The Greek Library Author

Aeschylus

Χοηφóρoι

Choral 5

Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 5

Strophe 1

ὈρέστηςOp. add. turnebus

315ὦ πάτερ αἰνόπατες, αἰνοπαθές e scholio Hartung: αἰνόπατερ M τί σοι

316φάμενος ἢ τί ῥέξας

317τύχοιμ᾽ ἂν ἕκαθεν ἕκαθεν] καθεν M, ἕ supra scr. m οὐρίσας,

318ἔνθα σ᾽ ἔχουσιν εὐναί;

319σκότῳ φάος ἀντίμοι-

320ρον; ἀντίμοιρον Erfurdt: ἰσοτίμοιρον M χάριτες δ᾽ ὁμοίως

321κέκληνται γόος εὐκλεὴς

322προσθοδόμοις Ἀτρείδαις.

Strophe 2

Χορός Χο. ad. Turnebus

323τέκνον, φρόνημα τοῦ

324θανόντος οὐ δαμάζει

325πυρὸς [ἡ ἡ seclusit Porson] μαλερὰ γνάθος,

326φαίνει δ᾽ ὕστερον ὀργάς:

327ὀτοτύζεται δ᾽ ὁ θνῄσκων,

328ἀναφαίνεται δ᾽ ὁ βλάπτων.

329πατέρων τε καὶ τεκόντων

330γόος ἔνδικος ματεύει

331τἄποιν᾽ τἄποιν᾽ e scholio Bothe: τὸ πᾶν M: alii aliter: ποινὰν Schütz: ῥοπὰν Hermann ἀμφιλαφὴς ταραχθείς.

Antistrophe 1

Ἠλέκτρα

332κλῦθὶ νυν, ὦ πάτερ, ἐν μέρει

333πολυδάκρυτα πένθη.

334δίπαις τοί σ᾽ τοί σ᾽ Schütz: τοῖς M ἐπιτύμβιος ἐπιτύμβιος Hermann: ἐιτυμβιδίοις M

335θρῆνος ἀναστενάζει.

336τάφος δ᾽ ἱκέτας δέδεκται

337φυγάδας θ᾽ ὁμοίως.

338τί τῶνδ᾽ εὖ, τί δ᾽ ἄτερ κακῶν;

339οὐκ ἀτρίακτος ἄτα;

Anapests 4

Χορός

340ἀλλ᾽ ἔτ᾽ ἂν ἐκ τῶνδε θεὸς χρῄζων

341θείη θείη Turnebus: θήη M κελάδους εὐφθογγοτέρους:

342ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων

343παιὰν παιὰν Blomfield: παίων M μελάθροις ἐν βασιλείοις

344νεοκρᾶτα φίλον κομίσειεν. κομίσειεν orson: κομίζει M: sed fortasse praestat φιάλην νεοκρᾶτα κομίζοι Scaliger

Strophe 3

Ὀρέστης

345εἰ γὰρ ὑπ᾽ Ἰλίῳ

346πρός τινος Λυκίων, πάτερ,

347δορίτμητος κατηναρίσθης, κατηναρίσθης Porson: κατεναρίσθης M

348λιπὼν ἂν εὔκλειαν ἐν δόμοισι

349τέκνων τ᾽ ἐν τ᾽ ἐν Wellauer: τε M κελεύθοις

350ἐπιστρεπτὸν αἰῶ αἰῶ H. L. Ahrens: αἰῶνα M

351κτίσας πολύχωστον ἂν εἶχες

352τάφον διαποντίου γᾶς διαποντίου γᾶς Turnebus: διατοντιουτας M

353δώμασιν εὐφόρητον.

Antistrophe 2

Χορός

354φίλος φίλοισι τοῖς

355ἐκεῖ καλῶς θανοῦσιν

356κατὰ χθονὸς ἐμπρέπων

357σεμνότιμος ἀνάκτωρ,

358πρόπολός τε τῶν μεγίστων

359χθονίων ἐκεῖ τυράννων:

360βασιλεὺς γὰρ ἦν, ἦν, ς supra scr., M ὄφρ᾽ ἔζης, ἔζη Hermann; ἔζης M

361μόριμον λάχος πιπλάντων πιπλάντων Heath: πιμπλάντων M

362χειροῖν χειροῖν] χεροῖν M πεισιβρότοῳ τε βάκτρῳ. πεισιβρότῳ τε βάκτρῳ Pauw: πισίμβροτόν τε βάκτρον M

Antistrophe 3

Ἠλέκτρα

363μηδ᾽ ὑπὸ Τρωίας

364τείχεσι φθίμενος, πάτερ,

365μετ᾽ ἄλλῳ ἄλλῳ Stanley: ἄλλων M δουρικμῆτι λαῷ

366παρὰ Σκαμάνδρου πόρον τεθάφθαι. τεθάφθαι Tafel: τέθαψαι M

367πάρος δ᾽ οἱ κτανόντες

368νιν οὕτως δαμῆναι

369<φίλοις φίλοις ad. Conington>, θανατηφόρον αἶσαν

370πρόσω πρόσω Hermann: πρόσσω M τινὰ πυνθάνεσθαι

371τῶνδε πόνων ἄπειρον.

Anapests 8

Χορός Χο. add. turnebus

372ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ,

373μεγάλης δὲ τύχης καὶ ὑπερβορέου

374μείζονα φωνεῖς: δύνασαι φωνεῖς: δύνασαι Hermann: φωνεῖ ὀδυνᾶσαι M γάρ.

375ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης μαράγνης Robortello: μαράγμης M

376δοῦπος ἱκνεῖται: τῶν μὲν ἀρωγοὶ

377κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων

378χέρες οὐχ ὅσιαι στυγερῶν τούτων,

379†πᾶσι δὲ μᾶλλον γεγένηται.corrupta varie tentantur: fortasse ... ὅσιαι: στυγερὸν τούτων | παισὶ τί μᾶλλον γεγένηται; Schömann

Strophe 4

Ὀρέστης

380τοῦτο διαμπερὲς οὖς Ηλ. add. Robortello οὖς Schütz: ὡς M

381ἵκεθ᾽ ἵκετο M ἅπερ τι τι Schütz: τε M βέλος.

382Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων

383ὑστερόποινον ἄταν

384βροτῶν τλάμονι καὶ πανούργῳ

385χειρί, τοκεῦσι δ᾽ ὅμως τελεῖται.

Strophe 5

Χορός

386ἐφυμνῆσαι γένοιτό μοι πυκά-

387εντ᾽ πυκάεντ᾽ Dindorf: πευκήεντ᾽ M ὀλολυγμὸν ἀνδρὸς

388θεινομένου, γυναικός τ᾽

389ὀλλυμένας: τί γὰρ κεύθω φρενὸς οἷον οἷον Hermann: θεῖον M ἔμπας

390ποτᾶται; πάροιθεν δὲ πρῴρας

391δριμὺς ἄηται κραδίας κραδίας Hermann: καρδίαδς M

392θυμὸς ἔγκοτον στύγος.

Antistrophe 4

Ὀρέστησ??? Ορ add. Robortello

393καὶ πότ᾽ καὶ πότ᾽ correctum in καί τοτ᾽ M ἂν ἀμφιθαλὴς

395Ζεὺς ἐπὶ χεῖρα βάλοι,

396φεῦ φεῦ, κάρανα δαΐξας;

397πιστὰ γένοιτο χώρᾳ.

398δίκαν δ᾽ ἐξ ἀδίκων ἀπαιτῶ.

399κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί. Γᾶ χθονίων τε τιμαί H. L. Ahrens: ταχθονίων τετιμαι (έν supra μᾳι scr. m) M

Anapests 12

Χορός

400ἀλλὰ νόμος ἀλλὰ νόμος Turnebus: ἀλλ᾽ ἄνομος M μὲν φονίας σταγόνας

401χυμένας ἐς πέδον ἄλλο προσαιτεῖν

402αἷμα. βοᾷ γὰρ λοιγὸς Ἐρινὺν λοιγὸς Ε᾽ρινὺν Schütz: λοιγὸν ἐρινὺς M

403παρὰ τῶν πρότερον πρότερον Portus: προτέρων M φθιμένων ἄτην

404ἑτέραν ἐπάγουσαν ἐπ᾽ ἄτῃ.

Strophe 6

Ἠλέκτρα???

405πόποι δᾶ πόποι δᾶ Bamberger: ποῖποῖδὴ M νερτέρων τυραννίδες <τ᾽>, τ᾽ add. paley

406ἴδετε πολυκρατεῖς Ἀραὶ τεθυμένων, τεθυμένων Hermann: φθειμένων (ι supra ει scr. m) M

407ἴδεσθ᾽ Ἀτρειδᾶν τὰ λοίπ᾽ ἀμηχάνως

408ἔχοντα καὶ δωμάτων

409ἄτιμα. πᾷ τις τράποιτ᾽ ἄν, πετιστραποιταν M, in margine correxit m ὦ Ζεῦ;

Antistrophe 5

Χορός Χο. add. Hermann

410πέπαλται πέπαλται Turnebus: πεπάλατε, αι supra scr., M δ᾽ αὖτέ μοι φίλον κέαρ

411τόνδε κλύουσαν οἶκτον.

412καὶ τότε μὲν δύσελπις,

413σπλάγχνα δέ μοι μοι Schütz: μου M κελαινοῦ-

414ται πρὸς ἔπος κλυούσᾳ.

415ὅταν δ᾽ αὖτ᾽ ἐπ᾽ ἀλκῆς ἐπάρῃ <μ᾽

416ἐλπίς,> ἀπέστασεν ἄχος

417προσφανεῖσά ἐπ᾽ ἀλκῆς ἐπάρῃ Paley, μ᾽ add. Conington, ἐλπίς Blomfield, προσφανεῖσα Bamberger: ἐπαλκὲς φραρεαπέστασεν ἄχος πρὸς τὸ φανεῖσφαι M μοι καλῶς.

Antistrophe 6

Ὀρέστησ??? Ορ. add. Hermann

418τί δ᾽ ἂν φάντες φάντες Bothe: πάντες M τύχοιμεν; ἢ ἢ Hermann: ἂν ἢ M τάπερ

419πάθομεν ἄχεα ἄχεα Schwenk: ἄχθεα M πρός γε τῶν τεκομένων;

420πάρεστι σαίνειν, τὰ δ᾽ οὔτι θέλγεται.

421λύκος γὰρ ὥστ᾽ ὠμόφρων

422ἄσαντος ἐκ ματρός ἐστι θυμός.

Strophe 7

Χορός

423ἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίας Χο. add. Müller ῎Αριον Hermann, ἔν τε Bothe, Κισσίασͅ Robortello: ἄρειον εἴτε κισσίαις M

424νόμοις ἰηλεμιστρίας, νόμοις ἰηλεμιστρίας Hermann: νόμοισιλεμιστρίας M

425ἀπριγδόπληκτα πολυπλάνητα ἀπριγδόπληκτα πολυπλάνητα Blomfield: ἄπριγκτοι πληκτὰ πολυπάλαγκτα M δ᾽ ἦν δ᾽ ἦν Robortello: δὴν M ἰδεῖν

426ἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματα

427ἄνωθεν ἀνέκαθεν, κτύπῳ δ᾽ ἐπερρόθει

428κροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα.

Strophe 8

Ἠλέκτρα

429ἰὼ Ηλ. add. Müller ἰὼ Paley: ἰὼ ἰὼ M δαΐα

430πάντολμε μᾶτερ, δαΐαις ἐν ἐκφοραῖς

431ἄνευ πολιτᾶν ἄνακτ᾽,

432ἄνευ δὲ πενθημάτων

433ἔτλας ἀνοίμωκτον ἄνδρα θάψαι.

Strophe 9

Ὀρέστης Ορ. add. Robortello

434ταφὰς ἀτίμους ταφὰἀτίμους Scripsi: τὸ πᾶν ἀτίμως M: ταφὰν ἀτίμων Verrall ἔλεξας, οἴμοι.

435πατρὸς δ᾽ ἀτίμωσιν ἆρα ἆρα Heath: ἀρὰ M τείσει

436ἕκατι μὲν δαιμόνων,

437ἕκατι δ᾽ ἀμᾶν χερῶν.

438ἔπειτ᾽ ἐγὼ νοσφίσας ὀλοίμαν. ὀλοίμαν turnebus: ἑλοιμαν M

Antistrophe 9

Χορός Χο. add. Müller

439ἐμασχαλίσθη ἐμασχαλίσθη Robortello: ἐμασχαλίσθης M δέ γ᾽, ὡς τόδ᾽ εἰδῇς, δέ γ᾽ Hermann, ὡς ... εἰδῇς Canter, τόδ᾽ Pauw: δὲ τωστοστείδης M

440ἔπρασσε δ᾽ ᾇπέρ ᾇπέρ Portus: ἅπερ M νιν ὧδε θάπτει,

441μόρον κτίσαι κτίσαι Stanley: κτεῖναι (ν in rasura) M μωμένα

442ἄφερτον ἄφερτον Robortello: ἄφερκτον M αἰῶνι σῷ.

443κλύεις κλύεις turnebus: κλύει M πατρῴους δύας ἀτίμους. δύας ἀτίμους Stanley: δυσατίμους M

Antistrophe 7

Ἠλέκτρα Ηλ. ad. Müller

445λέγεις πατρῷον μόρον: ἐγὼ δ᾽ ἀπεστάτουν

446ἄτιμος, οὐδὲν ἀξία.

447μυχῷ μυχῷStanley: μυχοῦ M δ᾽ ἄφερκτος πολυσινοῦς κυνὸς δίκαν

448ἑτοιμότερα γέλωτος ἀνέφερον λίβη,

449χέουσα χέουσα Dobree: χαίρουσα (αι in rasura) M πολύδακρυν γόον κεκρυμμένα.

450τοιαῦτ᾽ ἀκούων ἐν φρεσὶν γράφου, <πάτερ. πάτερ scripsi: iambus deest in fine v. M>

Antistrophe 8

Χορός Χο. deest in M

451δι᾽ ὤτων δὲ συν-

452τέτραινε μῦθον ἡσύχῳ φρενῶν φρενῶν Turnebus: φρονῶν M βάσει.

453τὰ μὲν γὰρ οὕτως ἔχει,

454τὰ δ᾽ αὐτὸς ὄργα ὄργα Scaliger: ὀργᾷ M μαθεῖν.

455πρέπει δ᾽ ἀκάμπτῳ μένει καθήκειν.

Strophe 10

Ὀρέστης

456σὲ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις. φίλοις Porson: φίλοισι M

Ἠλέκτρα

457ἐγὼ δ᾽ ἐπιφθέγγομαι κεκλαυμένα.

Χορός

458στάσις δὲ πάγκοινος ἅδ᾽ ἐπιρροθεῖ:

459ἄκουσον ἐς φάος μολών,

460ξὺν δὲ γενοῦ πρὸς ἐχθρούς.

Antistrophe 10

Ὀρέστης

461Ἄρης Ἄρει ξυμβαλεῖ, ξυμβαλεῖ Pauw: ξυμβάλλει M Δίκᾳ Δίκα.

Ἠλέκτρα

462ἰὼ θεοί, κραίνετ᾽ ἐνδίκως <δίκας δίκας add. Hermann>.

Χορός

463τρόμος μ᾽ ὑφέρπει κλύουσαν εὐγμάτων.

464τὸ μόρσιμον μένει πάλαι,

465εὐχομένοις δ᾽ ἂν ἔλθοι.

Strophe 11

Χορός

466ὦ ὦ Hermann: ἰὼ M πόνος ἐγγενὴς

467καὶ παράμουσος Ἄτας ἄτας Hermann: ἄτης M

468αἱματόεσσα πλαγά.

469ἰὼ δύστον᾽ ἄφερτα κήδη:

470ἰὼ δυσκατάπαυστον ἄλγος.

Antistrophe 11

Χορός

471δώμασιν ἔμμοτον

472τῶνδ᾽ ἄκος, ἄκος Schütz: ἑκὰς M οὐδ᾽ ἀπ᾽ ἄλλων

473ἔκτοθεν, ἀλλ᾽ ἀπ᾽ αὐτῶν,

474διώκειν ἔριν διώκειν ἔριν Hermann: αιωμαναιρειν M: δι᾽ ὠμὰν ἔριν Klausen αἱματηράν.

475θεῶν <τῶν τῶν add. Hermann> κατὰ γᾶς ὅδ᾽ ὕμνος.

Anapests 26

Χορός

476ἀλλὰ κλύοντες, μάκαρες χθόνιοι,

477τῆσδε κατευχῆς πέμπετ᾽ ἀρωγὴν

478παισὶν προφρόνως ἐπὶ νίκῃ.personarum notae desunt in M νίκῃ Portus: νίκην M