The Greek Library Author

Euripides

Ἱππόλυτος

Episode 3

Title variantsἹππόλυτος · Hippolytus · Hippolyte

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg005.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 3

Anapests 1

Χορός

170— ἀλλ’ ἥδε τροφὸς γεραιὰ πρὸ θυρῶν

171τήνδε κομίζουσ’ ἔξω μελάθρων·

172στυγνὸν δ’ ὀφρύων νέφος αὐξάνεται.

173τί ποτ’ ἔστι μαθεῖν ἔραται ψυχή,

174τί δεδήληται

175δέμας ἀλλόχροον βασιλείας.

Τροφός

176ὦ κακὰ θνητῶν στυγεραί τε νόσοι.

177τί σ’ ἐγὼ δράσω; τί δὲ μὴ δράσω;

178τόδε σοι φέγγος λαμπρόν, ὅδ’ αἰθήρ·

179ἔξω δὲ δόμων ἤδη νοσερᾶς

180δέμνια κοίτης.

181δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι·

182τάχα δ’ ἐς θαλάμους σπεύσεις τὸ πάλιν.

183ταχὺ γὰρ σφάλλῃ κοὐδενὶ χαίρεις,

184οὐδέ σ’ ἀρέσκει τὸ παρόν, τὸ δ’ ἀπὸν

185φίλτερον ἡγῇ.

186κρεῖσσον δὲ νοσεῖν ἢ θεραπεύειν·

187τὸ μέν ἐστιν ἁπλοῦν, τῷ δὲ συνάπτει

188λύπη τε φρενῶν χερσίν τε πόνος.

189πᾶς δ’ ὀδυνηρὸς βίος ἀνθρώπων,

190κοὐκ ἔστι πόνων ἀνάπαυσις.

191ἀλλ’ ὅ τι τοῦ ζῆν φίλτερον ἄλλο

192σκότος ἀμπίσχων κρύπτει νεφέλαις.

194τοῦ δ’ ὅ τι τοῦτο στίλβει κατὰ γῆν

193δυσέρωτες δὴ φαινόμεθ’ ὄντες,

195δι’ ἀπειροσύνην ἄλλου βιότου

196κοὐκ ἀπόδειξιν τῶν ὑπὸ γαίας·

197μύθοις δ’ ἄλλως φερόμεσθα.

Φαίδρα

198ἄρατέ μου δέμας, ὀρθοῦτε κάρα·

199λέλυμαι μελέων σύνδεσμα φίλων.

200λάβετ’ εὐπήχεις χεῖρας, πρόπολοι.

201βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχειν·

202ἄφελ’, ἀμπέτασον βόστρυχον ὤμοις.

Τροφός

203θάρσει, τέκνον, καὶ μὴ χαλεπῶς

204μετάβαλλε δέμας.

205ῥᾷον δὲ νόσον μετά θ’ ἡσυχίας

206καὶ γενναίου λήματος οἴσεις·

207μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη.

Φαίδρα

208αἰαῖ·

208aπῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος

209καθαρῶν ὑδάτων πῶμ’ ἀρυσαίμαν,

210ὑπό τ’ αἰγείροις ἔν τε κομήτῃ

211λειμῶνι κλιθεῖσ’ ἀναπαυσαίμαν;

Τροφός

212ὦ παῖ, τί θροεῖς;

213οὐ μὴ παρ’ ὄχλῳ τάδε γηρύσῃ

214μανίας ἔποχον ῥίπτουσα λόγον;

Φαίδρα

215πέμπετέ μ’ εἰς ὄρος· εἶμι πρὸς ὕλαν

216καὶ παρὰ πεύκας, ἵνα θηροφόνοι

217στείβουσι κύνες

218βαλιαῖς ἐλάφοις ἐγχριμπτόμεναι·

219πρὸς θεῶν, ἔραμαι κυσὶ θωΰξαι

220καὶ παρὰ χαίταν ξανθὰν ῥῖψαι

221Θεσσαλὸν ὅρπακ’, ἐπίλογχον ἔχουσ’

222ἐν χειρὶ βέλος.

Τροφός

223τί ποτ’, ὦ τέκνον, τάδε κηραίνεις;

224τί κυνηγεσίων καὶ σοὶ μελέτη;

225τί δὲ κρηναίων νασμῶν ἔρασαι;

226πάρα γὰρ δροσερὰ πύργοις συνεχὴς

227κλιτύς, ὅθεν σοι πῶμα γένοιτ’ ἄν.

Φαίδρα

228δέσποιν’ ἁλίας Ἄρτεμι Λίμνας

229καὶ γυμνασίων τῶν ἱπποκρότων,

230εἴθε γενοίμαν ἐν σοῖς δαπέδοις,

231πώλους Ἐνέτας δαμαλιζομένα.

Τροφός

232τί τόδ’ αὖ παράφρων ἔρριψας ἔπος;

233νῦν δὴ μὲν ὄρος βᾶσ’ ἐπὶ θήρας

234πόθον ἐστέλλου, νῦν δ’ αὖ ψαμάθοις

235ἐπ’ ἀκυμάντοις πώλων ἔρασαι.

236τάδε μαντείας ἄξια πολλῆς,

237ὅστις σε θεῶν ἀνασειράζει

238καὶ παρακόπτει φρένας, ὦ παῖ.

Φαίδρα

239δύστηνος ἐγώ, τί ποτ’ εἰργασάμην;

240ποῖ παρεπλάγχθην γνώμης ἀγαθῆς;

241ἐμάνην, ἔπεσον δαίμονος ἄτῃ.

242φεῦ φεῦ, τλήμων.

243μαῖα, πάλιν μου κρύψον κεφαλήν,

244αἰδούμεθα γὰρ τὰ λελεγμένα μοι.

245κρύπτε· κατ’ ὄσσων δάκρυ μοι βαίνει,

246καὶ ἐπ’ αἰσχύνην ὄμμα τέτραπται.

247τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾷ·

248τὸ δὲ μαινόμενον κακόν· ἀλλὰ κρατεῖ

249μὴ γιγνώσκοντ’ ἀπολέσθαι.

Τροφός

250κρύπτω· τὸ δ’ ἐμὸν πότε δὴ θάνατος

251σῶμα καλύψει;

252πολλὰ διδάσκει μ’ ὁ πολὺς βίοτος.

253χρῆν γὰρ μετρίας εἰς ἀλλήλους

254φιλίας θνητοὺς ἀνακίρνασθαι

255καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς,

256εὔλυτα δ’ εἶναι στέργηθρα φρενῶν

257ἀπό τ’ ὤσασθαι καὶ ξυντεῖναι.

258τὸ δ’ ὑπὲρ δισσῶν μίαν ὠδίνειν

259ψυχὴν χαλεπὸν βάρος, ὡς κἀγὼ

260τῆσδ’ ὑπεραλγῶ.

261βιότου δ’ ἀτρεκεῖς ἐπιτηδεύσεις

262φασὶ σφάλλειν πλέον ἢ τέρπειν

263τῇ θ’ ὑγιείᾳ μᾶλλον πολεμεῖν.

264οὕτω τὸ λίαν ἧσσον ἐπαινῶ

265τοῦ μηδὲν ἄγαν·

266καὶ ξυμφήσουσι σοφοί μοι.

Dialogue 2

Χορός

267γύναι γεραιά, βασιλίδος πιστὴ τροφὲ

268Φαίδρας, ὁρῶμεν τάσδε δυστήνους τύχας,

269ἄσημα δ’ ἡμῖν ἥτις ἐστὶν ἡ νόσος·

270σοῦ δ’ ἂν πυθέσθαι καὶ κλύειν βουλοίμεθ’ ἄν.

Τροφός

271οὐκ οἶδ’ ἐλέγχους· οὐ γὰρ ἐννέπειν θέλει.

Χορός

272οὐδ’ ἥτις ἀρχὴ τῶνδε πημάτων ἔφυ;

Τροφός

273ἐς ταὐτὸν ἥκεις· πάντα γὰρ σιγᾷ τάδε.

Χορός

274ὡς ἀσθενεῖ τε καὶ κατέξανται δέμας.

Τροφός

275πῶς δ’ οὔ, τριταίαν γ’ οὖσ’ ἄσιτος ἡμέραν;

Χορός

276πότερον ὑπ’ ἄτης ἢ θανεῖν πειρωμένη;

Τροφός

277θανεῖν; ἀσιτεῖ γ’ εἰς ἀπόστασιν βίου.

Χορός

278θαυμαστὸν εἶπας, εἰ τάδ’ ἐξαρκεῖ πόσει.

Τροφός

279κρύπτει γὰρ ἥδε πῆμα κοὔ φησιν νοσεῖν.

Χορός

280ὃ δ’ ἐς πρόσωπον οὐ τεκμαίρεται βλέπων;

Τροφός

281ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός.

Χορός

282σὺ δ’ οὐκ ἀνάγκην προσφέρεις, πειρωμένη

283νόσον πυθέσθαι τῆσδε καὶ πλάνον φρενῶν;

Τροφός

284ἐς πάντ’ ἀφῖγμαι κοὐδὲν εἴργασμαι πλέον·

285οὐ μὴν ἀνήσω γ’ οὐδὲ νῦν προθυμίας,

286ὡς ἂν παροῦσα καὶ σύ μοι ξυμμαρτυρῇς

287οἵα πέφυκα δυστυχοῦσι δεσπόταις.

288ἄγ’, ὦ φίλη παῖ, τῶν πάροιθε μὲν λόγων

289λαθώμεθ’ ἄμφω, καὶ σύ θ’ ἡδίων γενοῦ

290στυγνὴν ὀφρὺν λύσασα καὶ γνώμης ὁδόν,

291ἐγώ θ’ ὅπῃ σοι μὴ καλῶς τόθ’ εἱπόμην

292μεθεῖσ’ ἐπ’ ἄλλον εἶμι βελτίω λόγον.

293κεἰ μὲν νοσεῖς τι τῶν ἀπορρήτων κακῶν,

294γυναῖκες αἵδε συγκαθιστάναι νόσον·

295εἰ δ’ ἔκφορός σοι συμφορὰ πρὸς ἄρσενας,

296λέγ’, ὡς ἰατροῖς πρᾶγμα μηνυθῇ τόδε.

297εἶἑν· τί σιγᾷς; οὐκ ἐχρῆν σιγᾶν, τέκνον,

298ἀλλ’ ἤ μ’ ἐλέγχειν, εἴ τι μὴ καλῶς λέγω,

299ἢ τοῖσιν εὖ λεχθεῖσι συγχωρεῖν λόγοις.

300φθέγξαι τι, δεῦρ’ ἄθρησον. — ὦ τάλαιν’ ἐγώ,

301γυναῖκες, ἄλλως τούσδε μοχθοῦμεν πόνους,

302ἴσον δ’ ἄπεσμεν τῷ πρίν· οὔτε γὰρ τότε

303λόγοις ἐτέγγεθ’ ἥδε νῦν τ’ οὐ πείθεται. —

304ἀλλ’ ἴσθι μέντοι — πρὸς τάδ’ αὐθαδεστέρα

305γίγνου θαλάσσης — εἰ θανῇ, προδοῦσα σοὺς

306παῖδας πατρῴων μὴ μεθέξοντας δόμων,

307μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα,

308ἣ σοῖς τέκνοισι δεσπότην ἐγείνατο

309νόθον φρονοῦντα γνήσι’, οἶσθά νιν καλῶς,

310Ἱππόλυτον

Φαίδρα

310bοἴμοι.

Τροφός

310cθιγγάνει σέθεν τόδε;

Φαίδρα

311ἀπώλεσάς με, μαῖα, καί σε πρὸς θεῶν

312τοῦδ’ ἀνδρὸς αὖθις λίσσομαι σιγᾶν πέρι.

Τροφός

313ὁρᾷς; φρονεῖς μὲν εὖ, φρονοῦσα δ’ οὐ θέλεις

314παῖδάς τ’ ὀνῆσαι καὶ σὸν ἐκσῶσαι βίον.

Φαίδρα

315φιλῶ τέκν’· ἄλλῃ δ’ ἐν τύχῃ χειμάζομαι.

Τροφός

316ἁγνὰς μέν, ὦ παῖ, χεῖρας αἵματος φορεῖς;

Φαίδρα

317χεῖρες μὲν ἁγναί, φρὴν δ’ ἔχει μίασμά τι.

Τροφός

318μῶν ἐξ ἐπακτοῦ πημονῆς ἐχθρῶν τινος;

Φαίδρα

319φίλος μ’ ἀπόλλυσ’ οὐχ ἑκοῦσαν οὐχ ἑκών.

Τροφός

320Θησεύς τιν’ ἡμάρτηκεν ἐς σ’ ἁμαρτίαν;

Φαίδρα

321μὴ δρῶσ’ ἔγωγ’ ἐκεῖνον ὀφθείην κακῶς.

Τροφός

322τί γὰρ τὸ δεινὸν τοῦθ’ ὅ σ’ ἐξαίρει θανεῖν;

Φαίδρα

323ἔα μ’ ἁμαρτεῖν· οὐ γὰρ ἐς σὲ ἁμαρτάνω.

Τροφός

324οὐ δῆθ’ ἑκοῦσά γ’, ἐν δὲ σοὶ λελείψομαι.

Φαίδρα

325τί δρᾷς; βιάζῃ χειρὸς ἐξαρτωμένη;

Τροφός

326καὶ σῶν γε γονάτων, κοὐ μεθήσομαί ποτε.

Φαίδρα

327κάκ’, ὦ τάλαινα, σοὶ τάδ’, εἰ πεύσῃ, κακά.

Τροφός

328μεῖζον γὰρ ἢ σοῦ μὴ τυχεῖν τί μοι κακόν;

Φαίδρα

329ὀλεῖς· τὸ μέντοι πρᾶγμ’ ἐμοὶ τιμὴν φέρει.

Τροφός

330κἄπειτα κρύπτεις χρήσθ’ ἱκνουμένης ἐμοῦ;

Φαίδρα

331ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλὰ μηχανώμεθα.

Τροφός

332οὐκοῦν λέγουσα τιμιωτέρα φανῇ.

Φαίδρα

333ἄπελθε πρὸς θεῶν δεξιᾶς τ’ ἐμῆς μέθες.

Τροφός

334οὐ δῆτ’, ἐπεί μοι δῶρον οὐ δίδως ὃ χρῆν.

Φαίδρα

335δώσω· σέβας γὰρ χειρὸς αἰδοῦμαι τὸ σόν.

Τροφός

336σιγῷμ’ ἂν ἤδη· σὸς γὰρ οὑντεῦθεν λόγος.

Φαίδρα

337ὦ τλῆμον, οἷον, μῆτερ, ἠράσθης ἔρον,

Τροφός

338ὃν ἔσχε Ταύρου, τέκνον, ἢ τί φῂς τόδε;

Φαίδρα

339σύ τ’, ὦ τάλαιν’ ὅμαιμε, Διονύσου δάμαρ,

Τροφός

340τέκνον, τί πάσχεις; συγγόνους κακορροθεῖς;

Φαίδρα

341τρίτη δ’ ἐγὼ δύστηνος ὡς ἀπόλλυμαι.

Τροφός

342ἔκ τοι πέπληγμαι· ποῖ προβήσεται λόγος;

Φαίδρα

343ἐκεῖθεν ἡμεῖς, οὐ νεωστί, δυστυχεῖς.

Τροφός

344οὐδέν τι μᾶλλον οἶδ’ ἃ βούλομαι κλύειν.

Φαίδρα

345φεῦ·

345aπῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;

Τροφός

346οὐ μάντις εἰμὶ τἀφανῆ γνῶναι σαφῶς.

Φαίδρα

347τί τοῦθ’, ὃ δὴ λέγουσιν ἀνθρώπους, ἐρᾶν;

Τροφός

348ἥδιστον, ὦ παῖ, ταὐτὸν ἀλγεινόν θ’ ἅμα.

Φαίδρα

349ἡμεῖς ἂν εἶμεν θατέρῳ κεχρημένοι.

Τροφός

350τί φῄς; ἐρᾷς, ὦ τέκνον; ἀνθρώπων τίνος;

Φαίδρα

351ὅστις ποθ’ οὗτός ἐσθ’, ὁ τῆς Ἀμαζόνος

Τροφός

352Ἱππόλυτον αὐδᾷς;

Φαίδρα

352bσοῦ τάδ’, οὐκ ἐμοῦ κλύεις.

Τροφός

353οἴμοι, τί λέξεις, τέκνον; ὥς μ’ ἀπώλεσας.

354γυναῖκες, οὐκ ἀνασχέτ’· οὐκ ἀνέξομαι

355ζῶσ’· ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος.

356ῥίψω μεθήσω σῶμ’, ἀπαλλαχθήσομαι

357βίου θανοῦσα· χαίρετ’· οὐκέτ’ εἴμ’ ἐγώ.

358οἱ σώφρονες γὰρ οὐχ ἑκόντες, ἀλλ’ ὅμως

359κακῶν ἐρῶσι. Κύπρις οὐκ ἄρ’ ἦν θεός,

360ἀλλ’ εἴ τι μεῖζον ἄλλο γίγνεται θεοῦ,

361ἣ τήνδε κἀμὲ καὶ δόμους ἀπώλεσεν.

Strophe 1

Χορός

362ἄιες ὤ, ἔκλυες ὤ,

362aἀνήκουστα τᾶς

363τυράννου πάθεα μέλεα θρεομένας;

364— ὀλοίμαν ἔγωγε, πρὶν σὰν φιλίαν

365κατανύσαι φρενῶν. ἰώ μοι, φεῦ φεῦ.

366— ὦ τάλαινα τῶνδ’ ἀλγέων·

367— ὦ πόνοι τρέφοντες βροτούς.

368— ὄλωλας, ἐξέφηνας ἐς φάος κακά.

369— τίς σε παναμέριος ὅδε χρόνος μένει;

370— τελευτάσεταί τι καινὸν δόμοις.

371— ἄσημα δ’ οὐκέτ’ ἐστὶν οἷ φθίνει τύχα

372Κύπριδος, ὦ τάλαινα παῖ Κρησία.

Dialogue 4

Φαίδρα

373Τροζήνιαι γυναῖκες, αἳ τόδ’ ἔσχατον

374οἰκεῖτε χώρας Πελοπίας προνώπιον,

375ἤδη ποτ’ ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳ

376θνητῶν ἐφρόντισ’ ᾗ διέφθαρται βίος.

377καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν

378πράσσειν κάκιον· ἔστι γὰρ τό γ’ εὖ φρονεῖν

379πολλοῖσιν· ἀλλὰ τῇδ’ ἀθρητέον τόδε·

380τὰ χρήστ’ ἐπιστάμεσθα καὶ γιγνώσκομεν,

381οὐκ ἐκπονοῦμεν δ’, οἳ μὲν ἀργίας ὕπο,

382οἳ δ’ ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ

383ἄλλην τιν’. εἰσὶ δ’ ἡδοναὶ πολλαὶ βίου,

384μακραί τε λέσχαι καὶ σχολή, τερπνὸν κακόν,

385αἰδώς τε. δισσαὶ δ’ εἰσίν, ἣ μὲν οὐ κακή,

386ἣ δ’ ἄχθος οἴκων. εἰ δ’ ὁ καιρὸς ἦν σαφής,

387οὐκ ἂν δύ’ ἤστην ταὔτ’ ἔχοντε γράμματα.

388ταῦτ’ οὖν ἐπειδὴ τυγχάνω φρονοῦσ’ ἐγώ,

389οὐκ ἔσθ’ ὁποίῳ φαρμάκῳ διαφθερεῖν

390ἔμελλον, ὥστε τοὔμπαλιν πεσεῖν φρενῶν.

391λέξω δὲ καὶ σοὶ τῆς ἐμῆς γνώμης ὁδόν·

392ἐπεί μ’ ἔρως ἔτρωσεν, ἐσκόπουν ὅπως

393κάλλιστ’ ἐνέγκαιμ’ αὐτόν. ἠρξάμην μὲν οὖν

394ἐκ τοῦδε, σιγᾶν τήνδε καὶ κρύπτειν νόσον.

395γλώσσῃ γὰρ οὐδὲν πιστόν, ἣ θυραῖα μὲν

396φρονήματ’ ἀνδρῶν νουθετεῖν ἐπίσταται,

397αὐτὴ δ’ ὑφ’ αὑτῆς πλεῖστα κέκτηται κακά.

398τὸ δεύτερον δὲ τὴν ἄνοιαν εὖ φέρειν

399τῷ σωφρονεῖν νικῶσα προυνοησάμην.

400τρίτον δ’, ἐπειδὴ τοισίδ’ οὐκ ἐξήνυτον

401Κύπριν κρατῆσαι, κατθανεῖν ἔδοξέ μοι,

402κράτιστον — οὐδεὶς ἀντερεῖ — βουλευμάτων.

403ἐμοὶ γὰρ εἴη μήτε λανθάνειν καλὰ

404μήτ’ αἰσχρὰ δρώσῃ μάρτυρας πολλοὺς ἔχειν.

405τὸ δ’ ἔργον ᾔδη τὴν νόσον τε δυσκλεᾶ,

406γυνή τε πρὸς τοῖσδ’ οὖσ’ ἐγίγνωσκον καλῶς,

407μίσημα πᾶσιν. ὡς ὄλοιτο παγκάκως

408ἥτις πρὸς ἄνδρας ἤρξατ’ αἰσχύνειν λέχη

409πρώτη θυραίους. ἐκ δὲ γενναίων δόμων

410τόδ’ ἦρξε θηλείαισι γίγνεσθαι κακόν.

411ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῇ,

412ἦ κάρτα δόξει τοῖς κακοῖς γ’ εἶναι καλά.

413μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις,

414λάθρᾳ δὲ τόλμας οὐ καλὰς κεκτημένας.

415αἳ πῶς ποτ’, ὦ δέσποινα ποντία Κύπρι,

416βλέπουσιν ἐς πρόσωπα τῶν ξυνευνετῶν

417οὐδὲ σκότον φρίσσουσι τὸν ξυνεργάτην

418τέραμνά τ’ οἴκων μή ποτε φθογγὴν ἀφῇ;

419ἡμᾶς γὰρ αὐτὸ τοῦτ’ ἀποκτείνει, φίλαι,

420ὡς μήποτ’ ἄνδρα τὸν ἐμὸν αἰσχύνασ’ ἁλῶ,

421μὴ παῖδας οὓς ἔτικτον· ἀλλ’ ἐλεύθεροι

422παρρησίᾳ θάλλοντες οἰκοῖεν πόλιν

423κλεινῶν Ἀθηνῶν, μητρὸς οὕνεκ’ εὐκλεεῖς.

424δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ,

425ὅταν ξυνειδῇ μητρὸς ἢ πατρὸς κακά.

426μόνον δὲ τοῦτό φασ’ ἁμιλλᾶσθαι βίῳ,

427γνώμην δικαίαν κἀγαθήν, ὅτῳ παρῇ.

428κακοὺς δὲ θνητῶν ἐξέφην’, ὅταν τύχῃ,

429προθεὶς κάτοπτρον ὥστε παρθένῳ νέᾳ

430χρόνος· παρ’ οἷσι μήποτ’ ὀφθείην ἐγώ.

Χορός

431φεῦ φεῦ· τὸ σῶφρον ὡς ἁπανταχοῦ καλὸν

432καὶ δόξαν ἐσθλὴν ἐν βροτοῖς καρπίζεται.

Τροφός

433δέσποιν’, ἐμοί τοι συμφορὰ μὲν ἀρτίως

434ἡ σὴ παρέσχε δεινὸν ἐξαίφνης φόβον·

435νῦν δ’ ἐννοοῦμαι φαῦλος οὖσα· κἀν βροτοῖς

436αἱ δεύτεραί πως φροντίδες σοφώτεραι.

437οὐ γὰρ περισσὸν οὐδὲν οὐδ’ ἔξω λόγου

438πέπονθας· ὀργαὶ δ’ ἐς σ’ ἀπέσκηψαν θεᾶς.

439ἐρᾷς· τί τοῦτο θαῦμα; σὺν πολλοῖς βροτῶν.

440κἄπειτ’ ἔρωτος οὕνεκα ψυχὴν ὀλεῖς;

441οὔ τἄρα λύει τοῖς ἐρῶσι τῶν πέλας,

442ὅσοι τε μέλλουσ’, εἰ θανεῖν αὐτοὺς χρεών·

443Κύπρις γὰρ οὐ φορητός, ἢν πολλὴ ῥυῇ·

444ἣ τὸν μὲν εἴκονθ’ ἡσυχῇ μετέρχεται,

445ὃν δ’ ἂν περισσὸν καὶ φρονοῦνθ’ εὕρῃ μέγα,

446τοῦτον λαβοῦσα — πῶς δοκεῖς; — καθύβρισεν.

447φοιτᾷ δ’ ἀν’ αἰθέρ’, ἔστι δ’ ἐν θαλασσίῳ

448κλύδωνι Κύπρις, πάντα δ’ ἐκ ταύτης ἔφυ·

449ἥδ’ ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσ’ ἔρον

450οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν’ ἔγγονοι.

451ὅσοι μὲν οὖν γραφάς τε τῶν παλαιτέρων

452ἔχουσιν αὐτοί τ’ εἰσὶν ἐν μούσαις ἀεί,

453ἴσασι μὲν Ζεὺς ὥς ποτ’ ἠράσθη γάμων

454Σεμέλης, ἴσασι δ’ ὡς ἀνήρπασέν ποτε

455ἡ καλλιφεγγὴς Κέφαλον ἐς θεοὺς Ἕως

456ἔρωτος εἵνεκ’· ἀλλ’ ὅμως ἐν οὐρανῷ

457ναίουσι κοὐ φεύγουσιν ἐκποδὼν θεούς,

458στέργουσι δ’, οἶμαι, ξυμφορᾷ νικώμενοι.

459σὺ δ’ οὐκ ἀνέξῃ; χρῆν σ’ ἐπὶ ῥητοῖς ἄρα

460πατέρα φυτεύειν, ἢ ’πὶ δεσπόταις θεοῖς

461ἄλλοισιν, εἰ μὴ τούσδε γε στέρξεις νόμους.

462πόσους δοκεῖς δὴ κάρτ’ ἔχοντας εὖ φρενῶν

463νοσοῦνθ’ ὁρῶντας λέκτρα μὴ δοκεῖν ὁρᾶν;

464πόσους δὲ παισὶ πατέρας ἡμαρτηκόσι

465συνεκκομίζειν Κύπριν; ἐν σοφοῖσι γὰρ

466τάδ’ ἐστὶ θνητῶν, λανθάνειν τὰ μὴ καλά.

467οὐδ’ ἐκπονεῖν τοι χρὴ βίον λίαν βροτούς·

468οὐδὲ στέγην γὰρ ἧς κατηρεφεῖς δόμοι

469καλῶς ἀκριβώσειαν· ἐς δὲ τὴν τύχην

470πεσοῦσ’ ὅσην σὺ πῶς ἂν ἐκνεῦσαι δοκεῖς;

471ἀλλ’, εἰ τὰ πλείω χρηστὰ τῶν κακῶν ἔχεις,

472ἄνθρωπος οὖσα, κάρτα γ’ εὖ πράξειας ἄν.

473ἀλλ’, ὦ φίλη παῖ, λῆγε μὲν κακῶν φρενῶν,

474λῆξον δ’ ὑβρίζουσ’· οὐ γὰρ ἄλλο πλὴν ὕβρις

475τάδ’ ἐστί, κρείσσω δαιμόνων εἶναι θέλειν·

476τόλμα δ’ ἐρῶσα· θεὸς ἐβουλήθη τάδε.

477νοσοῦσα δ’ εὖ πως τὴν νόσον καταστρέφου.

478εἰσὶν δ’ ἐπῳδαὶ καὶ λόγοι θελκτήριοι·

479φανήσεταί τι τῆσδε φάρμακον νόσου.

480ἦ τἄρ’ ἂν ὀψέ γ’ ἄνδρες ἐξεύροιεν ἄν,

481εἰ μὴ γυναῖκες μηχανὰς εὑρήσομεν.

Χορός

482Φαίδρα, λέγει μὲν ἥδε χρησιμώτερα

483πρὸς τὴν παροῦσαν ξυμφοράν, αἰνῶ δὲ σέ.

484ὁ δ’ αἶνος οὗτος δυσχερέστερος λόγων

485τῶν τῆσδε καὶ σοὶ μᾶλλον ἀλγίων κλύειν.

Φαίδρα

486τοῦτ’ ἔσθ’ ὃ θνητῶν εὖ πόλεις οἰκουμένας

487δόμους τ’ ἀπόλλυσ’, οἱ καλοὶ λίαν λόγοι.

488οὐ γὰρ τὰ τοῖσιν ὠσὶ τερπνὰ χρὴ λέγειν,

489ἀλλ’ ἐξ ὅτου τις εὐκλεὴς γενήσεται.

Τροφός

490τί σεμνομυθεῖς; οὐ λόγων εὐσχημόνων

491δεῖ σ’, ἀλλὰ τἀνδρός. — ὡς τάχος διοιστέον,

492τὸν εὐθὺν ἐξειπόντας ἀμφὶ σοῦ λόγον.

493εἰ μὲν γὰρ ἦν σοι μὴ ’πὶ συμφοραῖς βίος

494τοιαῖσδε, σώφρων δ’ οὖσ’ ἐτύγχανες γυνή,

495οὐκ ἄν ποτ’ εὐνῆς οὕνεχ’ ἡδονῆς τε σῆς

496προσῆγον ἄν σε δεῦρο· νῦν δ’ ἀγὼν μέγας

497σῶσαι βίον σόν, κοὐκ ἐπίφθονον τόδε.

Φαίδρα

498ὦ δεινὰ λέξασ’, οὐχὶ συγκλῄσεις στόμα

499καὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους;

Τροφός

500αἴσχρ’, ἀλλ’ ἀμείνω τῶν καλῶν τάδ’ ἐστί σοι.

501κρεῖσσον δὲ τοὔργον, εἴπερ ἐκσώσει γέ σε,

502ἢ τοὔνομ’, ᾧ σὺ κατθανῇ γαυρουμένη.

Φαίδρα

503καὶ μή σε πρὸς θεῶν — εὖ λέγεις γάρ, αἰσχρὰ δέ —

504πέρα προβῇς τῶνδ’· ὡς ὑπείργασμαι μὲν εὖ

505ψυχὴν ἔρωτι, τᾀσχρὰ δ’ ἢν λέγῃς καλῶς,

506ἐς τοῦθ’ ὃ φεύγω νῦν ἀναλωθήσομαι.

Τροφός

507εἴ τοι δοκεῖ σοι, χρῆν μὲν οὔ σ’ ἁμαρτάνειν·

508εἰ δ’ οὖν, πιθοῦ μοι· δευτέρα γὰρ ἡ χάρις.

509ἔστιν κατ’ οἴκους φίλτρα μοι θελκτήρια

510ἔρωτος, ἦλθε δ’ ἄρτι μοι γνώμης ἔσω,

511ἅ σ’ οὔτ’ ἐπ’ αἰσχροῖς οὔτ’ ἐπὶ βλάβῃ φρενῶν

512παύσει νόσου τῆσδ’, ἢν σὺ μὴ γένῃ κακή.

513δεῖ δ’ ἐξ ἐκείνου δή τι τοῦ ποθουμένου

514σημεῖον, ἢ λόγον τιν’ ἢ πέπλων ἄπο

515λαβεῖν, συνάψαι τ’ ἐκ δυοῖν μίαν χάριν.

Φαίδρα

516πότερα δὲ χριστὸν ἢ ποτὸν τὸ φάρμακον;

Τροφός

517οὐκ οἶδ’· ὀνάσθαι, μὴ μαθεῖν βούλου, τέκνον.

Φαίδρα

518δέδοιχ’ ὅπως μοι μὴ λίαν φανῇς σοφή.

Τροφός

519πάντ’ ἂν φοβηθεῖσ’ ἴσθι· δειμαίνεις δὲ τί;

Φαίδρα

520μή μοί τι Θησέως τῶνδε μηνύσῃς τόκῳ.

Τροφός

521ἔασον, ὦ παῖ· ταῦτ’ ἐγὼ θήσω καλῶς.

522μόνον σύ μοι, δέσποινα ποντία Κύπρι,

523συνεργὸς εἴης. τἄλλα δ’ οἷ’ ἐγὼ φρονῶ

524τοῖς ἔνδον ἡμῖν ἀρκέσει λέξαι φίλοις.