The Greek Library Author

Aeschylus

Χοηφóρoι

Episode 5

Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Herbert Weir Smyth
Edition reference
Aeschylus · New York · William Heinemann · 1926
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local002
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 5

Ὀρέστης

479πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών,

480αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων.

Ἠλέκτρα

481κἀγώ, πάτερ, τοιάνδε σου χρείαν ἔχω,

482φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ φθόρον.

Ὀρέστης

483οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν

484κτιζοίατʼ· εἰ δὲ μή, παρʼ εὐδείπνοις ἔσῃ

485ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός.

Ἠλέκτρα

486κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας

487οἴσω πατρῴων ἐκ δόμων γαμηλίους·

488πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον.

Ὀρέστης

489ὦ Γαῖʼ, ἄνες μοι πατέρʼ ἐποπτεῦσαι μάχην.

Ἠλέκτρα

490ὦ Περσέφασσα, δὸς δʼ ἔτʼ εὔμορφον κράτος.

Ὀρέστης

491μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ.

Ἠλέκτρα

492μέμνησο δʼ ἀμφίβληστρον ὡς ἐκαίνισαν.

Ὀρέστης

493πέδαις δʼ ἀχαλκεύτοις ἐθηρεύθης, πάτερ.

Ἠλέκτρα

494αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν.

Ὀρέστης

495ἆρʼ ἐξεγείρῃ τοῖσδʼ ὀνείδεσιν, πάτερ;

Ἠλέκτρα

496ἆρʼ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα;

Ὀρέστης

497ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,

498ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν,

499εἴπερ κρατηθείς γʼ ἀντινικῆσαι θέλεις.

Ἠλέκτρα

500καὶ τῆσδʼ ἄκουσον λοισθίου βοῆς, πάτερ,

501ἰδὼν νεοσσοὺς τούσδʼ ἐφημένους τάφῳ·

502οἴκτιρε θῆλυν ἄρσενός θʼ ὁμοῦ γόνον,

503καὶ μὴ ʼξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε

504οὕτω γὰρ οὐ τέθνηκας οὐδὲ περ θανών·

505παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι

506θανόντι· φελλοὶ δʼ ὣς ἄγουσι δίκτυον,

507τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου.

508ἄκουʼ, ὑπὲρ σοῦ τοιάδʼ ἔστʼ ὀδύρματα.

509αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.

Χορός

510καὶ μὴν ἀμεμφῆ τόνδʼ ἐτείνατον λόγον,

511τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.

512τὰ δʼ ἄλλʼ, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,

513ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.

Ὀρέστης

514ἔσται· πυθέσθαι δʼ οὐδέν ἐστʼ ἔξω δρόμου,

515πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου

516μεθύστερον τιμῶσʼ ἀνήκεστον πάθος;

517θανόντι δʼ οὐ φρονοῦντι δειλαία χάρις

518ἐπέμπετʼ· οὐκ ἔχοιμʼ ἂν εἰκάσαι τόδε.

519τὰ δῶρα μείω δʼ ἐστὶ τῆς ἁμαρτίας.

520τὰ πάντα γάρ τις ἐκχέας ἀνθʼ αἵματος

521ἑνός, μάτην ὁ μόχθος· ὧδʼ ἔχει λόγος.

522θέλοντι δʼ, εἴπερ οἶσθʼ, ἐμοὶ φράσον τάδε.

Χορός

523οἶδʼ, ὦ τέκνον, παρῆ γάρ· ἔκ τʼ ὀνειράτων

524καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη

525χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.

Ὀρέστης

526ἦ καὶ πέπυσθε τοὔναρ, ὥστʼ ὀρθῶς φράσαι;

Χορός

527τεκεῖν δράκοντʼ ἔδοξεν, ὡς αὐτὴ λέγει.

Ὀρέστης

528καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;

Χορός

529ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.

Ὀρέστης

530τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος;

Χορός

531αὐτὴ προσέσχε μαζὸν ἐν τὠνείρατι.

Ὀρέστης

532καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;

Χορός

533ὥστʼ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.

Ὀρέστης

534οὔτοι μάταιον· ἀνδρὸς ὄψανον πέλει.

Χορός

535ἡ δʼ ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη.

536πολλοὶ δʼ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,

537λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν·

538πέμπει τʼ ἔπειτα τάσδε κηδείους χοάς,

539ἄκος τομαῖον ἐλπίσασα πημάτων.

Ὀρέστης

540ἀλλʼ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ

541τοὔνειρον εἶναι τοῦτʼ ἐμοὶ τελεσφόρον.

542κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.

543εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ

544οὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο,

545καὶ μαστὸν ἀμφέχασκʼ ἐμὸν θρεπτήριον,

546θρόμβῳ δʼ ἔμειξεν αἵματος φίλον γάλα,

547ἡ δʼ ἀμφὶ τάρβει τῷδʼ ἐπῴμωξεν πάθει,

548δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,

549θανεῖν βιαίως· ἐκδρακοντωθεὶς δʼ ἐγὼ

550κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε.

Χορός

551τερασκόπον δὴ τῶνδέ σʼ αἱροῦμαι πέρι.

552γένοιτο δʼ οὕτως. τἄλλα δʼ ἐξηγοῦ φίλοις,

553τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων.

Ὀρέστης

554ἁπλοῦς ὁ μῦθος· τήνδε μὲν στείχειν ἔσω,

555αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς,

556ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον

557δόλοισι καὶ ληφθῶσιν ἐν ταὐτῷ βρόχῳ

558θανόντες, καὶ Λοξίας ἐφήμισεν,

559ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν.

560ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων,

561ἥξω σὺν ἀνδρὶ τῷδʼ ἐφʼ ἑρκείους πύλας

562Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων.

563ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησσίδα,

564γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω.

565καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ

566δέξαιτʼ, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς·

567μενοῦμεν οὕτως ὥστʼ ἐπεικάζειν τινὰ

568δόμους παραστείχοντα καὶ τάδʼ ἐννέπειν·

569τί δὴ πύλαισι τὸν ἱκέτην ἀπείργεται

570Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών;

571εἰ δʼ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν

572κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός,

573ἢ καὶ μολὼν ἔπειτά μοι κατὰ στόμα

574ἀρεῖ, σάφʼ ἴσθι, καὶ κατʼ ὀφθαλμοὺς βαλεῖ,

575πρὶν αὐτὸν εἰπεῖν ποδαπὸς ὁ ξένος; νεκρὸν

576θήσω, ποδώκει περιβαλὼν χαλκεύματι.

577φόνου δʼ Ἐρινὺς οὐχ ὑπεσπανισμένη

578ἄκρατον αἷμα πίεται τρίτην πόσιν.

579νῦν οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς,

580ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε·

581ὑμῖν δʼ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν,

582σιγᾶν θʼ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια.

583τὰ δʼ ἄλλα τούτῳ δεῦρʼ ἐποπτεῦσαι λέγω,

584ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.