Χοηφóρoι
Choral 6
Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Herbert Weir Smyth
- Edition reference
- Aeschylus · New York · William Heinemann · 1926
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local002- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Choral 6
Strophe 1
Χορός
585πολλὰ μὲν γᾶ τρέφει
586δεινὰ καὶ δειμάτων ἄχη,
587πόντιαί τʼ ἀγκάλαι κνωδάλων
588ἀνταίων βρύουσι·
589πλάθουσι βλαστοῦσι καὶ πεδαίχμιοι
590λαμπάδες πεδάοροι,
591πτανά τε καὶ πεδοβά-
592μονα κἀνεμοέντʼ ἂν
593αἰγίδων φράσαι κότον.
Antistrophe 1
Χορός
594ἀλλʼ ὑπέρτολμον ἀν-
595δρὸς φρόνημα τίς λέγοι
596καὶ γυναικῶν φρεσὶν τλαμόνων καὶ
597παντόλμους ἔρωτας
598ἄταισι συννόμους βροτῶν;
599ξυζύγους δʼ ὁμαυλίας
599bθηλυκρατὴς ἀπέρω-
600τος ἔρως παρανικᾷ
601κνωδάλων τε καὶ βροτῶν.
Strophe 2
Χορός
602ἴστω δʼ, ὅστις οὐχ ὑπόπτερος
603φροντίσιν, δαεὶς
604τὰν ἁ παιδολυ-
605μὰς τάλαινα Θεστιὰς μήσατο
606πυρδαῆτιν πρόνοιαν,
607καταίθουσα παιδὸς δαφοινὸν
608δαλὸν ἥλικʼ, ἐπεὶ μολὼν
609ματρόθεν κελάδησε,
610ξύμμετρόν τε διαὶ βίου
611μοιρόκραντον ἐς ἆμαρ.
Antistrophe 2
Χορός
612ἄλλαν δεῖ τινʼ ἐν λόγοις στυγεῖν
613φοινίαν κόραν,
615ἅτʼ ἐχθρῶν ὑπαὶ
616φῶτʼ ἀπώλεσεν φίλον Κρητικοῖς
617χρυσοκμήτοισιν ὅρμοις
618πιθήσασα δώροισι Μίνω,
619Νῖσον ἀθανάτας τριχὸς
620νοσφίσασʼ ἀπροβούλως
621πνέονθʼ ἁ κυνόφρων ὕπνῳ.
622κιγχάνει δέ μιν Ἑρμῆς.
Strophe 3
Χορός
623ἐπεὶ δʼ ἐπεμνασάμαν ἀμειλίχων
624πόνων, ὁ καιρὸς δὲ δυσφιλὲς γαμή-
625λευμʼ ἀπεύχετον δόμοις
626γυναικοβούλους τε μήτιδας φρενῶν
627ἐπʼ ἀνδρὶ τευχεσφόρῳ,
628ἐπʼ ἀνδρὶ δᾴοις ἐπεικότως σέβαι.
629τίω δʼ ἀθέρμαντον ἑστίαν δόμων
630γυναικείαν τʼ ἄτολμον αἰχμάν.
Antistrophe 3
Χορός
631κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον
632λόγῳ· γοᾶται δὲ δὴ πάθος κατά-
633πτυστον· ᾔκασεν δέ τις
634τὸ δεινὸν αὖ Λημνίοισι πήμασιν.
635θεοστυγήτῳ δʼ ἄχει
636βροτῶν ἀτιμωθὲν οἴχεται γένος.
637σέβει γὰρ οὔτις τὸ δυσφιλὲς θεοῖς.
638τί τῶνδʼ οὐκ ἐνδίκως ἀγείρω;
Strophe 4
Χορός
639τὸ δʼ ἄγχι πλευμόνων ξίφος
640διανταίαν ὀξυπευκὲς οὐτᾷ
641διαὶ Δίκας. τὸ μὴ θέμις γὰρ οὖν
642λὰξ πέδοι πατούμενον, τὸ πᾶν Διὸς
645σέβας παρεκβάντος οὐ θεμιστῶς.
Antistrophe 4
Χορός
646Δίκας δʼ ἐρείδεται πυθμήν·
647προχαλκεύει δʼ Αἶσα φασγανουργός·
648τέκνον δʼ ἐπεισφέρει δόμοισιν
650αἱμάτων παλαιτέρων τίνειν μύσος
651χρόνῳ κλυτὰ βυσσόφρων Ἐρινύς.