Χοηφóρoι
Episode 7
Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Herbert Weir Smyth
- Edition reference
- Aeschylus · New York · William Heinemann · 1926
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local002- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 7
Ὀρέστης
653παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.
654τίς ἔνδον, ὦ παῖ, παῖ, μάλʼ αὖθις, ἐν δόμοις;
655τρίτον τόδʼ ἐκπέραμα δωμάτων καλῶ,
656εἴπερ φιλόξενʼ ἐστὶν Αἰγίσθου διαί.
Οἰκέτης
657εἶεν, ἀκούω· ποδαπὸς ὁ ξένος; πόθεν;
Ὀρέστης
658ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,
659πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.
660τάχυνε δʼ, ὡς καὶ νυκτὸς ἅρμʼ ἐπείγεται
661σκοτεινόν, ὥρα δʼ ἐμπόρους καθιέναι
662ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.
663ἐξελθέτω τις δωμάτων τελεσφόρος
664γυνὴ τόπαρχος, ἄνδρα δʼ εὐπρεπέστερον·
665αἰδὼς γὰρ ἐν λεχθεῖσιν οὐκ ἐπαργέμους
666λόγους τίθησιν· εἶπε θαρσήσας ἀνὴρ
667πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.
Κλυταιμνήστρα
668ξένοι, λέγοιτʼ ἂν εἴ τι δεῖ· πάρεστι γὰρ
669ὁποῖά περ δόμοισι τοῖσδʼ ἐπεικότα,
670καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτηρία
671στρωμνή, δικαίων τʼ ὀμμάτων παρουσία.
672εἰ δʼ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,
673ἀνδρῶν τόδʼ ἐστὶν ἔργον, οἷς κοινώσομεν
Ὀρέστης
674ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων·
675στείχοντα δʼ αὐτόφορτον οἰκείᾳ σαγῇ
676εἰς Ἄργος, ὥσπερ δεῦρʼ ἀπεζύγην πόδα,
677ἀγνὼς πρὸς ἀγνῶτʼ εἶπε συμβαλὼν ἀνήρ,
678ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν,
679Στροφίος ὁ Φωκεύς· πεύθομαι γὰρ ἐν λόγῳ
680ἐπείπερ ἄλλως, ὦ ξένʼ, εἰς Ἄργος κίεις,
681πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος
682τεθνεῶτʼ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ.
683εἴτʼ οὖν κομίζειν δόξα νικήσει φίλων,
684εἴτʼ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον,
685θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν.
686νῦν γὰρ λέβητος χαλκέου πλευρώματα
687σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.
688τοσαῦτʼ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω
689τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων
690οὐκ οἶδα, τὸν τεκόντα δʼ εἰκὸς εἰδέναι.
Κλυταιμνήστρα
691οἲ ʼγώ, κατʼ ἄκρας εἶπας ὡς πορθούμεθα.
692ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά,
693ὡς πόλλʼ ἐπωπᾷς, κἀκποδὼν εὖ κείμενα
694τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη,
695φίλων ἀποψιλοῖς με τὴν παναθλίαν.
696καὶ νῦν Ὀρέστης—ἦν γὰρ εὐβούλως ἔχων,
697ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα,—
698νῦν δʼ ἥπερ ἐν δόμοισι βακχείας καλῆς
699ἰατρὸς ἐλπὶς ἦν, προδοῦσαν ἔγγραφε.
Ὀρέστης
700ἐγὼ μὲν οὖν ξένοισιν ὧδʼ εὐδαίμοσιν
701κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον
702γνωστὸς γενέσθαι καὶ ξενωθῆναι· τί γὰρ
703ξένου ξένοισίν ἐστιν εὐμενέστερον;
704πρὸς δυσσεβείας δʼ ἦν ἐμοὶ τόδʼ ἐν φρεσίν,
705τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις,
706καταινέσαντα καὶ κατεξενωμένον.
Κλυταιμνήστρα
707οὔτοι κυρήσεις μεῖον ἀξίως σέθεν,
708οὐδʼ ἧσσον ἂν γένοιο δώμασιν φίλος.
709ἄλλος δʼ ὁμοίως ἦλθεν ἂν τάδʼ ἀγγελῶν.
710ἀλλʼ ἔσθʼ ὁ καιρὸς ἡμερεύοντας ξένους
711μακρᾶς κελεύθου τυγχάνειν τὰ πρόσφορα.
712ἄγʼ αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων,
713ὀπισθόπους τε τούσδε καὶ ξυνέμπορον·
714κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα.
715αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ τάδε.
716ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων
717κοινώσομέν τε κοὐ σπανίζοντες φίλων
718βουλευσόμεσθα τῆσδε συμφορᾶς πέρι.
Anapests 1
Χορός
719εἶεν, φίλιαι δμωίδες οἴκων,
720πότε δὴ στομάτων
721δείξομεν ἰσχὺν ἐπʼ Ὀρέστῃ;
722ὦ πότνια χθὼν καὶ πότνιʼ ἀκτὴ
723χώματος, ἣ νῦν ἐπὶ ναυάρχῳ
724σώματι κεῖσαι τῷ βασιλείῳ,
725νῦν ἐπάκουσον, νῦν ἐπάρηξον·
726νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν
727ξυγκαταβῆναι, χθόνιον δʼ Ἑρμῆν
728καὶ τὸν νύχιον τοῖσδʼ ἐφοδεῦσαι
729ξιφοδηλήτοισιν ἀγῶσιν.
Χορός
730ἔοικεν ἁνὴρ ὁ ξένος τεύχειν κακόν·
731τροφὸν δʼ Ὀρέστου τήνδʼ ὁρῶ κεκλαυμένην.
732ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας;
733λύπη δʼ ἄμισθός ἐστί σοι ξυνέμπορος;
Τροφός
734Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν
735ὅπως τάχιστʼ ἄνωγεν, ὡς σαφέστερον
736ἀνὴρ ἀπʼ ἀνδρὸς τὴν νεάγγελτον φάτιν
737ἐλθὼν πύθηται τήνδε, πρὸς μὲν οἰκέτας
738θετοσκυθρωπῶν ἐντὸς ὀμμάτων γέλων
739κεύθουσʼ ἐπʼ ἔργοις διαπεπραγμένοις καλῶς
740κείνῃ, δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν,
741φήμης ὕφʼ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς.
742ἦ δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον,
743εὖτʼ ἂν πύθηται μῦθον. ὦ τάλαινʼ ἐγώ·
744ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα
745ἄλγη δύσοιστα τοῖσδʼ ἐν Ἀτρέως δόμοις
746τυχόντʼ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα.
747ἀλλʼ οὔτι πω τοιόνδε πῆμʼ ἀνεσχόμην·
748τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά·
749φίλον δʼ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν,
750ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,—
751κἀκʼ νυκτιπλάγκτων ὀρθίων κελευμάτων
752καὶ πολλὰ καὶ μοχθήρʼ ἀνωφέλητʼ ἐμοὶ
753τλάσῃ·—τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν
754τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός·
755οὐ γάρ τι φωνεῖ παῖς ἔτʼ ὢν ἐν σπαργάνοις,
756εἰ λιμός, ἢ δίψη τις, ἢ λιψουρία
757ἔχει· νέα δὲ νηδὺς αὐτάρκης τέκνων.
758τούτων πρόμαντις οὖσα, πολλὰ δʼ, οἴομαι,
759ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια,
760γναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος.
761ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας
762ἔχουσʼ Ὀρέστην ἐξεδεξάμην πατρί·
763τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.
764στείχω δʼ ἐπʼ ἄνδρα τῶνδε λυμαντήριον
765οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον.
Χορός
766πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον;
Τροφός
767ἦ πῶς; λέγʼ αὖθις, ὡς μάθω σαφέστερον.
Χορός
768εἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ.
Τροφός
769ἄγειν κελεύει δορυφόρους ὀπάονας.
Χορός
770μή νυν σὺ ταῦτʼ ἄγγελλε δεσπότου στύγει·
771ἀλλʼ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντως κλύῃ,
772ἄνωχθʼ ὅσον τάχιστα γηθούσῃ φρενί.
773ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος.
Τροφός
774ἀλλʼ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις;
Χορός
775ἀλλʼ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ.
Τροφός
776καὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων.
Χορός
777οὔπω· κακός γε μάντις ἂν γνοίη τάδε.
Τροφός
778τί φής; ἔχεις τι τῶν λελεγμένων δίχα;
Χορός
779ἄγγελλʼ ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα.
780μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι.
Τροφός
781ἀλλʼ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις.
782γένοιτο δʼ ὡς ἄριστα σὺν θεῶν δόσει.