Χοηφóρoι
Episode 6
Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 6
Ὀρέστης
479πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών,
480αἰτουμένῳ αἰτουμένῳ turnebus: αἰτούμενος M μοι δὸς κράτος τῶν σῶν δόμων.
Ἠλέκτρα
481κἀγώ, πάτερ, τοιάνδε τοιάνδε Turnebus: τοιάδε M σου χρείαν ἔχω,
482φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ <φθόρον φθόρον add. Hermann: iambus deest M>.
Ὀρέστης
483οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν
484κτιζοίατ᾽: εἰ δὲ μή, παρ᾽ εὐδείπνοις ἔσει
485ἄτιμος ἐμπύροισι ἐμπύροισι Auratus: ἐν πυροῖσι M κνισωτοῖς χθονός.
Ἠλέκτρα
486κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας
487οἴσω πατρῴων ἐκ δόμων γαμηλίους:
488πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον.
Ὀρέστης
489ὦ Γαῖ᾽, ἄνες μοι πατέρ᾽ πατέρ᾽ Robortello: πάτερ M ἐποπτεῦσαι μάχην.
Ἠλέκτρα
490ὦ γ᾽ Hermann: τ᾽ M Περσέφασσα, δὸς δέ γ᾽ εὔμορφον κράτος.
Ὀρέστης
491μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ.
Ἠλέκτρα
492μέμνησο δ᾽ ἀμφίβληστρον ὡς ἐκαίνισας ὡς ἐκαίνισας Conington: ᾧ σ᾽ ἐκαίνισαν M—
Ὀρέστης
493πέδαις δ᾽ ἀχαλκεύτοις θηρευθείς, γ᾽ ἀχαλκεύτοισι θηρευθείς Conington: δ᾽ ἀχαλκεύτοις ἐθηρεύθης M πάτερ,—
Ἠλέκτρα
494αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν.
Ὀρέστης
495ἆρ᾽ ἐξεγείρει τοῖσδ᾽ ὀνείδεσιν, πάτερ;
Ἠλέκτρα
496ἆρ᾽ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα;
Ὀρέστης
497ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,
498ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβὰς Canter: βλάβας M λαβεῖν,
499εἴπερ κρατηθείς γ᾽ ἀντινικῆσαι θέλεις.
Ἠλέκτρα
500καὶ τῆσδ᾽ ἄκουσον λοισθίου βοῆς, πάτερ,
501ἰδὼν νεοσσοὺς τούσδ᾽ ἐφημένους τάφῳ:
502οἴκτιρε θῆλυν ἄρσενός θ᾽ ὁμοῦ γόνον, γόον Pauw: γόνον M
503καὶ μὴ ᾽ξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε.
504οὕτω γὰρ οὐ τέθνηκας οὐδὲ περ θανών:
505παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι
506θανόντι: φελλοὶ δ᾽ ὣς ἄγουσι δίκτυον,
507τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου. λίνου M: λίνον m
508ἄκου᾽, ὑπὲρ σοῦ τοιάδ᾽ ἔστ᾽ ὀδύρματα.
509αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.
Χορός
510καὶ μὴν ἀμεμφῆ τόνδ᾽ ἀμεμφῆ τόνδ᾽ Canter, ἐτείνατον Hermann, ἐτεινάτην Blomfield: ἀμόμφητον δέ τινα τὸν M ἐτείνατον λόγον,
511τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.
512τὰ δ᾽ ἄλλ᾽, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,
513ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.
Ὀρέστης
514ἔσται: πυθέσθαι δ᾽ οὐδέν ἐστ᾽ ἔξω δρόμου,
515πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου
516μεθύστερον μεθύστερον Victorius: μεθ᾽ ὕστερον M τιμῶσ᾽ ἀνήκεστον πάθος;
517θανόντι θανόντι Pauw: θανοῦντι M δ᾽ οὐ φρονοῦντι δειλαία χάρις
518ἐπέμπετ᾽: οὐκ ἔχοιμ᾽ ἂν εἰκάσαι τόδε: τάδε ex τόδε factum M
519τὰ δῶρα μείω μείω Turnebus: μέσω M δ᾽ ἐστὶ τῆς ἁμαρτίας.
520τὰ πάντα γάρ τις ἐκχέας ἀνθ᾽ αἵματος
521ἑνός, μάτην ὁ μόχθος: ὧδ᾽ ἔχει λόγος.
522θέλοντι δ᾽, εἴπερ οἶσθ᾽, ἐμοὶ φράσον τάδε.
Χορός
523οἶδ᾽, ὦ τέκνον, παρῆ παρῆ Proson: πάρει (ει in rasura) M γάρ: ἔκ τ᾽ ὀνειράτων
524καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη
525χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.
Ὀρέστης
526ἦ καὶ πέπυσθε τοὔναρ, ὥστ᾽ ὀρθῶς φράσαι;
Χορός
527τεκεῖν δράκοντ᾽ ἔδοξεν, ὡς αὐτὴ λέγει.
Ὀρέστης
528καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;
Χορός
529ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.
Ὀρέστης
530τίνος τίνος Wellauer: τινὸς M βορᾶς χρῄζοντα, νεογενὲς νεογενὲς Turnebus: νεορενὲς M δάκος;
Χορός
531αὐτὴ προσέσχε μαζὸν μαστὸν Blomfield ἐν τὠνείρατι. τὠνείρατι Porson: τ᾽ ὀνείρατι M
Ὀρέστης
532καὶ πῶς ἄτρωτον οὖθαρ ἦν οὖθαρ ἦν Pauw: οὐχαρην mutatum in οὐχαριν M ὑπὸ στύγους; στύγους Schütz: στύγος M
Χορός
533ὥστ᾽ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.
Ὀρέστης
534οὔτοι μάταιον ἀνδρὸς ὄψανον πέλει.fort. ἂν τόδ᾽ ὄψανον πέλοι Martin
Χορός
535ἡ δ᾽ ἐξ ὕπνου κέκλαγγεν κέκραγεν robortello: κέκλαγεν M ἐπτοημένη.
536πολλοὶ δ᾽ ἀνῇθον, ἀνῇθον escholio Valckenär: ἀνῆλθον M ἐκτυφλωθέντες σκότῳ,
537λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν:
538πέμπει τ᾽ ἔπειτα τάσδε κηδείους χοάς,
539ἄκος τομαῖον ἐλπίσασα πημάτων.
Ὀρέστης
540ἀλλ᾽ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ
541τοὔνειρον εἶναι τοῦτ᾽ ἐμοὶ τελεσφόρον.
542κρίνω δέ τοί νιν ὥστε συγκόλλως συγκόλλως Victorius: συσκόλως (altero λ supra λ scr.) M ἔχειν.
543εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐκλιπὼν Blomfield: ἐκλείπων (ex ἐκλείπειν factum) M ἐμοὶ
544οὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο,ita Porsonus versum emendavit: οὔφεῖσεπᾶσασπαργανηπλείζετο M
545καὶ μαστὸν μαστὸν Blomfield: μασθὸν M ἀμφέχασκ᾽ ἐμὸν θρεπτήριον,
546θρόμβῳ δ᾽ ἔμειξεν αἵματος φίλον γάλα,
547ἡ δ᾽ ἀμφὶ τάρβει τῷδ᾽ ἀμφὶ τάρβει τῷδ᾽ Porson: ἀμφιταρβίτωδ᾽ M ἐπῴμωξεν πάθει,
548δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,
549θανεῖν βιαίως: ἐκδρακοντωθεὶς δ᾽ ἐγὼ
550κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε.
Χορός
551τερασκόπον δὴ δὴ Kirchhoff: δὲ M τῶνδέ σ᾽ αἱροῦμαι πέρι.
552γένοιτο δ᾽ οὕτως. τἄλλα δ᾽ ἐξηγοῦ φίλοις,
553τοὺς μέν μέν Stanley: δ᾽ ἕν M τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων.
Ὀρέστης
554ἁπλοῦς ὁ μῦθος: τήνδε μὲν στείχειν στείχειν Porson: στίχειν M ἔσω,
555αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς,
556ὡς ἂν δόλῳ κτείναντες κτείναντες Robortello: κτείναντας M ἄνδρα τίμιον
557δόλοισι δόλοισι Hartung: δόλῳ τε M καὶ ληφθῶσιν ἐν ταὐτῷ βρόχῳ
558θανόντες, ᾗ καὶ Λοξίας ἐφήμισεν,
559ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν.
560ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων,
561ἥξω σὺν ἀνδρὶ τῷδ᾽ ἐφ᾽ ἑρκείους ἐφ᾽ ἑρκείους Turnebus: ἐφερκίους M πύλας
562Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων.
563ἄμφω δὲ φωνὴν ἥσομεν ἥσομεν Turnebus: οἴσομεν M Παρνησσίδα,
564γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω.
565καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ
566δέξαιτ᾽, δέξαιτ᾽ Turnebus: λέξαιτ᾽ M ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς:
567μενοῦμεν οὕτως ὥστ᾽ ἐπεικάζειν τινὰ
568δόμους δόμους Boissonade: δόμοις M παραστείχοντα παραστείχοντα Victorius: παραστίχοντα M καὶ τάδ᾽ ἐννέπειν:
569“τί δὴ πύλαισι πύλαισι Bolomfield: πύληισι M τὸν ἱκέτην ἀπείργεται
570Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών;”
571εἰ δ᾽ οὖν ἀμείψω βαλὸν βαλὸν (e βαλῶν factum) M ἑρκείων ἕρκειον (in ἑρκίον mutatum) M πυλῶν
572κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός,
573ἢ καὶ μολὼν ἔπειτά μοι κατὰ στόμα
574ἀρεῖ, ἀρεῖ Bamberger: ἐρεῖ M σάφ᾽ ἴσθι, καὶ κατ᾽ ὀφθαλμοὺς βαλεῖ, βαλεῖ Robortello: βαλεῖν M
575πρὶν αὐτὸν εἰπεῖν “ποδαπὸς ὁ ξένος;” νεκρὸν
576θήσω, ποδώκει περιβαλὼν χαλκεύματι.
577φόνου δ᾽ Ἐρινὺς οὐχ ὑπεσπανισμένη
578ἄκρατον αἷμα πίεται τρίτην πόσιν.
579νῦν νῦν Blomfield: σὺν (ν in rasura) M οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς,
580ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε:
581ὑμῖν δ᾽ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν,
582σιγᾶν θ᾽ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια.
583τὰ δ᾽ ἄλλα τούτῳ δεῦρ᾽ ἐποπτεῦσαι λέγω,
584ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.