Χοηφóρoι
Episode 11
Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Herbert Weir Smyth
- Edition reference
- Aeschylus · New York · William Heinemann · 1926
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local002- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 11
Ὀρέστης
973ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα
974πατροκτόνους τε δωμάτων πορθήτορας.
975σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθʼ ἥμενοι,
976φίλοι δὲ καὶ νῦν, ὡς ἐπεικάσαι πάθη
977πάρεστιν, ὅρκος τʼ ἐμμένει πιστώμασι.
978ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ πατρὶ
979καὶ ξυνθανεῖσθαι· καὶ τάδʼ εὐόρκως ἔχει.
980ἴδεσθε δʼ αὖτε, τῶνδʼ ἐπήκοοι κακῶν,
981τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί,
982πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα.
983ἐκτείνατʼ αὐτὸ καὶ κύκλῳ παρασταδὸν
984στέγαστρον ἀνδρὸς δείξαθʼ, ὡς ἴδῃ πατήρ,
985οὐχ οὑμός, ἀλλʼ ὁ πάντʼ ἐποπτεύων τάδε
986Ἥλιος, ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς,
987ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ,
988ὡς τόνδʼ ἐγὼ μετῆλθον ἐνδίκως μόρον
989τὸν μητρός· Αἰγίσθου γὰρ οὐ λέγω μόρον·
990ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην·
991ἥτις δʼ ἐπʼ ἀνδρὶ τοῦτʼ ἐμήσατο στύγος,
992ἐξ οὗ τέκνων ἤνεγχʼ ὑπὸ ζώνην βάρος,
993φίλον τέως, νῦν δʼ ἐχθρόν, ὡς φαίνει, κακόν,
994τί σοι δοκεῖ; μύραινά γʼ εἴτʼ ἔχιδνʼ ἔφυ
995σήπειν θιγοῦσʼ ἂν ἄλλον οὐ δεδηγμένον
996τόλμης ἕκατι κἀκδίκου φρονήματος.
997τί νιν προσείπω, κἂν τύχω μάλʼ εὐστομῶν;
998ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον
999δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν,
1000ἄρκυν τʼ ἂν εἴποις καὶ ποδιστῆρας πέπλους.
1001τοιοῦτον ἂν κτήσαιτο φηλήτης ἀνήρ,
1002ξένων ἀπαιόλημα κἀργυροστερῆ
1003βίον νομίζων, τῷδέ τʼ ἂν δολώματι
1004πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα.
1005τοιάδʼ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ
1006γένοιτʼ· ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις.
Anapests 1
Χορός
1007αἰαῖ αἰαῖ μελέων ἔργων·
1008στυγερῷ θανάτῳ διεπράχθης.
1008bἒ ἔ,
1009μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ.
Ὀρέστης
1010ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοι
1011φᾶρος τόδʼ, ὡς ἔβαψεν Αἰγίσθου ξίφος.
1012φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται,
1013πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος.
1014νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών,
1015πατροκτόνον θʼ ὕφασμα προσφωνῶν τόδε.
1016ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν,
1017ἄζηλα νίκης τῆσδʼ ἔχων μιάσματα.
Anapests 2
Χορός
1018οὔτις μερόπων ἀσινὴς βίοτον
1019διὰ παντὸς ἀπήμονʼ ἀμείψει.
1020ἒ ἔ,
1020bμόχθος δʼ ὁ μὲν αὐτίχʼ, ὁ δʼ ἥξει.
Ὀρέστης
1021ἀλλʼ, ὡς ἂν εἰδῆτʼ, οὐ γὰρ οἶδʼ ὅπη τελεῖ,
1022ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμου
1023ἐξωτέρω· φέρουσι γὰρ νικώμενον
1024φρένες δύσαρκτοι· πρὸς δὲ καρδίᾳ φόβος
1025ᾄδειν ἕτοιμος ἠδʼ ὑπορχεῖσθαι κότῳ.
1026ἕως δʼ ἔτʼ ἔμφρων εἰμί, κηρύσσω φίλοις
1027κτανεῖν τέ φημι μητέρʼ οὐκ ἄνευ δίκης,
1028πατροκτόνον μίασμα καὶ θεῶν στύγος.
1029καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι
1030τὸν πυθόμαντιν Λοξίαν, χρήσαντʼ ἐμοὶ
1031πράξαντι μὲν ταῦτʼ ἐκτὸς αἰτίας κακῆς
1032εἶναι, παρέντα δʼ—οὐκ ἐρῶ τὴν ζημίαν·
1033τόξῳ γὰρ οὔτις πημάτων ἐφίξεται.
1034καὶ νῦν ὁρᾶτέ μʼ, ὡς παρεσκευασμένος
1035ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι
1036μεσόμφαλόν θʼ ἵδρυμα, Λοξίου πέδον,
1037πυρός τε φέγγος ἄφθιτον κεκλημένον,
1038φεύγων τόδʼ αἷμα κοινόν· οὐδʼ ἐφʼ ἑστίαν
1039ἄλλην τραπέσθαι Λοξίας ἐφίετο.
1041καὶ μαρτυρεῖν μὲν ὡς ἐπορσύνθη κακὰ
1040τάδʼ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω·
1042ἐγὼ δʼ ἀλήτης τῆσδε γῆς ἀπόξενος,
1043ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών.
Χορός
1044ἀλλʼ εὖ γʼ ἔπραξας, μηδʼ ἐπιζευχθῇς στόμα
1045φήμῃ πονηρᾷ μηδʼ ἐπιγλωσσῶ κακά,
1046ἐλευθερώσας πᾶσαν Ἀργείων πόλιν,
1047δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.
Ὀρέστης
1048ἆ, ἆ.
1048bδμωαὶ γυναῖκες, αἵδε Γοργόνων δίκην
1049φαιοχίτωνες καὶ πεπλεκτανημέναι
1050πυκνοῖς δράκουσιν· οὐκέτʼ ἂν μείναιμʼ ἐγώ.
Χορός
1051τίνες σε δόξαι, φίλτατʼ ἀνθρώπων πατρί,
1052στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ πολύ.
Ὀρέστης
1053οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί·
1054σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.
Χορός
1055ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι·
1056ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.
Ὀρέστης
1057ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή,
1058κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές.
Χορός
1059εἷς σοὶ καθαρμός· Λοξίας δὲ προσθιγὼν
1060ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει.
Ὀρέστης
1061ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδʼ, ἐγὼ δʼ ὁρῶ·
1062ἐλαύνομαι δὲ κοὐκέτʼ ἂν μείναιμʼ ἐγὼ.
Χορός
1063ἀλλʼ εὐτυχοίης, καί σʼ ἐποπτεύων πρόφρων
1064θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.
Anapests 3
Χορός
1065ὅδε τοι μελάθροις τοῖς βασιλείοις
1066τρίτος αὖ χειμὼν
1067πνεύσας γονίας ἐτελέσθη.
1068παιδοβόροι μὲν πρῶτον ὑπῆρξαν
1069μόχθοι τάλανές τε Θυέστου·
1070δεύτερον ἀνδρὸς βασίλεια πάθη·
1071λουτροδάικτος δʼ ὤλετʼ Ἀχαιῶν
1072πολέμαρχος ἀνήρ·
1073νῦν δʼ αὖ τρίτος ἦλθέ ποθεν σωτήρ,
1074ἢ μόρον εἴπω;
1075ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξει
1076μετακοιμισθὲν μένος ἄτης;