The Greek Library Author

Aeschylus

Χοηφóρoι

Episode 3

Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Herbert Weir Smyth
Edition reference
Aeschylus · New York · William Heinemann · 1926
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local002
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 3

Ἠλέκτρα

84δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες,

85ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ

86πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι·

87τί φῶ χέουσα τάσδε κηδείους χοάς;

88πῶς εὔφρονʼ εἴπω, πῶς κατεύξομαι πατρί;

89πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν

90γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα;

91τῶνδʼ οὐ πάρεστι θάρσος, οὐδʼ ἔχω τί φῶ,

92χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.

93ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,

94ἔσθλʼ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε

95στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν;

96ἢ σῖγʼ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο

97πατήρ, τάδʼ ἐκχέασα, γάποτον χύσιν,

98στείχω καθάρμαθʼ ὥς τις ἐκπέμψας πάλιν

99δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;

100τῆσδʼ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι·

101κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.

102μὴ κεύθετʼ ἔνδον καρδίας φόβῳ τινός.

103τὸ μόρσιμον γὰρ τόν τʼ ἐλεύθερον μένει

104καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.

105λέγοις ἄν, εἴ τι τῶνδʼ ἔχοις ὑπέρτερον.

Χορός

106αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς

107λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.

Ἠλέκτρα

108λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός.

Χορός

109φθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν.

Ἠλέκτρα

110τίνας δὲ τούτους τῶν φίλων προσεννέπω;

Χορός

111πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ.

Ἠλέκτρα

112ἐμοί τε καὶ σοί τἄρʼ ἐπεύξομαι τάδε;

Χορός

113αὐτὴ σὺ ταῦτα μανθάνουσʼ ἤδη φράσαι.

Ἠλέκτρα

114τίνʼ οὖν ἔτʼ ἄλλον τῇδε προστιθῶ στάσει;

Χορός

115μέμνησʼ Ὀρέστου, κεἰ θυραῖός ἐσθʼ ὅμως.

Ἠλέκτρα

116εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με.

Χορός

117τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη—

Ἠλέκτρα

118τί φῶ; δίδασκʼ ἄπειρον ἐξηγουμένη.

Χορός

119ἐλθεῖν τινʼ αὐτοῖς δαίμονʼ ἢ βροτῶν τινα—

Ἠλέκτρα

120πότερα δικαστὴν ἢ δικηφόρον λέγεις;

Χορός

121ἅπλῶς τι φράζουσʼ, ὅστις ἀνταποκτενεῖ.

Ἠλέκτρα

122καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;

Χορός

123πῶς δʼ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;

Ἠλέκτρα

124κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω,

124aἄρηξον, Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ

125τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς

126εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους,

127καὶ Γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται,

128θρέψασά τʼ αὖθις τῶνδε κῦμα λαμβάνει·

129κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς

130λέγω καλοῦσα πατέρʼ, ἐποίκτιρόν τʼ ἐμὲ

131φίλον τʼ Ὀρέστην· πῶς ἀνάξομεν δόμοις;

132πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα

133πρὸς τῆς τεκούσης, ἄνδρα δʼ ἀντηλλάξατο

134Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.

135κἀγὼ μὲν ἀντίδουλος· ἐκ δὲ χρημάτων

136φεύγων Ὀρέστης ἐστίν, οἱ δʼ ὑπερκόπως

137ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα.

138ἐλθεῖν δʼ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ

139κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ·

140αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ

141μητρὸς γενέσθαι χεῖρά τʼ εὐσεβεστέραν.

142ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δʼ ἐναντίοις

143λέγω φανῆναί σου, πάτερ, τιμάορον,

144καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ.

145ταῦτʼ ἐν μέσῳ τίθημι τῆς καλῆς ἀρᾶς,

146κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν·

147ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,

148σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ.

149τοιαῖσδʼ ἐπʼ εὐχαῖς τάσδʼ ἐπισπένδω χοάς.

150ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος,

151παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.

Χορός

152ἵετε δάκρυ καναχὲς ὀλόμενον

153ὀλομένῳ δεσπότᾳ

154πρὸς ἔρυμα τόδε κακῶν, κεδνῶν τʼ

155ἀπότροπον ἄγος ἀπεύχετον

156κεχυμένων χοᾶν. κλύε δέ μοι, κλύε, σέ-

157βας ὦ δέσποτʼ, ἐξ ἀμαυρᾶς φρενός.

158ὀτοτοτοτοτοτοτοῖ,

159ἴτω τις δορυ-

160σθενὴς ἀνήρ, ἀναλυτὴρ δόμων,

161Σκυθικά τʼ ἐν χεροῖν παλίντονʼ

162ἐν ἔργῳ βέλη ʼπιπάλλων Ἄρης

163σχέδιά τʼ αὐτόκωπα νωμῶν ξίφη.

Ἠλέκτρα

164ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ·

165νέου δὲ μύθου τοῦδε κοινωνήσατε·

Χορός

166λέγοις ἄν· ὀρχεῖται δὲ καρδία φόβῳ.

Ἠλέκτρα

167ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ.

Χορός

168τίνος ποτʼ ἀνδρός, ἢ βαθυζώνου κόρης;

Ἠλέκτρα

170εὐξύμβολον τόδʼ ἐστὶ παντὶ δοξάσαι.

Χορός

171πῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω.

Ἠλέκτρα

172οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν.

Χορός

173ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί.

Ἠλέκτρα

174καὶ μὴν ὅδʼ ἐστὶ κάρτʼ ἰδεῖν ὁμόπτερος—

Χορός

175ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν.

Ἠλέκτρα

176αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν.

Χορός

177μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν τόδε;

Ἠλέκτρα

178μάλιστʼ ἐκείνου βοστρύχοις προσείδεται.

Χορός

179καὶ πῶς ἐκεῖνος δεῦρʼ ἐτόλμησεν μολεῖν;

Ἠλέκτρα

180ἔπεμψε χαίτην κουρίμην χάριν πατρός.

Χορός

181οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε,

182εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί.

Ἠλέκτρα

183κἀμοὶ προσέστη καρδίας κλυδώνιον

184χολῆς, ἐπαίσθην δʼ ὡς διανταίῳ βέλει·

185ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι

186σταγόνες ἄφρακτοι δυσχίμου πλημμυρίδος,

187πλόκαμον ἰδούσῃ τόνδε· πῶς γὰρ ἐλπίσω

188ἀστῶν τινʼ ἄλλον τῆσδε δεσπόζειν φόβης;

189ἀλλʼ οὐδὲ μήν νιν ἡ κτανοῦσʼ ἐκείρατο,

190ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον

191φρόνημα παισὶ δύσθεον πεπαμένη.

192ἐγὼ δʼ ὅπως μὲν ἄντικρυς τάδʼ αἰνέσω,

193εἶναι τόδʼ ἀγλάισμά μοι τοῦ φιλτάτου

194βροτῶν Ὀρέστου—σαίνομαι δʼ ὑπʼ ἐλπίδος.

Ἠλέκτρα

195φεῦ.

195bεἴθʼ εἶχε φωνὴν εὔφρονʼ ἀγγέλου δίκην,

196ὅπως δίφροντις οὖσα μὴ ʼκινυσσόμην,

197ἀλλʼ εὖ ʼσαφήνει τόνδʼ ἀποπτύσαι πλόκον,

198εἴπερ γʼ ἀπʼ ἐχθροῦ κρατὸς ἦν τετμημένος,

199ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶ

200ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός.

201ἀλλʼ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,

202οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην

203στροβούμεθʼ· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,

204σμικροῦ γένοιτʼ ἂν σπέρματος μέγας πυθμήν.

205καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον,

206ποδῶν ὅμοιοι τοῖς τʼ ἐμοῖσιν ἐμφερεῖς—

207καὶ γὰρ δύʼ ἐστὸν τώδε περιγραφὰ ποδοῖν,

208αὐτοῦ τʼ ἐκείνου καὶ συνεμπόρου τινός.

209πτέρναι τενόντων θʼ ὑπογραφαὶ μετρούμεναι

210εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις.

211πάρεστι δʼ ὠδὶς καὶ φρενῶν καταφθορά.

Ὀρέστης

212εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους

213εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς.

Ἠλέκτρα

214ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;

Ὀρέστης

215εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι.

Ἠλέκτρα

216καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;

Ὀρέστης

217σύνοιδʼ Ὀρέστην πολλά σʼ ἐκπαγλουμένην.

Ἠλέκτρα

218καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων;

Ὀρέστης

219ὅδʼ εἰμί· μὴ μάτευʼ ἐμοῦ μᾶλλον φίλον.

Ἠλέκτρα

220ἀλλʼ ἦ δόλον τινʼ, ὦ ξένʼ, ἀμφί μοι πλέκεις;

Ὀρέστης

221αὐτὸς καθʼ αὑτοῦ τἄρα μηχανορραφῶ.

Ἠλέκτρα

222ἀλλʼ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις.

Ὀρέστης

223κἀν τοῖς ἐμοῖς ἄρʼ, εἴπερ ἔν γε τοῖσι σοῖς

Ἠλέκτρα

224ὡς ὄντʼ Ὀρέστην τάδε σʼ ἐγὼ προσεννέπω;

Ὀρέστης

225αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ·

226κουρὰν δʼ ἰδοῦσα τήνδε κηδείου τριχὸς

228ἰχνοσκοποῦσά τʼ ἐν στίβοισι τοῖς ἐμοῖς

227ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ.

230σκέψαι τομῇ προσθεῖσα βόστρυχον τριχὸς

229σαυτῆς ἀδελφοῦ σύμμετρον τὠμῷ κάρᾳ.

231ἰδοῦ δʼ ὕφασμα τοῦτο, σῆς ἔργον χερός,

232σπάθης τε πληγὰς ἠδὲ θήρειον γραφήν.

233ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ʼκπλαγῇς φρένας·

234τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς.

Ἠλέκτρα

235ὦ φίλτατον μέλημα δώμασιν πατρός,

236δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου,

237ἀλκῇ πεποιθὼς δῶμʼ ἀνακτήσῃ πατρός.

238ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον

239ἐμοί· προσαυδᾶν δʼ ἐστʼ ἀναγκαίως ἔχον

240πατέρα τε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει

241στέργηθρον· ἡ δὲ πανδίκως ἐχθαίρεται·

242καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου·

243πιστὸς δʼ ἀδελφὸς ἦσθʼ, ἐμοὶ σέβας φέρων

244μόνος· Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ

245πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό σοι.

Ὀρέστης

246Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ·

247ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός,

248θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν

249δεινῆς ἐχίδνης. τοὺς δʼ ἀπωρφανισμένους

250νῆστις πιέζει λιμός· οὐ γὰρ ἐντελεῖς

251θήραν πατρῴαν προσφέρειν σκηνήμασιν.

252οὕτω δὲ κἀμὲ τήνδε τʼ, Ἠλέκτραν λέγω,

253ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,

254ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.

255καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα

256πατρὸς νεοσσοὺς τούσδʼ ἀποφθείρας πόθεν

257ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας;

258οὔτʼ αἰετοῦ γένεθλʼ ἀποφθείρας, πάλιν

259πέμπειν ἔχοις ἂν σήματʼ εὐπιθῆ βροτοῖς·

260οὔτʼ ἀρχικός σοι πᾶς ὅδʼ αὐανθεὶς πυθμὴν

261βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν.

262κόμιζʼ, ἀπὸ σμικροῦ δʼ ἂν ἄρειας μέγαν

263δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι.

Χορός

264ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός,

265σιγᾶθʼ, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα,

266γλώσσης χάριν δὲ πάντʼ ἀπαγγείλῃ τάδε

267πρὸς τοὺς κρατοῦντας· οὓς ἴδοιμʼ ἐγώ ποτε

268θανόντας ἐν κηκῖδι πισσήρει φλογός.

Ὀρέστης

269οὔτοι προδώσει Λοξίου μεγασθενὴς

270χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν,

271κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους

272ἄτας ὑφʼ ἧπαρ θερμὸν ἐξαυδώμενος,

273εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους·

274τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων,

275ἀποχρημάτοισι ζημίαις ταυρούμενον·

276αὐτὸν δʼ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε

277τείσειν μʼ ἔχοντα πολλὰ δυστερπῆ κακά.

278τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα

279βροτοῖς πιφαύσκων εἶπε, τὰς δʼ αἰνῶν νόσους,

280σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις

281λειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν·

282λευκὰς δὲ κόρσας τῇδʼ ἐπαντέλλειν νόσῳ·

283ἄλλας τʼ ἐφώνει προσβολάς Ἐρινύων

284ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας·

285τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος

286ἐκ προστροπαίων ἐν γένει πεπτωκότων,

287καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος

288ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντʼ ὀφρὺν

289κινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεως

290χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας.

291καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος

292εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός,

293βωμῶν τʼ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς

294μῆνιν· δέχεσθαι δʼ οὔτε συλλύειν τινά.

295πάντων δʼ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ

296κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.

297τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι;

298κεἰ μὴ πέποιθα, τοὔργον ἔστʼ ἐργαστέον.

299πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι,

300θεοῦ τʼ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα,

301καὶ πρὸς πιέζει χρημάτων ἀχηνία,

302τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν,

303Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί,

304δυοῖν γυναικοῖν ὧδʼ ὑπηκόους πέλειν.

305θήλεια γὰρ φρήν· εἰ δὲ μή, τάχʼ εἴσεται.

Anapests 1

Χορός

306ἀλλʼ ὦ μεγάλαι Μοῖραι, Διόθεν

307τῇδε τελευτᾶν,

308τὸ δίκαιον μεταβαίνει.

309ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ

310γλῶσσα τελείσθω· τοὐφειλόμενον

311πράσσουσα Δίκη μέγʼ ἀυτεῖ·

312ἀντὶ δὲ πληγῆς φονίας φονίαν

313πληγὴν τινέτω. δράσαντι παθεῖν,

314τριγέρων μῦθος τάδε φωνεῖ.