The Greek Library Author

Aeschylus

Χοηφóρoι

Choral 7

Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 7

Strophe 1

Χορός

585πολλὰ μὲν γᾶ γᾶ Schütz: γὰρ M τρέφει

586δεινὰ [καὶ καὶ seclusit Heath] δειμάτων ἄχη,

587πόντιαί τ᾽ ἀγκάλαι κνωδάλων

588ἀνταίων βρύουσι: βρύουσι Hermann: βροτοῖσι M

589πλάθουσι [βλαστοῦσι βλαστοῦσι seclusit Knick] καὶ πεδαίχμιοι

590λαμπάδες πεδάοροι, πεδάοροι Stanley: πεδάμαροι M

591πτανά τε καὶ πεδοβά-

592μονα κἀνεμοέντ᾽ ἂν κἀνεμοέντ᾽ ἂν Blomfield: κἀνεμοέντων M

593αἰγίδων φράσαι κότον.

Antistrophe 1

Χορός

594ἀλλ᾽ ὑπέρτολμον ἀν-

595δρὸς φρόνημα τίς λέγοι

596καὶ γυναικῶν φρεσὶν φρεσὶν Aldina: φρεσσὶν M τλαμόνων τλαμόνων Dindorf: τλημόνων M [καὶ καὶ seclusit Klausen]

597παντόλμους ἔρωτας

598ἄταισι συννόμους βροτῶν;

599ξυζύγους δ᾽ ὁμαυλίας θηλυκρατὴς ἀπέρω-

600τος ἔρως παρανικᾷ

601κνωδάλων τε καὶ βροτῶν.

Strophe 2

Χορός

602ἴστω δ᾽ ὅστις οὐχ ὑπόπτερος

603φροντίσιν δαεὶς,

604τὰν ἁ παιδολυ-

605μὰς τάλαινα Θεστιὰς μήσατο

606πυρδαῆτιν πυρδαῆτιν Hermann: πυρδαν͂ τινα M πρόνοιαν,

607καταίθουσα καταίθουσα Canter: κ᾽ αἴθουσα M παιδὸς δαφοινὸν

608δαλὸν ἥλικ᾽, ἐπεὶ μολὼν

609ματρόθεν κελάδησε,

610ξύμμετρόν τε διαὶ διαὶ Canter: διὰ M βίου

611μοιρόκραντον μοιρόκραντον Canter: μοιρόκραντος δ᾽ (ν supra ς scr. m) M ἐς ἆμαρ.

Antistrophe 2

Χορός

612ἄλλαν δ᾽ ἔστιν ἄλλαν δ᾽ ἔστιν Hermann: ἀλλα δν́ τιν᾽ M ἐν λόγοις στυγεῖν

613φοινίαν κόραν, κόραν Merkel: σκύλλαν M

615ἅτ᾽ ἐχθρῶν ὑπαὶ

616φῶτ᾽ ἀπώλεσεν ἀπώλεσεν Robortello: ἀπόλεσεν M φίλον Κρητικοῖς

617χρυσοκμήτοισιν χρυσοκμήτοισιν Hermann: χρυσεοδμήτοισιν M ὅρμοις

618πιθήσασα πιθήσασα Abresch: πειθήσασα M δώροισι δώροισι Aldina: δόροισι M Μίνω,

619Νῖσον ἀθανάτας τριχὸς

620νοσφίσασ᾽ ἀπροβούλως

621πνέονθ᾽ πνείονθ᾽ Heath: πνέονθ᾽ M ἁ κυνόφρων ὕπνῳ.

622κιγχάνει κιγχάνει] κι. χάνει eraso γ M δέ μιν Ἑρμῆς.

Strophe 3

Χορός

623ἐπεὶ δ᾽ ἐπεμνασάμην ἐπεμνησάμην Heath: ἐπεμνήσαμεν M ἀμειλίχων

624πόνων, †ἀκαιρως δὲ δυσφιλὲς γαμή-

625λευμ᾽ ἀπεύχετον δόμοις

626γυναικοβούλους τε μήτιδας φρενῶν

627ἐπ᾽ ἀνδρὶ τευχεσφόρῳ,

628ἐπ᾽ ἀνδρὶ δᾴοις ἐπικότῳ δηίοις ἐπικότω M σέβασ†locus corruptus, coniecturis nondum sanatus: praestat fortasse ἀκαίρως τὸ δυσφιλὲς ... ἐπ᾽ ἀνδρὶ δᾴοισιν ἐμφόβῳ ψέγω: Herwerden

629τίω τίω Stanley: τίων M δ᾽ ἀθέρμαντον ἑστίαν δόμων

630γυναικείαν <τ᾽ τ᾽ Hermann> ἄτολμον αἰχμάν.

Antistrophe 3

Χορός

631κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον

632λόγῳ: γοᾶται δὲ δὴ πάθος πάθος Hermann: ποθει (ι supra ει scr.) M κατά-

633πτυστον: ᾔκασεν δέ τις

634τὸ δεινὸν αὖ Λημνίοισι πήμασιν.

635θεοστυγήτῳ δ᾽ ἄγει ἄγει Auratus: ἄχει M

636βροτῶν ἀτιμωθὲν οἴχεται γένος.

637σέβει γὰρ οὔτις τὸ δυσφιλὲς θεοῖς.

638τί τῶνδ᾽ οὐκ ἐνδίκως ἀγείρω;

Strophe 4

Χορός

639τὸ δ᾽ ἄγχι πλευμόνων ξίφος

640διανταίαν ὀξυπευκὲς οὐτᾷ οὐτᾷ Hermann: σοῦται M

641διαὶ Δίκας. †τὸ μὴ θέμις γὰρ <οὐ>

642λὰξ πέδοι πατούμενον, τὸ πᾶν Διὸς

645σέβας παρεκβάντος οὐ θεμιστῶς.corrupta necdum sanata: οὐ seclusit Pauw: πέδοι (Hermann) et οὐ θεμιστῶς (Dindorf) pro πέδον ... ἀθεμίστως M: cetera incerta†

Antistrophe 4

Χορός

646Δίκας δ᾽ ἐρείδεται πυθμήν:

647προχαλκεύει προχαλκεύει Jacob: προσχαλκεύει M δ᾽ Αἶσα φασγανουργός:

648τέκνον δ᾽ ἐπεισφέρει δόμοισιν δόμοισιν Hermann: διμασε M

650αἱμάτων αἱμάτων e schol. Stephanus: δωμάτων M παλαιτέρων τίνειν τίνειν Lachmann: τείνει M μύσος

651χρόνῳ κλυτὰ βυσσόφρων Ἐρινύς.