Χοηφóρoι
Choral 4
Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Herbert Weir Smyth
- Edition reference
- Aeschylus · New York · William Heinemann · 1926
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local002- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Choral 4
Strophe 1
Ὀρέστης
315ὦ πάτερ αἰνόπατερ, τί σοι
316φάμενος ἢ τί ῥέξας
317τύχοιμʼ ἂν ἕκαθεν οὐρίσας,
318ἔνθα σʼ ἔχουσιν εὐναί,
319σκότῳ φάος ἀντίμοι-
320ρον; χάριτες δʼ ὁμοίως
321κέκληνται γόος εὐκλεὴς
322προσθοδόμοις Ἀτρείδαις.
Strophe 2
Χορός
323τέκνον, φρόνημα τοῦ
324θανόντος οὐ δαμάζει
325πυρὸς ἡ μαλερὰ γνάθος,
326φαίνει δʼ ὕστερον ὀργάς·
327ὀτοτύζεται δʼ ὁ θνῄσκων,
328ἀναφαίνεται δʼ ὁ βλάπτων.
329πατέρων τε καὶ τεκόντων
330γόος ἔνδικος ματεύει
331τὸ πᾶν ἀμφιλαφής ταραχθείς.
Antistrophe 1
Ἠλέκτρα
332κλῦθὶ νυν, ὦ πάτερ, ἐν μέρει
333πολυδάκρυτα πένθη.
334δίπαις τοί σʼ ἐπιτύμβιος
335θρῆνος ἀναστενάζει.
336τάφος δʼ ἱκέτας δέδεκται
337φυγάδας θʼ ὁμοίως.
338τί τῶνδʼ εὖ, τί δʼ ἄτερ κακῶν;
339οὐκ ἀτρίακτος ἄτα;
Anapests 4
Χορός
340ἀλλʼ ἔτʼ ἂν ἐκ τῶνδε θεὸς χρῄζων
341θείη κελάδους εὐφθογγοτέρους·
342ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων
343παιὰν μελάθροις ἐν βασιλείοις
344νεοκρᾶτα φίλον κομίσειεν.
Strophe 3
Ὀρέστης
345εἰ γὰρ ὑπʼ Ἰλίῳ
346πρός τινος Λυκίων, πάτερ,
347δορίτμητος κατηναρίσθης·
348λιπὼν ἂν εὔκλειαν ἐν δόμοισι
349τέκνων τʼ ἐν κελεύθοις
350ἐπιστρεπτὸν αἰῶ
351κτίσας πολύχωστον ἂν εἶχες
352τάφον διαποντίου γᾶς
353δώμασιν εὐφόρητον,
Antistrophe 2
Χορός
354φίλος φίλοισι τοῖς
355ἐκεῖ καλῶς θανοῦσιν
356κατὰ χθονὸς ἐμπρέπων
357σεμνότιμος ἀνάκτωρ,
358πρόπολός τε τῶν μεγίστων
359χθονίων ἐκεῖ τυράννων·
360βασιλεὺς γὰρ ἦσθʼ, ὄφρʼ ἔζης,
361μόριμον λάχος πιπλάντων
362χεροῖν πεισίβροτόν τε βάκτρον.
Antistrophe 3
Ἠλέκτρα
363μηδʼ ὑπὸ Τρωίας
364τείχεσι φθίμενος, πάτερ,
365μετʼ ἄλλῳ δουρικμῆτι λαῷ
366παρὰ Σκαμάνδρου πόρον τεθάφθαι.
367πάρος δʼ οἱ κτανόντες
368νιν οὕτως δαμῆναι
369φίλοις, θανατηφόρον αἶσαν
370πρόσω τινὰ πυνθάνεσθαι
371τῶνδε πόνων ἄπειρον.
Anapests 8
Χορός
372ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ,
373μεγάλης δὲ τύχης καὶ ὑπερβορέου
374μείζονα φωνεῖς· δύνασαι γάρ.
375ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης
376δοῦπος ἱκνεῖται· τῶν μὲν ἀρωγοὶ
377κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων
378χέρες οὐχ ὅσιαι στυγερῶν τούτων·
379παισὶ δὲ μᾶλλον γεγένηται.
Strophe 4
Ὀρέστης
380τοῦτο διαμπερὲς οὖς
381ἵκεθʼ ἅπερ τι βέλος.
382Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων
383ὑστερόποινον ἄταν
384βροτῶν τλάμονι καὶ πανούργῳ
385χειρὶ—τοκεῦσι δʼ ὅμως τελεῖται.
Strophe 5
Χορός
386ἐφυμνῆσαι γένοιτό μοι πυκά-
387εντʼ ὀλολυγμὸν ἀνδρὸς
388θεινομένου, γυναικός τʼ
389ὀλλυμένας· τί γὰρ κεύθω φρενὸς οἷον ἔμπας
390ποτᾶται; πάροιθεν δὲ πρῴρας
391δριμὺς ἄηται κραδίας
392θυμὸς ἔγκοτον στύγος.
Antistrophe 4
Ἠλέκτρα
394καί πότʼ ἂν ἀμφιθαλὴς
395Ζεὺς ἐπὶ χεῖρα βάλοι,
396φεῦ φεῦ, κάρανα δαΐξας;
397πιστὰ γένοιτο χώρᾳ.
398δίκαν δʼ ἐξ ἀδίκων ἀπαιτῶ.
399κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί.
Anapests 12
Χορός
400ἀλλὰ νόμος μὲν φονίας σταγόνας
401χυμένας ἐς πέδον ἄλλο προσαιτεῖν
402αἷμα. βοᾷ γὰρ λοιγὸς Ἐρινὺν
403παρὰ τῶν πρότερον φθιμένων ἄτην
404ἑτέραν ἐπάγουσαν ἐπʼ ἄτῃ.
Strophe 6
Ὀρέστης
405πόποι δὴ νερτέρων τυραννίδες,
406ἴδετε πολυκρατεῖς Ἀραὶ φθινομένων,
407ἴδεσθʼ Ἀτρειδᾶν τὰ λοίπʼ ἀμηχάνως
408ἔχοντα καὶ δωμάτων
409ἄτιμα. πᾷ τις τράποιτʼ ἄν, ὦ Ζεῦ;
Antistrophe 5
Χορός
410πέπαλται δαὖτὲ μοι φίλον κέαρ
411τόνδε κλύουσαν οἶκτον
412καὶ τότε μὲν δύσελπις,
413σπλάγχνα δέ μοι κελαινοῦ-
414ται πρὸς ἔπος κλυούσᾳ.
415ὅταν δʼ αὖτʼ ἐπʼ ἀλκῆς ἐπάρῃ μʼ
416ἐλπὶς, ἀπέστασεν ἄχος
417προσφανεῖσά μοι καλῶς.
Antistrophe 6
Ἠλέκτρα
418τί δʼ ἂν φάντες τύχοιμεν ἢ τά περ
419πάθομεν ἄχεα πρός γε τῶν τεκομένων;
420πάρεστι σαίνειν, τὰ δʼ οὔτι θέλγεται.
421λύκος γὰρ ὥστʼ ὠμόφρων
422ἄσαντος ἐκ ματρός ἐστι θυμός.
Strophe 7
Χορός
423ἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίας
424νόμοις ἰηλεμιστρίας,
425ἀπριγδόπληκτα πολυπλάνητα δʼ ἦν ἰδεῖν
426ἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματα
427ἄνωθεν ἀνέκαθεν, κτύπῳ δʼ ἐπερρόθει
428κροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα.
Strophe 8
Ἠλέκτρα
429ἰὼ ἰὼ δαΐα
430πάντολμε μᾶτερ, δαΐαις ἐν ἐκφοραῖς
431ἄνευ πολιτᾶν ἄνακτʼ,
432ἄνευ δὲ πενθημάτων
433ἔτλας ἀνοίμωκτον ἄνδρα θάψαι.
Strophe 9
Ὀρέστης
434τὸ πᾶν ἀτίμως ἔλεξας, οἴμοι.
435πατρὸς δʼ ἀτίμωσιν ἆρα τείσει
436ἕκατι μὲν δαιμόνων,
437ἕκατι δʼ ἀμᾶν χερῶν;
438ἔπειτʼ ἐγὼ νοσφίσας ὀλοίμαν.
Antistrophe 9
Χορός
439ἐμασχαλίσθη δέ γʼ, ὡς τόδʼ εἰδῇς·
440ἔπρασσε δʼ, ᾇπέρ νιν ὧδε θάπτει,
441μόρον κτίσαι μωμένα
442ἄφερτον αἰῶνι σῷ.
443κλύεις πατρῴους δύας ἀτίμους.
Antistrophe 7
Ἠλέκτρα
445λέγεις πατρῷον μόρον· ἐγὼ δʼ ἀπεστάτουν
446ἄτιμος, οὐδὲν ἀξία·
447μυχῷ δʼ ἄφερκτος πολυσινοῦς κυνὸς δίκαν
448ἑτοιμότερα γέλωτος ἀνέφερον λίβη,
449χέουσα πολύδακρυν γόον κεκρυμμένα.
450τοιαῦτʼ ἀκούων ἐν φρεσὶν γράφου ˘ ¯.
Antistrophe 8
Χορός
451διʼ ὤτων δὲ συν-
452τέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει.
453τὰ μὲν γὰρ οὕτως ἔχει,
454τὰ δʼ αὐτὸς ὄργα μαθεῖν.
455πρέπει δʼ ἀκάμπτῳ μένει καθήκειν.
Strophe 10
Ὀρέστης
456σὲ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις.
Ἠλέκτρα
457ἐγὼ δʼ ἐπιφθέγγομαι κεκλαυμένα.
Χορός
458στάσις δὲ πάγκοινος ἅδʼ ἐπιρροθεῖ·
459ἄκουσον ἐς φάος μολών,
460ξὺν δὲ γενοῦ πρὸς ἐχθρούς.
Antistrophe 10
Ὀρέστης
461Ἄρης Ἄρει ξυμβαλεῖ, Δίκᾳ Δίκα.
Ἠλέκτρα
462ἰὼ θεοί, κραίνετʼ ἐνδίκως δίκας.
Χορός
463τρόμος μʼ ὑφέρπει κλύουσαν εὐγμάτων.
464τὸ μόρσιμον μένει πάλαι,
465εὐχομένοις δʼ ἂν ἔλθοι.
Strophe 11
Χορός
466ὦ πόνος ἐγγενὴς
467καὶ παράμουσος Ἄτας
468αἱματόεσσα πλαγά.
469ἰὼ δύστονʼ ἄφερτα κήδη·
470ἰὼ δυσκατάπαυστον ἄλγος.
Antistrophe 11
Χορός
471δώμασιν ἔμμοτον
472τῶνδʼ ἄκος, οὐδʼ ἀπʼ ἄλλων
473ἔκτοθεν, ἀλλʼ ἀπʼ αὐτῶν,
474διʼ ὠμὰν ἔριν αἱματηράν.
475θεῶν τῶν κατὰ γᾶς ὅδʼ ὕμνος.
Anapests 26
Χορός
476ἀλλὰ κλύοντες, μάκαρες χθόνιοι,
477τῆσδε κατευχῆς πέμπετʼ ἀρωγὴν
478παισὶν προφρόνως ἐπὶ νίκῃ.