The Greek Library Author

Aeschylus

Χοηφóρoι

Episode 8

Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 8

Ὀρέστης

652παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.

653τίς ἔνδον, ὦ παῖ, παῖ, μάλ᾽ αὖθις, ἐν δόμοις;

655τρίτον τόδ᾽ ἐκπέραμα δωμάτων καλῶ,

656εἴπερ φιλόξεν᾽ ἐστὶν Αἰγίσθου διαί. φιλόξενός τις Αἰγίσθου βία Elmsley

Οἰκέτης

657εἶεν, ἀκούω: ποδαπὸς ὁ ξένος; πόθεν;

Ὀρέστης

658ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,

659πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.

660τάχυνε δ᾽, ὡς καὶ νυκτὸς ἅρμ᾽ ἐπείγεται

661σκοτεινόν, ὥρα ὥρα Robortello: ὧρα M: ὥραι m δ᾽ ἐμπόρους καθιέναι

662ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.

663ἐξελθέτω τις δωμάτων τελεσφόρος

664γυνὴ τόπαρχος, τόπαρχος G: ταπαρχος (ό supra α scr. m) M ἄνδρα δ᾽ τ᾽ M εὐπρεπέστερον:

665αἰδὼς γὰρ ἐν λεχθεῖσιν οὐκ ἐπαργέμους

666λόγους τίθησιν: εἶπε θαρσήσας ἀνὴρ

667πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.

Κλυταιμηστρα

668ξένοι, λέγοιτ᾽ ἂν εἴ τι δεῖ: πάρεστι γὰρ

669ὁποῖάπερ δόμοισι τοῖσδ᾽ ἐπεικότα,

670καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτήριος θελκτήριος Ludwig: θελκτήπια M

671στρωμνή, δικαίων τ᾽ ὀμμάτων παρουσία.

672εἰ δ᾽ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,

673ἀνδρῶν τόδ᾽ ἐστὶν ἔργον, οἷς κοινώσομεν.

Ὀρέστης

674ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων:

675στείχοντα δ᾽ αὐτόφορτον οἰκείᾳ σαγῇ οἰκείᾳ σαγῇ Turnebus: οἰκίαις ἄγη M

676εἰς Ἄργος, ὥσπερ δεῦρ᾽ ἀπεζύγην πόδα, πόδα Dindorf: πόδας M

677ἀγνὼς πρὸς ἀγνῶτ᾽ εἶπε συμβαλὼν ἀνήρ,

678ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν,

679Στροφίος ὁ Φωκεύς: πεύθομαι γὰρ ἐν λόγῳ:

680“ἐπείπερ ἄλλως, ὦ ξέν᾽, εἰς Ἄργος κίεις,

681πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος

682τεθνεῶτ᾽ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ.

683εἴτ᾽ οὖν κομίζειν δόξα νικήσει φίλων,

684εἴτ᾽ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον,

685θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν.

686νῦν γὰρ λέβητος χαλκέου πλευρώματα

687σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.”

688τοσαῦτ᾽ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω

689τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων

690οὐκ οἶδα, τὸν τεκόντα δ᾽ εἰκὸς εἰδέναι.

Κλυταιμνήστρα

691οἲ ʼγώ, κατ᾽ ἄκρας εἶπας εἶπας Bamberger: ἐνπᾶσ᾽ M ὡς πορθούμεθα.

692ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά,

693ὡς πόλλ᾽ ἐπωπᾷς, κἀκποδὼν εὖ κείμενα

694τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη,

695φίλων ἀποψιλοῖς με τὴν παναθλίαν.

696καὶ νῦν Ὀρέστης, ἦν γὰρ εὐβούλως ἔχων,

697ἔξω κομίζων κομίζων e schol. Robortello: νομίζων M ὀλεθρίου πηλοῦ πόδα,—

698νῦν δ᾽ ἥπερ δ́ ἥπερ Scaliger: δήπερ M ἐν δόμοισι βακχείας καλῆς

699ἰατρὸς ἐλπὶς ἦν, προδοῦσαν ἔγγραφε. προδοῦσαν ἔγγραφε H. L. Ahrens: παροῦσαν ἐγγράφει M

Ὀρέστης

700ἐγὼ μὲν οὖν ξένοισιν ὧδ᾽ εὐδαίμοσιν

701κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον

702γνωστὸς γενέσθαι καὶ ξενωθῆναι: τί γὰρ

703ξένου ξένοισίν ἐστιν εὐμενέστερον;

704πρὸς δυσσεβείας <δ᾽ δ᾽ add. Pauw> ἦν ἐμοὶ τόδ᾽ ἐν φρεσίν,

705τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις,

706καταινέσαντα καὶ κατεξενωμένον.

Κλυταιμνήστρα

707οὔτοι κυρήσεις μεῖον ἀξίων ἀξίων Pauw: ἀξίως M σέθεν,

708οὐδ᾽ ἧσσον ἂν γένοιο δώμασιν φίλος.

709ἄλλος δ᾽ ὁμοίως ἦλθεν ἂν τάδ᾽ ἀγγελῶν.

710ἀλλ᾽ ἔσθ᾽ ὁ καιρὸς ἡμερεύοντας ξένους

711μακρᾶς κελεύθου τυγχάνειν τὰ πρόσφορα.

712ἄγ᾽ αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων,

713ὀπισθόπους τε τε] δὲ M τόνδε καὶ ξυνέμπορον: ὀπισθόπουν ... τόνδε ... ξυνέμπορον Pauw: ὀπισθόπους ... τούσδε ... ξυνεμπόρους M

714κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα.

715αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ ὑπευθύνῳ Turnebus: ἐπευθύνῳ M τάδε.

716ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων

717κοινώσομέν τε κοὐ σπανίζοντες φίλων

718βουλευσόμεσθα βουλευσόμεσθα Stephanus: βουλευόμεθα M τῆσδε συμφορᾶς πέρι.

Anapests 1

Χορός

719εἶεν, φίλιαι δμωίδες οἴκων,

720πότε δὴ στομάτων

721δείξομεν ἰσχὺν ἐπ᾽ Ὀρέστῃ;

722ὦ πότνια χθὼν καὶ πότνι᾽ ἀκτὴ

723χώματος, ἣ νῦν ἐπὶ ναυάρχῳ

724σώματι κεῖσαι τῷ βασιλείῳ,

725νῦν ἐπάκουσον, νῦν ἐπάρηξον:

726νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν δολίαν Pauw: δολία M

727ξυγκαταβῆναι, χθόνιον δ᾽ Ἑρμῆν Ε᾽ρμῆν Turnebus: ἑρμῆα M

728[καὶ τὸν νύχιον καὶ τὸν νύχιον seclusit Hermann] τοῖσδ᾽ ἐφοδεῦσαι

729ξιφοδηλήτοισιν ἀγῶσιν.

730ἔοικεν ἁνὴρ ἁνὴρ Proson: ἀνὴρ M ὁ ξένος τεύχειν κακόν:

731τροφὸν δ᾽ Ὀρέστου τήνδ᾽ ὁρῶ κεκλαυμένην.

732ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας;

733λύπη δ᾽ ἄμισθός ἐστί σοι ξυνέμπορος;

Τροφος

734Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις τοῖς ξίνοις Pauw: τοὺς ξένους M καλεῖν

735ὅπως τάχιστ᾽ ἄνωγεν, ὡς σαφέστερον

736ἀνὴρ ἀπ᾽ ἀνδρὸς τὴν νεάγγελτον φάτιν

737ἐλθὼν πύθηται τήνδε, πρὸς μὲν οἰκέτας

738†θέτο σκυθρωπῶν θέτο σκυθρωπῶν] θέτο σκυθρωπὸν M: θετοσκυθρωπὸν Erfurdt: θετοσκυθρωπῶν Conington: θέτο σκυθρωπῶν Victorius: fort. sub θέτο latet adiect. cum γέλων constructus, vel adverb. ἐντὸς ὀμμάτων γέλων

739κεύθουσ᾽ ἐπ᾽ ἔργοις διαπεπραγμένοις καλῶς

740κείνῃ, κείνη M δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν,

741φήμης ὕφ᾽ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς.

742ἦ δὴ κλύων ἐκεῖνος ἐκεῖνος Robortello: ἐκεῖνον M εὐφρανεῖ νόον,

743εὖτ᾽ ἂν πύθηται μῦθον. ὦ τάλαιν᾽ ἐγώ:

744ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα

745ἄλγη δύσοιστα τοῖσδ᾽ ἐν Ἀτρέως δόμοις

746τυχόντ᾽ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα.

747ἀλλ᾽ οὔτι πω τοιόνδε πῆμ᾽ ἠνεσχόμην. ἠνεσχόμην Butler: ἀνεσχόμην M

748τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά:

749φίλον δ᾽ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν,

750ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,—

751κἀκ κἀκ Portus: καὶ M νυκτιπλάγκτων ὀρθίων κελευμάτων

752καὶ πολλὰ καὶ μοχθήρ᾽ ἀνωφέλητ᾽ ἐμοὶ

753τλάσῃ:—τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν

754τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός:

755οὐ γάρ τι φωνεῖ παῖς ἔτ᾽ ὢν ἐν σπαργάνοις,

756εἰ εἰ Stanley: ἢ M λιμός, ἢ δίψη τις, ἢ λιψουρία

757ἔχει: νέα δὲ νηδὺς αὐτάρκης τέκνων.

758τούτων πρόμαντις οὖσα, πολλὰ δ᾽, οἴομαι,

759ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια,

760γναφεὺς τροφεύς τροφεύς Robortello: στροφεύς M τε ταὐτὸν εἰχέτην τέλος.

761ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας

762ἔχουσ᾽ Ὀρέστην ἐξεδεξάμην πατρί: πατρί M: ός suprascr. m

763τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.

764στείχω στείχων M δ᾽ ἐπ᾽ ἄνδρα τῶνδε λυμαντήριον

765οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον. τόνδε ... λόγον Blomfield: τῶνδε ... λόγων M

Χορός

766πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον;

Τροφός

767ἦ πῶς; ἦ πῶς;] ἦ Wellauer: ἢ M: fort. ὅπως; Valckenär λέγ᾽ αὖθις, ὡς μάθω σαφέστερον.

Χορός

768εἰ εἰ Turnebus: ἢ M ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ.

Τροφός

769ἄγειν κελεύει δορυφόρους ὀπάονας.

Χορός

770μή νυν σὺ ταῦτ᾽ ἄγγελλε δεσπότου στύγει:

771ἀλλ᾽ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντως κλύῃ,

772ἄνωχθ᾽ ὅσον τάχιστα γηθούσῃ γηθούσῃ Pauw: γαθούσῃ Turnebus: τάχιστ᾽ ἀγαθούσῃ M φρενί.

773ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται ὀρθοῦται λόγος (auctore Musgravio) Porson: ὀρθούσῃ φρενί (e 772) M λόγος.

Τροφός

774ἀλλ᾽ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις;

Χορός

775ἀλλ᾽ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ.

Τροφός

776καὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων.

Χορός

777οὔπω: κακός γε μάντις ἂν γνοίη τάδε.

Τροφός

778τί φής; ἔχεις τι τῶν λελεγμένων δίχα;

Χορός

779ἄγγελλ᾽ ἄγγελλ᾽ Robortello; ἄγγελ᾽ M ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα.

780μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ μέλει ... μέλῃ Turnebus: μέλλει ... μέλλῃ M πέρι.

Τροφός

781ἀλλ᾽ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις.

782γένοιτο δ᾽ ὡς ἄριστα σὺν θεῶν δόσει.