Ἱππόλυτος
Episode 11
Title variantsἹππόλυτος · Hippolytus · Hippolyte
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg005.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 11
Anapests 1
Ἄρτεμις
1283σὲ τὸν εὐπατρίδην Αἰγέως κέλομαι
1284παῖδ’ ἐπακοῦσαι·
1285Λητοῦς δὲ κόρη σ’ Ἄρτεμις αὐδῶ.
1286Θησεῦ, τί τάλας τοῖσδε συνήδῃ,
1287παῖδ’ οὐχ ὁσίως σὸν ἀποκτείνας,
1288ψευδέσι μύθοις ἀλόχου πεισθεὶς
1289ἀφανῆ; φανερὰν δ’ ἔσχεθες ἄτην.
1290πῶς οὐχ ὑπὸ γῆς τάρταρα κρύπτεις
1291δέμας αἰσχυνθείς,
1292ἢ πτηνὸς ἄνω μεταβὰς βίοτον
1293πήματος ἔξω πόδα τοῦδ’ ἀνέχεις;
1294ὡς ἔν γ’ ἀγαθοῖς ἀνδράσιν οὔ σοι
1295κτητὸν βιότου μέρος ἐστίν.
1296ἄκουε, Θησεῦ, σῶν κακῶν κατάστασιν·
1297καίτοι προκόψω γ’ οὐδέν, ἀλγυνῶ δέ σε.
1298ἀλλ’ ἐς τόδ’ ἦλθον, παιδὸς ἐκδεῖξαι φρένα
1299τοῦ σοῦ δικαίαν, ὡς ὑπ’ εὐκλείας θάνῃ,
1300καὶ σῆς γυναικὸς οἶστρον ἢ τρόπον τινὰ
1301γενναιότητα· τῆς γὰρ ἐχθίστης θεῶν
1302ἡμῖν, ὅσαισι παρθένειος ἡδονή,
1303δηχθεῖσα κέντροις παιδὸς ἠράσθη σέθεν.
1304γνώμῃ δὲ νικᾶν τὴν Κύπριν πειρωμένη
1305τροφοῦ διώλετ’ οὐχ ἑκοῦσα μηχαναῖς,
1306ἣ σῷ δι’ ὅρκων παιδὶ σημαίνει νόσον.
1307ὃ δ’, ὥσπερ ὢν δίκαιος, οὐκ ἐφέσπετο
1308λόγοισιν, οὐδ’ αὖ πρὸς σέθεν κακούμενος
1309ὅρκων ἀφεῖλε πίστιν, εὐσεβὴς γεγώς.
1310ἣ δ’ εἰς ἔλεγχον μὴ πέσῃ φοβουμένη
1311ψευδεῖς γραφὰς ἔγραψε καὶ διώλεσεν
1312δόλοισι σὸν παῖδ’· ἀλλ’ ὅμως ἔπεισέ σε.
Θησεύς
1313οἴμοι.
Ἄρτεμις
1313aδάκνει σε, Θησεῦ, μῦθος; ἀλλ’ ἔχ’ ἥσυχος,
1314τοὐνθένδ’ ἀκούσας ὡς ἂν οἰμώξῃς πλέον.
1315ἆρ’ οἶσθα πατρὸς τρεῖς ἀρὰς ἔχων σαφεῖς;
1316ὧν τὴν μίαν παρεῖλες, ὦ κάκιστε σύ,
1317ἐς παῖδα τὸν σόν, ἐξὸν εἰς ἐχθρόν τινα.
1318πατὴρ μὲν οὖν σοι πόντιος φρονῶν καλῶς
1319ἔδωχ’ ὅσονπερ χρῆν, ἐπείπερ ᾔνεσεν·
1320σὺ δ’ ἔν τ’ ἐκείνῳ κἀν ἐμοὶ φαίνῃ κακός,
1321ὃς οὔτε πίστιν οὔτε μάντεων ὄπα
1322ἔμεινας, οὐκ ἤλεγξας, οὐ χρόνῳ μακρῷ
1323σκέψιν παρέσχες, ἀλλὰ θᾶσσον ἤ σ’ ἐχρῆν
1324ἀρὰς ἀφῆκας παιδὶ καὶ κατέκτανες.
Θησεύς
1325δέσποιν’, ὀλοίμην.
Ἄρτεμις
1325bδείν’ ἔπραξας, ἀλλ’ ὅμως
1326ἔτ’ ἔστι καί σοι τῶνδε συγγνώμης τυχεῖν·
1327Κύπρις γὰρ ἤθελ’ ὥστε γίγνεσθαι τόδε,
1328πληροῦσα θυμόν. θεοῖσι δ’ ὧδ’ ἔχει νόμος·
1329οὐδεὶς ἀπαντᾶν βούλεται προθυμίᾳ
1330τῇ τοῦ θέλοντος, ἀλλ’ ἀφιστάμεσθ’ ἀεί.
1331ἐπεί, σάφ’ ἴσθι, Ζῆνα μὴ φοβουμένη
1332οὐκ ἄν ποτ’ ἦλθον ἐς τόδ’ αἰσχύνης ἐγὼ
1333ὥστ’ ἄνδρα πάντων φίλτατον βροτῶν ἐμοὶ
1334θανεῖν ἐᾶσαι. τὴν δὲ σὴν ἁμαρτίαν
1335τὸ μὴ εἰδέναι μὲν πρῶτον ἐκλύει κάκης·
1336ἔπειτα δ’ ἡ θανοῦσ’ ἀνήλωσεν γυνὴ
1337λόγων ἐλέγχους ὥστε σὴν πεῖσαι φρένα.
1338μάλιστα μέν νυν σοὶ τάδ’ ἔρρωγεν κακά,
1339λύπη δὲ κἀμοί· τοὺς γὰρ εὐσεβεῖς θεοὶ
1340θνῄσκοντας οὐ χαίρουσι· τούς γε μὴν κακοὺς
1341αὐτοῖς τέκνοισι καὶ δόμοις ἐξόλλυμεν.
Anapests 2
Χορός
1342καὶ μὴν ὁ τάλας ὅδε δὴ στείχει,
1343σάρκας νεαρὰς ξανθόν τε κάρα
1344διαλυμανθείς. ὦ πόνος οἴκων,
1345οἷον ἐκράνθη δίδυμον μελάθροις
1346πένθος θεόθεν καταληπτόν.
Anapests 3
Ἱππόλυτος
1347αἰαῖ αἰαῖ·
1348δύστηνος ἐγώ, πατρὸς ἐξ ἀδίκου
1349χρησμοῖς ἀδίκοις διελυμάνθην.
1350ἀπόλωλα τάλας, οἴμοι μοι.
1351διά μου κεφαλῆς ᾄσσουσ’ ὀδύναι,
1352κατὰ δ’ ἐγκέφαλον πηδᾷ σφάκελος.
1353σχές, ἀπειρηκὸς σῶμ’ ἀναπαύσω.
1354ἓ ἕ·
1355ὦ στυγνὸν ὄχημ’ ἵππειον, ἐμῆς
1356βόσκημα χερός,
1357διά μ’ ἔφθειρας, κατὰ δ’ ἔκτεινας.
1358φεῦ φεῦ· πρὸς θεῶν, ἀτρέμας, δμῶες,
1359χροὸς ἑλκώδους ἅπτεσθε χεροῖν.
1360τίς ἐφέστηκεν δεξιὰ πλευροῖς;
1361πρόσφορά μ’ αἴρετε, σύντονα δ’ ἕλκετε
1362τὸν κακοδαίμονα καὶ κατάρατον
1363πατρὸς ἀμπλακίαις. Ζεῦ Ζεῦ, τάδ’ ὁρᾷς;
1364ὅδ’ ὁ σεμνὸς ἐγὼ καὶ θεοσέπτωρ,
1365ὅδ’ ὁ σωφροσύνῃ πάντας ὑπερσχὼν
1366προῦπτον ἐς Ἅιδην στείχω κατ’ ἄκρας
1367ὀλέσας βίοτον· μόχθους δ’ ἄλλως
1368τῆς εὐσεβίας
1369εἰς ἀνθρώπους ἐπόνησα.
Lyric 4
Ἱππόλυτος
1370αἰαῖ αἰαῖ·
1371καὶ νῦν ὀδύνα μ’ ὀδύνα βαίνει —
1372μέθετέ με, τάλανες —
1373καί μοι θάνατος Παιὰν ἔλθοι.
1374προσαπόλλυτ’ ἀπόλλυτε τὸν δυσδαί-
1375μονά μ’· ἀμφιτόμου λόγχας ἔραμαι,
1376διαμοιρᾶσαι
1377διά τ’ εὐνᾶσαι τὸν ἐμὸν βίοτον.
1378ὦ πατρὸς ἐμοῦ δύστηνος ἀρά·
1379μιαιφόνων τε συγγόνων παλαιῶν
1380προγεννητόρων ἐξορίζεται
1381κακόν, οὐδὲ μέλλει,
1382ἔμολέ τ’ ἐπ’ ἐμὲ τί ποτε τὸν οὐ-
1383δὲν ὄντ’ ἐπαίτιον κακῶν;
1384ἰώ μοί μοι·
1385— τί φῶ; πῶς ἀπαλλάξω βιοτὰν ἐμὰν τάνδ’ ἀναλ-
1386γήτου πάθους; εἴθε με κοι-
1387μάσειε τὸν δυσδαίμον’ Ἅι-
1388δου μέλαινα νύκτερός τ’ ἀνάγκα.
Ἄρτεμις
1389ὦ τλῆμον, οἵᾳ συμφορᾷ συνεζύγης·
1390τὸ δ’ εὐγενές σε τῶν φρενῶν ἀπώλεσεν.
Ἱππόλυτος
1391ἔα·
1391aὦ θεῖον ὀδμῆς πνεῦμα· καὶ γὰρ ἐν κακοῖς
1392ὢν ᾐσθόμην σου κἀνεκουφίσθην δέμας·
1393ἔστ’ ἐν τόποισι τοισίδ’ Ἄρτεμις θεά.
Ἄρτεμις
1394ὦ τλῆμον, ἔστι, σοί γε φιλτάτη θεῶν.
Ἱππόλυτος
1395ὁρᾷς με, δέσποιν’, ὡς ἔχω, τὸν ἄθλιον;
Ἄρτεμις
1396ὁρῶ· κατ’ ὄσσων δ’ οὐ θέμις βαλεῖν δάκρυ.
Ἱππόλυτος
1397οὐκ ἔστι σοι κυναγὸς οὐδ’ ὑπηρέτης,
Ἄρτεμις
1398οὐ δῆτ’· ἀτάρ μοι προσφιλής γ’ ἀπόλλυσαι.
Ἱππόλυτος
1399οὐδ’ ἱππονώμας οὐδ’ ἀγαλμάτων φύλαξ.
Ἄρτεμις
1400Κύπρις γὰρ ἡ πανοῦργος ὧδ’ ἐμήσατο.
Ἱππόλυτος
1401ὤμοι· φρονῶ δὴ δαίμον’ ἥ μ’ ἀπώλεσεν.
Ἄρτεμις
1402τιμῆς ἐμέμφθη σωφρονοῦντι δ’ ἤχθετο.
Ἱππόλυτος
1403τρεῖς ὄντας ἡμᾶς ὤλεσ’, ᾔσθημαι, Κύπρις.
Ἄρτεμις
1404πατέρα γε καὶ σὲ καὶ τρίτην ξυνάορον.
Ἱππόλυτος
1405ᾤμωξα τοίνυν καὶ πατρὸς δυσπραξίας.
Ἄρτεμις
1406ἐξηπατήθη δαίμονος βουλεύμασιν.
Ἱππόλυτος
1407ὦ δυστάλας σὺ τῆσδε συμφορᾶς, πάτερ.
Θησεύς
1408ὄλωλα, τέκνον, οὐδέ μοι χάρις βίου.
Ἱππόλυτος
1409στένω σὲ μᾶλλον ἢ ’μὲ τῆς ἁμαρτίας.
Θησεύς
1410εἰ γὰρ γενοίμην, τέκνον, ἀντὶ σοῦ νεκρός.
Ἱππόλυτος
1411ὦ δῶρα πατρὸς σοῦ Ποσειδῶνος πικρά.
Θησεύς
1412ὡς μήποτ’ ἐλθεῖν ὤφελ’ ἐς τοὐμὸν στόμα.
Ἱππόλυτος
1413τί δ’; ἔκτανές τἄν μ’, ὡς τότ’ ἦσθ’ ὠργισμένος.
Θησεύς
1414δόξης γὰρ ἦμεν πρὸς θεῶν ἐσφαλμένοι.
Ἱππόλυτος
1415φεῦ·
1415aεἴθ’ ἦν ἀραῖον δαίμοσιν βροτῶν γένος.
Ἄρτεμις
1416ἔασον· οὐ γὰρ οὐδὲ γῆς ὑπὸ ζόφον
1417θεᾶς ἄτιμοι Κύπριδος ἐκ προθυμίας
1418ὀργαὶ κατασκήψουσιν ἐς τὸ σὸν δέμας
1419σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν.
1420ἐγὼ γὰρ αὐτῆς ἄλλον ἐξ ἐμῆς χερὸς
1421ὃς ἂν μάλιστα φίλτατος κυρῇ βροτῶν
1422τόξοις ἀφύκτοις τοῖσδε τιμωρήσομαι.
1423σοὶ δ’, ὦ ταλαίπωρ’, ἀντὶ τῶνδε τῶν κακῶν
1424τιμὰς μεγίστας ἐν πόλει Τροζηνίᾳ
1425δώσω· κόραι γὰρ ἄζυγες γάμων πάρος
1426κόμας κεροῦνταί σοι, δι’ αἰῶνος μακροῦ
1427πένθη μέγιστα δακρύων καρπουμένῳ.
1428ἀεὶ δὲ μουσοποιὸς ἐς σὲ παρθένων
1429ἔσται μέριμνα, κοὐκ ἀνώνυμος πεσὼν
1430ἔρως ὁ Φαίδρας ἐς σὲ σιγηθήσεται.
1431σὺ δ’, ὦ γεραιοῦ τέκνον Αἰγέως, λαβὲ
1432σὸν παῖδ’ ἐν ἀγκάλαισι καὶ προσέλκυσαι·
1433ἄκων γὰρ ὤλεσάς νιν· ἀνθρώποισι δὲ
1434θεῶν διδόντων εἰκὸς ἐξαμαρτάνειν.
1435καὶ σοὶ παραινῶ πατέρα μὴ στυγεῖν σέθεν,
1436Ἱππόλυτ’· ἔχεις γὰρ μοῖραν ᾗ διεφθάρης.
1437καὶ χαῖρ’· ἐμοὶ γὰρ οὐ θέμις φθιτοὺς ὁρᾶν
1438οὐδ’ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς·
1439ὁρῶ δέ σ’ ἤδη τοῦδε πλησίον κακοῦ.
Ἱππόλυτος
1440χαίρουσα καὶ σὺ στεῖχε, παρθέν’ ὀλβία·
1441μακρὰν δὲ λείπεις ῥᾳδίως ὁμιλίαν.
1442λύω δὲ νεῖκος πατρὶ χρῃζούσης σέθεν·
1443καὶ γὰρ πάροιθε σοῖς ἐπειθόμην λόγοις.
1444αἰαῖ, κατ’ ὄσσων κιγχάνει μ’ ἤδη σκότος·
1445λαβοῦ, πάτερ, μου καὶ κατόρθωσον δέμας.
Θησεύς
1446οἴμοι, τέκνον, τί δρᾷς με τὸν δυσδαίμονα;
Ἱππόλυτος
1447ὄλωλα καὶ δὴ νερτέρων ὁρῶ πύλας.
Θησεύς
1448ἦ τὴν ἐμὴν ἄναγνον ἐκλιπὼν χέρα;
Ἱππόλυτος
1449οὐ δῆτ’, ἐπεί σε τοῦδ’ ἐλευθερῶ φόνου.
Θησεύς
1450τί φῄς; ἀφίης αἵματός μ’ ἐλεύθερον;
Ἱππόλυτος
1451τὴν τοξόδαμνον Ἄρτεμιν μαρτύρομαι.
Θησεύς
1452ὦ φίλταθ’, ὡς γενναῖος ἐκφαίνῃ πατρί.
Ἱππόλυτος
1455τοιῶνδε παίδων γνησίων εὔχου τυχεῖν.
Θησεύς
1454οἴμοι φρενὸς σῆς εὐσεβοῦς τε κἀγαθῆς.
Ἱππόλυτος
1453ὦ χαῖρε καὶ σύ, χαῖρε πολλά μοι, πάτερ.
Θησεύς
1456μή νυν προδῷς με, τέκνον, ἀλλὰ καρτέρει.
Ἱππόλυτος
1457κεκαρτέρηται τἄμ’· ὄλωλα γάρ, πάτερ.
1458κρύψον δέ μου πρόσωπον ὡς τάχος πέπλοις.
Θησεύς
1459ὦ κλείν’ Ἀθῆναι Παλλάδος θ’ ὁρίσματα,
1460οἵου στερήσεσθ’ ἀνδρός. ὦ τλήμων ἐγώ·
1461ὡς πολλά, Κύπρι, σῶν κακῶν μεμνήσομαι.
Anapests 5
Χορός
1462κοινὸν τόδ’ ἄχος πᾶσι πολίταις
1463ἦλθεν ἀέλπτως.
1464πολλῶν δακρύων ἔσται πίτυλος·
1465τῶν γὰρ μεγάλων ἀξιοπενθεῖς
1466φῆμαι μᾶλλον κατέχουσιν.