The Greek Library Author

Aeschylus

Χοηφóρoι

Episode 12

Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 12

Ὀρέστης

973ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα

974πατροκτόνους τε δωμάτων πορθήτορας.

975σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθ᾽ ἥμενοι,

976φίλοι δὲ δὲ Abresch: τε M καὶ νῦν, ὡς ἐπεικάσαι πάθη

977πάρεστιν, ὅρκος τ᾽ ἐμμένει πιστώμασι.

978ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ ἀθλίῳ Portus: ἀθλίως M πατρὶ

979καὶ ξυνθανεῖσθαι: καὶ τάδ᾽ εὐόρκως ἔχει.

980ἴδεσθε δ᾽ αὖτε, τῶνδ᾽ ἐπήκοοι κακῶν,

981τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί,

982πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα.

983τί νιν προσείπω, κἂν τύχω μάλ᾽ εὐστομῶν;

984ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον

985δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν,

986ἄρκυν τ᾽ τ᾽ Hermann: δ᾽ M ἂν εἴποις καὶ ποδιστῆρας πέπλους.

987τοιοῦτον ἂν τοιοῦτον ἂν Turnebus: τοιοῦτο μὰν M κτήσαιτο φηλήτης φηλήτης Scaliger: φιλήτης M ἀνήρ,

988ξένων ἀπαιόλημα κἀργυροστερῆ

989βίον νομίζων, νομίζων Turnebus: νομίζω M τῷδέ τ᾽ ἂν δολώματι

990πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα. φρένα Lobeck: φρενί M

991ἐκτείνατ᾽ αὐτὸ αὐτὸ Auratus: αὐτὸν M καὶ κύκλῳ παρασταδὸν

992στέγαστρον ἀνδρὸς δείξαθ᾽, ὡς ἴδῃ πατήρ,

993οὐχ οὑμός, ἀλλ᾽ ὁ πάντ᾽ ἐποπτεύων τάδε

994Ἥλιος, ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς,

995ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ,

996ὡς τόνδ᾽ ἐγὼ μετῆλθον ἐνδίκως μόρον

997τὸν μητρός: Αἰγίσθου γὰρ οὐ λέγω λέγω e schol. Turnebus: ψέγω M μόρον:

998ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, νόμος Portus: νόμου M δίκην:

999ἥτις δ᾽ ἐπ᾽ ἀνδρὶ τοῦτ᾽ ἐμήσατο στύγος,

1000ἐξ οὗ ἐξ οὗ Robortello: ἐκ σοῦ M τέκνων ἤνεγχ᾽ ἤνεγχ᾽ Victorius: ην ἔχη M ὑπὸ ζώνην βάρος,

1001φίλον τέως, νῦν δ᾽ ἐχθρόν, ὡς φαίνει, κακόν,

1002τί σοι δοκεῖ; μύραινά γ᾽ εἴτ᾽ γ᾽ εἴτ᾽ Hermann: τ᾽ ἤτ᾽ M: γ᾽ supra prius τ᾽ scr. m ἔχιδν᾽ ἔφυ

1003σήπειν θιγοῦσ᾽ θίγουσ᾽ ἂν (sic) Robortello: θίγουσαν M ἂν ἄλλον οὐ δεδηγμένον

1004τόλμης ἕκατι κἀκδίκου κἀκδίκου H. L. Ahrens: κἀνδίκου M φρονήματος.983-in codd. post φρονήματος (1004) leguntur: huc transtulit Scholefield

1005τοιάδ᾽ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ

1006γένοιτ᾽: ὀλοίμην πρόσθεν πρόσθεν Turnebus: πρόσθ᾽ M ἐκ θεῶν ἄπαις.

Anapests 1

Χορός

1007αἰαῖ αἰαῖ αἰαῖ αἰαῖ Dindorf: αἲ αἲ M μελέων ἔργων:

1008στυγερῷ θανάτῳ διεπράχθης.

1009ἒ ἔ, μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ.

Ὀρέστης

1010ἔδρασεν ἢ οὐκ ἔδρασε; οὐκ ἔδρασε Turnebus: οὐκ ἔδρασεν M μαρτυρεῖ δέ μοι

1011φᾶρος τόδ᾽, ὡς ἔβαψεν Αἰγίσθου ξίφος.

1012φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται,

1013πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος.

1014νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών,

1015πατροκτόνον θ᾽ ὕφασμα προσφωνῶν τόδε.

1016ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν,

1017ἄζηλα νίκης τῆσδ᾽ ἔχων μιάσματα.

Anapests 2

Χορός

1018οὔτις μερόπων ἀσινῆ ἀσινεῖ mutatum in ἀσινῆ M βίτον

1019διὰ παντὸς παντὸς Heath: πάντ᾽ M ἄνατος ἄνατος scripsi: ἄτιμος M ἀμείψει. ἀμείψει Erfurdt: ἀμείψεται M

1020ἒ ἔ, ἒ ἔ, Klausen: ἐς M μόχθος μόχθο M: cetera supplet m δ᾽ ὁ μὲν αὐτίχ᾽, ὁ δ᾽ ἥξει. ἥξει Turnebus: ἧξε m

Ὀρέστης

1021ἀλλ᾽ ὡς ἂν ἀλλ᾽ ὡς ἂν Blomfield, εἰδῆτ᾽ Martin, οὐ γὰρ Erfurdt: ἀλλοσἂν εἰ δὴ τοῦτ᾽ ἂρ M εἰδῆτ᾽, οὐ γὰρ οἶδ᾽ ὅπη τελεῖ,

1022ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ ἡνιοστροφῶ Stanley: ἡνιοστρόφου M δρόμου

1023ἐξωτέρω: φέρουσι γὰρ νικώμενον

1024φρένες δύσαρκτοι: πρὸς δὲ καρδίᾳ φόβος

1025ᾄδειν ἕτοιμος ἠδ᾽ ὑπορχεῖσθαι κότῳ.

1026ἕως δ᾽ ἔτ᾽ ἕως δ᾽ ἔτ᾽ Robortello: ἕως δέ τ᾽ m: nihil M ἔμφρων εἰμί, κηρύσσω φίλοις,

1027κτανεῖν τέ φημι μητέρ᾽ οὐκ ἄνευ δίκης,

1028πατροκτόνον μίασμα καὶ θεῶν στύγος.

1029καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι

1030τὸν πυθόμαντιν Λοξίαν, χρήσαντ᾽ ἐμοὶ

1031πράξαντι μὲν ταῦτ᾽ ἐκτὸς αἰτίας κακῆς

1032εἶναι, παρέντα δ᾽—οὐκ ἐρῶ τὴν ζημίαν:

1033τόξῳ γὰρ οὔτις πημάτων προσίξεται.

1034καὶ νῦν ὁρᾶτέ μ᾽, ὡς παρεσκευασμένος

1035ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι

1036μεσόμφαλόν θ᾽ ἵδρυμα, Λοξίου πέδον,

1037πυρός τε φέγγος ἄφθιτον κεκλημένον,

1038φεύγων τόδ᾽ αἷμα κοινόν: οὐδ᾽ ἐφ᾽ ἑστίαν ἐφ᾽ ἑστίαν Turnebus: ἐφέστιον M Post 1039 legitur in codd. 1041: transposuit Blomfield

1039ἄλλην τραπέσθαι Λοξίας ἐφίετο.

1040καὶ μαρτυρεῖν μὲν ὡς μὲν ὡς Blomfield: μοι μενέλεως M ἐπορσύνθη κακὰ

1041τάδ᾽ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω:

1042φεύγω φεύγω Weil: ἐγὼ M δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος,

1043ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών.

Χορός

1044ἀλλ᾽ εὖ γ᾽ ἔπραξας, γ᾽ ἔπραξας Tyrwhitt: τε πράξας M μηδ᾽ ἐπιζευχθῇς ἐπιζευχθῇς Heath: ἐπιζεύχθη M στόμα

1045φήμῃ πονηρᾷ φήμῃ πονηρᾷ Auratus: φῆμαι πονηραὶ M μηδ᾽ ἐπιγλωσσῶ κακά, κακά: ἠλευθέρωσας Blomfield

1046ἐλευθερώσας πᾶσαν Ἀργείων Ἀργείων Porson: ἀργείην M πόλιν,

1047δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.

Ὀρέστης

1048ἆ, ἆ. δμωαὶ γυναῖκες αἵδε Γοργόνων δίκην

1049φαιοχίτωνες καὶ πεπλεκτανημέναι

1050πυκνοῖς δράκουσιν: οὐκέτ᾽ ἂν μείναιμ᾽ οὐκέτ᾽ ἂν μείναιμ᾽ Tzetzes: οὐκ ἔτ᾽ ἀμμείνοιμ᾽ M ἐγώ.

Χορός

1051τίνες σὲ δόξαι, φίλτατ᾽ ἀνθρώπων πατρί,

1052στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ φόβου νικῶ Porson: φοβοῦ νικῶν M πολύ.

Ὀρέστης

1053οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί:

1054σαφῶς σαφεῖς Wecklein γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.

Χορός

1055ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι:

1056ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.

Ὀρέστης

1057ἄναξ Ἄπολλον, αἵδε πληθύουσι πληθύουσι Turnebus: πληθύουσαι M δή,

1058κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές.

Χορός

1059εἷς σοὶ εἷς σοὶ Erfurdt: εἰσω mutatum in εἰσσ᾽ ὁ M καθαρμός: Λοξίας Λοξίας Auratus: λοξίου M δὲ προσθιγὼν

1060ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει.

Ὀρέστης

1061ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδ᾽, ἐγὼ δ᾽ ὁρῶ:

1062ἐλαύνομαι δὲ κοὐκέτ᾽ ἂν μείναιμ᾽ κοὐκέτ᾽ ἂν μείναιμ᾽ Robortello: κοὐκ ἔτ᾽ ἀμμείναιμ᾽ M ἐγώ.

Χορός

1063ἀλλ᾽ εὐτυχοίης, καί σ᾽ ἐποπτεύων πρόφρων

1064θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.

Anapests 3

Χορός

1065ὅδε τοι μελάθροις τοῖς βασιλείοις

1066τρίτος αὖ χειμὼν

1067πνεύσας πνεύσας Scaliger: πνεούσας M: πνοιᾶς φονίας Hartung γονίας ἐτελέσθη.

1068παιδοβόροι παιδοβόροι Auratus: παιδόμοροι M μὲν πρῶτον ὑπῆρξαν

1069μόχθοι τάλανές [τε Θυέστου τε θυέστου seclusit Hermann]:

1070δεύτερον ἀνδρὸς βασίλεια πάθη:

1071λουτροδάικτος δ᾽ ὤλετ᾽ Ἀχαιῶν

1072πολέμαρχος ἀνήρ:

1073νῦν δ᾽ αὖ τρίτος ἦλθέ ποθεν σωτήρ,

1074ἢ μόρον εἴπω;

1075ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξει

1076μετακοιμισθὲν μένος ἄτης;