός

141— ἦ σὺ γ’ ἔνθεος, ὦ κούρα,

142εἴτ’ ἐκ Πανὸς εἴθ’ Ἑκάτας

143ἢ σεμνῶν Κορυβάντων φοι-

144τᾷς ἢ ματρὸς ὀρείας;

145— σὺ δ’ ἀμφὶ τὰν πολύθηρον Δί-

146κτυνναν ἀμπλακίαις ἀνίε-

147ρος ἀθύτων πελάνων τρύχῃ;

148φοιτᾷ γὰρ καὶ διὰ λίμνας

149χέρσον θ’ ὑπὲρ πελάγους

150δίναις ἐν νοτίαις ἅλμας.

Antistrophe 2

Χορός

151— ἢ πόσιν, τὸν Ἐρεχθειδᾶν

152ἀρχαγόν, τὸν εὐπατρίδαν,

153ποιμαίνει τις ἐν οἴκοις κρυ-

154πτὰ κοίτα λεχέων σῶν;

155— ἢ ναυβάτας τις ἔπλευσεν Κρή-

156τας ἔξορμος ἀνὴρ λιμένα

157τὸν εὐξεινότατον ναύταις,

158φήμαν πέμπων βασιλείᾳ,

159λύπᾳ δ’ ὑπὲρ παθέων

160εὐναία δέδεται ψυχά;

Epode 5

Χορός

161— φιλεῖ δὲ τᾷ δυστρόπῳ γυναικῶν

162ἁρμονίᾳ κακὰ δύστανος ἀμηχανία συνοικεῖν,

163ὠδινῶν τε καὶ ἀφροσύνας.

165δι’ ἐμᾶς ᾖξέν ποτε νηδύος ἅδ’

166αὔρα. τὰν δ’ εὔλοχον οὐρανίαν

167τόξων μεδέουσαν ἀύτευν

168Ἄρτεμιν, καί μοι πολυζήλωτος αἰεὶ

169σὺν θεοῖσι φοιτᾷ.