Χοηφóρoι
Episode 10
Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 10
Αιγισθος
838ἥκω μὲν οὐκ ἄκλητος, ἀλλ᾽ ὑπάγγελος:
839νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς
840ξένους μολόντας οὐδαμῶς ἐφίμερον, ἐφήμερον mutatum in ἐφίμερον M
841μόρον δ᾽ Ὀρέστου. καὶ τόδ᾽ ἀμφέρειν δόμοις
842γένοιτ᾽ ἂν ἄχθος δειματοσταγὲς δειματοσταγὲς Victorius: δειματοστάγ᾽ ἐς M φόνῳ
843τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις. ἐλκαίνουσι καὶ δεδηγμένοις Bamberger: e)lkai/nonti kai\ dedhgme/nw| M
844πῶς ταῦτ᾽ ἀληθῆ καὶ βλέποντα δοξάσω;
845ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι
846πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην;
847τί τῶνδ᾽ ἂν εἴποις ὥστε δηλῶσαι φρενί;
Χορός
848ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων
849ἔσω εἴσω Blomfield: ἔσω M παρελθών. οὐδὲν ἀγγέλων σθένος
850ὡς αὐτὸν αὐτὸν Canter: αὐτὸς M αὐτῶν Turnebus: αὐτὸν M αὐτῶν ἄνδρα πεύθεσθαι πάρα. πάρα Portus: πέρι M
Αἴγισθος
851ἰδεῖν ἐλέγξαι τ᾽ αὖ θέλω τὸν ἄγγελον,
852εἴτ᾽ αὐτὸς ἦν ἦεν M θνῄσκοντος ἐγγύθεν παρών,
853εἴτ᾽ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών.
854οὔτοι φρέν᾽ ἂν φρεν᾽ ἂν Elmsley: φρένα M κλέψειεν ὠμματωμένην.
Anapests 1
Χορός
855Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι
856τάδ᾽ ἐπευχομένη κἀπιθεάζουσ᾽, κἀπιθοάζουσα M, οα in litura
857ὑπὸ δ᾽ εὐνοίας
858πῶς ἴσον εἰποῦσ᾽ ἀνύσωμαι;
859νῦν γὰρ μέλλουσι μιανθεῖσαι
860πειραὶ κοπάνων ἀνδροδαΐκτων
861ἢ πάνυ θήσειν Ἀγαμεμνονίων
862οἴκων ὄλεθρον διὰ παντός,
863ἢ πῦρ καὶ φῶς ἐπ᾽ ἐλευθερίᾳ
864δαίων ἀρχάς τε πολισσονόμους
865πατέρων θ᾽ ἕξει πατέρων θ᾽ ἕξει Weil: ἕξει πατέρων M μέγαν ὄλβον.
866τοιάνδε πάλην μόνος ὢν ἔφεδρος
867δισσοῖς μέλλει θεῖος θεῖος Turnebus: θείοις M Ὀρέστης
868ἅψειν. εἴη δ᾽ ἐπὶ νίκῃ.
Αἴγισθος
869ἐή, ὀτοτοτοῖ.
Χορός
870ἔα ἔα μάλα:
871πῶς ἔχει; πῶς κέκρανται δόμοις;
872ἀποσταθῶμεν ἀποσταθῶμεν Robortello: ἀποσταθῶ μὲν M, ἄπο σταθῶ μὲν m πράγματος τελουμένου,
873ὅπως δοκῶμεν τῶνδ᾽ ἀναίτιαι κακῶν
874εἶναι: μάχης γὰρ δὴ κεκύρωται τέλος.
Οἰκέτης
875οἴμοι, πανοίμοι πανοίμοι Porson: πᾶν οἴμοι (ut videtur in rasura) M δεσπότου πεπληγμένου: πεπληγμένου Schütz: τελουμένου (ex 872) M
876οἴμοι μάλ᾽ αὖθις ἐν τρίτοις προσφθέγμασιν.
877Αἴγισθος οὐκέτ᾽ ἔστιν. ἀλλ᾽ ἀνοίξατε
878ὅπως τάχιστα, καὶ γυναικείους πύλας
879μοχλοῖς χαλᾶτε: καὶ μάλ᾽ ἡβῶντος δὲ δεῖ,
880οὐχ ὥστ᾽ ὥστ᾽ Porson: ὡς δ᾽ M ἀρῆξαι διαπεπραγμένῳ: διαπεπραγμένῳ e schol. Turnebus: διαπεπραγμένων M τί γάρ;
881ἰοὺ ἰού.
882κωφοῖς ἀυτῶ και καθεύδουσιν μάτην
883ἄκραντα βάζω; ποῖ Κλυταιμήστρα; τί δρᾷ;
884ἔοικε νῦν αὖ τῆσδ᾽ αὖ τῆσδ᾽ Martin: αὐτῆ M ἐπιξήνου ἐπιξήνου Abresch: ἐπὶ ξυροῦ M πέλας αὐχὴν πεσεῖσθαι πρὸς δίκην δίκην M (sic M) πεπληγμένος.
Κλυταιμνήστρα
885τί δ᾽ ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις;
Οἰκέτης
886τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω.
Κλυταιμνήστρα
887οἲ ᾽γώ. οἶ ἐγώ M (idem error 893, 928) ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων.
888δόλοις ὀλούμεθ᾽, ὥσπερ οὖν ἐκτείναμεν.
889δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος:
890εἰδῶμεν εἰ εἰ Turnebus: ἢ M νικῶμεν, ἢ νικώμεθα:
891ἐνταῦθα γὰρ δὴ τοῦδ᾽ ἀφικόμην κακοῦ.
Ὀρέστης
892σὲ καὶ ματεύω: τῷδε δ᾽ ἀρκούντως ἔχει.
Κλυταιμνήστρα
893οἲ ᾽γώ. τέθνηκας, φίλτατ᾽ Αἰγίσθου βία.
Ὀρέστης
894φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῷ τάφῳ
895κείσει. θανόντα δ᾽ οὔτι μὴ προδῷς ποτε.
Κλυταιμνήστρα
896ἐπίσχες, ὦ παῖ, τόνδε δ᾽ αἴδεσαι, δ᾽ αἴδεσαι Sophianus: δήσεται M τέκνον,
897μαστόν, πρὸς ᾧ ᾧ σὺ Robortello: ὠκὺ M σὺ πολλὰ δὴ βρίζων ἅμα
898οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα.
Ὀρέστης
899Πυλάδη, τί δράσω; μητέρ᾽ αἰδεσθῶ κτανεῖν;
Πυλαδης
900ποῦ δὴ δὴ Auratus: δαὶ M τὰ λοιπὰ Λοξίου μαντεύματα
901τὰ πυθόχρηστα, πιστά τ᾽ τ᾽ Hermann: δ᾽ M εὐορκώματα;
902ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον.
Ὀρέστης
903κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς.
904ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω.
905καὶ ζῶντα γάρ νιν κρείσσον᾽ κρείσσον᾽ Turnebus: κρέσσον᾽ M ἡγήσω πατρός:
906τούτῳ θανοῦσα ξυγκάθευδ᾽, ἐπεὶ φιλεῖς
907τὸν ἄνδρα τοῦτον, ὃν δ᾽ ἐχρῆν φιλεῖν στυγεῖς.
Κλυταιμνήστρα
908ἐγώ σ᾽ ἔθρεψα, σὺν σὺν Auratus: νῦν M δὲ γηράναι θέλω.
Ὀρέστης
909πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;
Κλυταιμνήστρα
910ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία.
Ὀρέστης
911καὶ τόνδε τοίνυν Μοῖρ᾽ ἐπόρσυνεν ἐπώρσυνεν M μόρον.
Κλυταιμνήστρα
912οὐδὲν σεβίζει σὲ βίζηι M, σεβίζηι m γενεθλίους ἀράς, τέκνον;
Ὀρέστης
913τεκοῦσα γάρ μ᾽ ἔρριψας ἐς τὸ δυστυχές.
Κλυταιμνήστρα
914οὔτοι σ᾽ ἀπέρριψ᾽ ἐς δόμους δορυξένους.
Ὀρέστης
915αἰσχρῶς αἰσχρῶς Heath: διχῶς M ἐπράθην ὢν ἐλευθέρου πατρός.
Κλυταιμνήστρα
916ποῦ δῆθ᾽ ὁ τῖμος, ὅντιν᾽ ἀντεδεξάμην;
Ὀρέστης
917αἰσχύνομαί σοι σοι Canter: σου M τοῦτ᾽ ὀνειδίσαι σαφῶς.
Κλυταιμνήστρα
918ἀλλ᾽ ἀλλ᾽ Hermann: μὴ ἀλλ᾽ M (μὴ e v. 919) εἴφ᾽ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας.
Ὀρέστης
919μὴ ᾽λεγχε τὸν πονοῦντ᾽ ἔσω καθημένη.
Κλυταιμνήστρα
920ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον.
Ὀρέστης
921τρέφει δέ γ᾽ ἀνδρὸς μόχθος ἡμένας ἔσω.
Κλυταιμνήστρα
922κτενεῖν ἔοικας, ὦ τέκνον, τὴν μητέρα.
Ὀρέστης
923σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς.
Κλυταιμνήστρα
924ὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας.
Ὀρέστης
925τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε;
Κλυταιμνήστρα
926ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην.
Ὀρέστης
927πατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει σοὐρίζει Elmsley: σ᾽ ὁρίζει M μόρον.cf. ad 887 Post 929 Klyt. responsum excidisse putat Wellauer
Κλυταιμνήστρα
928οἲ ᾽γὼ τεκοῦσα τόνδ᾽ ὄφιν ἐθρεψάμην.
Ὀρέστης
929ἦ κάρτα μάντις οὑξ ὀνειράτων φόβος.
930ἔκανες ἔκανες Pauw: κάνεσγ᾽ M ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε.
Χορός
931στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν.
932ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισε
933τλήμων Ὀρέστης, τοῦθ᾽ ὅμως αἱρούμεθα,
934ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.