Χοηφóρoι
Episode 9
Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Herbert Weir Smyth
- Edition reference
- Aeschylus · New York · William Heinemann · 1926
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local002- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 9
Αἴγισθος
838ἥκω μὲν οὐκ ἄκλητος, ἀλλʼ ὑπάγγελος·
839νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς
840ξένους μολόντας οὐδαμῶς ἐφίμερον,
841μόρον δʼ Ὀρέστου. καὶ τόδʼ ἀμφέρειν δόμοις
842γένοιτʼ ἂν ἄχθος δειματοσταγὲς φόνῳ
843τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις.
844πῶς ταῦτʼ ἀληθῆ καὶ βλέποντα δοξάσω;
845ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι
846πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην;
847τί τῶνδʼ ἂν εἴποις ὥστε δηλῶσαι φρενί;
Χορός
848ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων
849ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος
850ὡς αὐτὸν αὐτῶν ἄνδρα πεύθεσθαι πάρα.
Αἴγισθος
851ἰδεῖν ἐλέγξαι τʼ αὖ θέλω τὸν ἄγγελον,
852εἴτʼ αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών,
853εἴτʼ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών.
854οὔτοι φρένʼ ἂν κλέψειεν ὠμματωμένην.
Anapests 1
Χορός
855Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι
856τάδʼ ἐπευχομένη κἀπιθεάζουσʼ,
857ὑπὸ δʼ εὐνοίας
858πῶς ἴσον εἰποῦσʼ ἀνύσωμαι;
859νῦν γὰρ μέλλουσι μιανθεῖσαι
860πειραὶ κοπάνων ἀνδροδαΐκτων
861ἢ πάνυ θήσειν Ἀγαμεμνονίων
862οἴκων ὄλεθρον διὰ παντός,
863ἢ πῦρ καὶ φῶς ἐπʼ ἐλευθερίᾳ
864δαίων ἀρχάς τε πολισσονόμους
865πατέρων θʼ ἕξει μέγαν ὄλβον.
866τοιάνδε πάλην μόνος ὢν ἔφεδρος
867δισσοῖς μέλλει θεῖος Ὀρέστης
868ἅψειν. εἴη δʼ ἐπὶ νίκῃ.
Αἴγισθος
869ἒ ἔ, ὀτοτοτοῖ.
Χορός
870ἔα ἔα μάλα·
871πῶς ἔχει; πῶς κέκρανται δόμοις;
872ἀποσταθῶμεν πράγματος τελουμένου,
873ὅπως δοκῶμεν τῶνδʼ ἀναίτιαι κακῶν
874εἶναι· μάχης γὰρ δὴ κεκύρωται τέλος.
Οἰκέτης
875οἴμοι, πανοίμοι δεσπότου πεπληγμένου·
876οἴμοι μάλʼ αὖθις ἐν τρίτοις προσφθέγμασιν.
877Αἴγισθος οὐκέτʼ ἔστιν. ἀλλʼ ἀνοίξατε
878ὅπως τάχιστα, καὶ γυναικείους πύλας
879μοχλοῖς χαλᾶτε· καὶ μάλʼ ἡβῶντος δὲ δεῖ,
880οὐχ ὡς δʼ ἀρῆξαι διαπεπραγμένῳ· τί γάρ;
881ἰοὺ ἰού.
882κωφοῖς ἀυτῶ καὶ καθεύδουσιν μάτην
883ἄκραντα βάζω; ποῖ Κλυταιμήστρα; τί δρᾷ;
884ἔοικε νῦν αὐτῆς ἐπὶ ξυροῦ πέλας
884bαὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος.
Κλυταιμνήστρα
885τί δʼ ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις;
Οἰκέτης
886τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω.
Κλυταιμνήστρα
887οἲ ʼγώ. ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων.
888δόλοις ὀλούμεθʼ, ὥσπερ οὖν ἐκτείναμεν.
889δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος·
890εἰδῶμεν εἰ νικῶμεν, ἢ νικώμεθα·
891ἐνταῦθα γὰρ δὴ τοῦδʼ ἀφικόμην κακοῦ.
Ὀρέστης
892σὲ καὶ ματεύω· τῷδε δʼ ἀρκούντως ἔχει.
Κλυταιμνήστρα
893οἲ ʼγώ. τέθνηκας, φίλτατʼ Αἰγίσθου βία.
Ὀρέστης
894φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῷ τάφῳ
895κείσῃ· θανόντα δʼ οὔτι μὴ προδῷς ποτε.
Κλυταιμνήστρα
896ἐπίσχες, ὦ παῖ, τόνδε δʼ αἴδεσαι, τέκνον,
897μαστόν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμα
898οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα.
Ὀρέστης
899Πυλάδη τί δράσω; μητέρʼ αἰδεσθῶ κτανεῖν;
Πυλάδης
900ποῦ δὴ τὰ λοιπὰ Λοξίου μαντεύματα
901τὰ πυθόχρηστα, πιστὰ δʼ εὐορκώματα;
902ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον.
Ὀρέστης
903κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς.
904ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω.
905καὶ ζῶντα γάρ νιν κρείσσονʼ ἡγήσω πατρός·
906τούτῳ θανοῦσα ξυγκάθευδʼ, ἐπεὶ φιλεῖς
907τὸν ἄνδρα τοῦτον, ὃν δʼ ἐχρῆν φιλεῖν στυγεῖς.
Κλυταιμνήστρα
908ἐγώ σʼ ἔθρεψα, σὺν δὲ γηράναι θέλω.
Ὀρέστης
909πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;
Κλυταιμνήστρα
910ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία.
Ὀρέστης
911καὶ τόνδε τοίνυν Μοῖρʼ ἐπόρσυνεν μόρον.
Κλυταιμνήστρα
912οὐδὲν σεβίζῃ γενεθλίους ἀράς, τέκνον;
Ὀρέστης
913τεκοῦσα γάρ μʼ ἔρριψας ἐς τὸ δυστυχές.
Κλυταιμνήστρα
914οὔτοι σʼ ἀπέρριψʼ εἰς δόμους δορυξένους.
Ὀρέστης
915αἰκῶς ἐπράθην ὢν ἐλευθέρου πατρός.
Κλυταιμνήστρα
916ποῦ δῆθʼ ὁ τῖμος, ὅντινʼ ἀντεδεξάμην;
Ὀρέστης
917αἰσχύνομαί σοι τοῦτʼ ὀνειδίσαι σαφῶς.
Κλυταιμνήστρα
918μὴ ἀλλʼ εἴφʼ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας.
Ὀρέστης
919μὴ ʼλεγχε τὸν πονοῦντʼ ἔσω καθημένη.
Κλυταιμνήστρα
920ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον.
Ὀρέστης
921τρέφει δέ γʼ ἀνδρὸς μόχθος ἡμένας ἔσω.
Κλυταιμνήστρα
922κτενεῖν ἔοικας, ὦ τέκνον, τὴν μητέρα.
Ὀρέστης
923σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς.
Κλυταιμνήστρα
924ὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας.
Ὀρέστης
925τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε;
Κλυταιμνήστρα
926ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην.
Ὀρέστης
927πατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει μόρον.
Κλυταιμνήστρα
928οἲ ʼγὼ τεκοῦσα τόνδʼ ὄφιν ἐθρεψάμην.
Ὀρέστης
929ἦ κάρτα μάντις οὑξ ὀνειράτων φόβος.
930ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε.
Χορός
931στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν.
932ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισε
933τλήμων Ὀρέστης, τοῦθʼ ὅμως αἱρούμεθα,
934ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.