The Greek Library Author

Aeschylus

Χοηφóρoι

Episode 4

Title variantsΧοηφóρoι · Choephoroe · Libation Bearers · Choéphores · Choephores · Χοηφόροι

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg006.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 4

Ἠλέκτρα

83δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες,

85ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ

86πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι:

87τί φῶ τί φῶ H. L. Ahrens: τύφῳ δεͅ M χέουσα τάσδε κηδείους χοάς;

88πῶς εὔφρον᾽ εἴπω, πῶς κατεύξομαι κατεύξωμαι turnebus: κατεύξομαι M πατρί;

89πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν

90γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα;

91τῶνδ᾽ οὐ πάρεστι θάρσος, οὐδ᾽ ἔχω τί φῶ,

92χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.91-2 post 95 transponit Weil

93ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,

94ἔσθλ᾽ ἔσθλ᾽ Elmsley: ἴσ᾽ Bamberger: ἔσψτ᾽ M ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε

95στέφη, δόσιν γε γε Stanley: τε M τῶν κακῶν ἐπαξίαν;

96ἢ σῖγ᾽ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο

97πατήρ, τάδ᾽ ἐκχέασα, ἐκχέασα Dindorf: ἐκχέουσα M γάποτον χύσιν,

98στείχω καθάρμαθ᾽ ὥς τις ἐκπέμψας πάλιν

99δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;

100τῆσδ᾽ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι:

101κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.

102μὴ κεύθετ᾽ ἔνδον καρδίας φόβῳ τινός.

103τὸ μόρσιμον γὰρ τόν τ᾽ ἐλεύθερον μένει

104καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.

105λέγοις ἄν, εἴ τι τῶνδ᾽ ἔχοις ἔχεις Jacob ὑπέρτερον.

Χορός

106αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς

107λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.

Ἠλέκτρα

108λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός.

Χορός

109φθέγγου χέουσα κεδνὰ κεδνὰ Hartung: σεμνὰ M τοῖσιν εὔφροσιν.

Ἠλέκτρα

110τίνας δὲ τούτους τῶν φίλων προσεννέπω;

Χορός

111πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ.

Ἠλέκτρα

112ἐμοί τε καὶ σοί τἄρ᾽ ἐπεύξομαι ἐπεμ́ξωμαι Dobree: ἐπεύξομαι M τάδε;

Χορός

113αὐτὴ σὺ ταῦτα μανθάνουσ᾽ ἤδη φράσαι.

Ἠλέκτρα

114τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῇδε προστιθῶ στάσει;

Χορός

115μέμνησ᾽ Ὀρέστου, κεἰ θυραῖός ἐσθ᾽ ὅμως.

Ἠλέκτρα

116εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με.

Χορός

117τοῖς αἰτίοις νῦν νῦν M τοῦ φόνου μεμνημένη???

Ἠλέκτρα

118τί φῶ; δίδασκ᾽ ἄπειρον ἐξηγουμένη.

Χορός

119ἐλθεῖν τιν᾽ αὐτοῖς δαίμον᾽ ἢ βροτῶν τινα???

Ἠλέκτρα

120πότερα δικαστὴν ἢ δικηφόρον λέγεις; λέγω; Weil

Χορός

121ἅπλῶς τι φράζουσ᾽, ὅστις ἀνταποκτενεῖ.

Ἠλέκτρα

122καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;

Χορός

123πῶς δ᾽ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;

Ἠλέκτραhunc v. post 165 in M scriptum huc transtulit Hermann

124κῆρυξ μέγιστε μέγιστε Stanley: μεγίστη M τῶν ἄνω τε καὶ κάτω,

124a<ἄρηξον,> ἄρηξον add. Klausen Ἑρμῆ χθόνιε, κηρύξας ἐμοί,

125τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς

126εὐχάς, πατρῴων δωμάτων δωμάτων Stanley: δ᾽ ὀμμάτων M ἐπισκόπους,

127καὶ γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται,

128θρέψασά τ᾽ αὖθις τῶνδε κῦμα λαμβάνει:

129κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς

130λέγω καλοῦσα πατέρ᾽, “ἐποίκτιρόν τ᾽ ἐμὲ

131φίλον τ᾽ Ὀρέστην: †πῶς ἀνάξομεν δόμοις.corruta necdum sanata: φῶς τ᾽ ἄναψον ἐν δόμοις anon.: ὡς ἀναξωμεν Paley

132πεπραμένοι πεπραμένοι Casaubon: πεπραγμένοι M γὰρ νῦν γέ πως ἀλώμεθα

133πρὸς τῆς τεκούσης, ἄνδρα δ᾽ ἀντηλλάξατο

134Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.

135κἀγὼ μὲν ἀντίδουλος: ἐκ δὲ χρημάτων

136φεύγων φεύγων Robortello: φεύγειν M Ὀρέστης ἐστίν, οἱ δ᾽ ὑπερκόπως

137ἐν τοῖσι σοῖς πόνοισι πόνοισι Robortello: πόνοισιν M χλίουσιν μέγα. μέγα Turnebus: μέτα M

138ἐλθεῖν δ᾽ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ

139κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ:

140αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ

141μητρὸς γενέσθαι χεῖρά τ᾽ εὐσεβεστέραν.

142ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δ᾽ ἐναντίοις

143λέγω φανῆναί σου, πάτερ, τιμάορον,

144καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ. δίκῃ Scaliger: δίκην M”

145ταῦτ᾽ ἐν μέσῳ τίθημι τῆς καλῆς καλῆς Schütz: κακῆς M: vv. 145-6 suspecti ἀρᾶς,

146κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν:

147“ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,

148σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ.”

149τοιαῖσδ᾽ ἐπ᾽ εὐχαῖς τάσδ᾽ ἐπισπένδω χοάς.

150ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος,

151παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.

Χορός

152ἵετε δάκρυ καναχὲς ὀλόμενον

153ὀλομένῳ δεσπότᾳ,

154πρὸς ἔρυμα τόδε κακῶν, κεδνῶν τ᾽

155ἀπότροπον ἄγος ἀγος e scholio Victorius: ἄλγος M ἀπεύχετον

156κεχυμένων χοᾶν. κλύε δέ μοι, κλύε,

157σέβας ὦ σέβας ὦ Turnebus: σεβάσω M δέσποτ᾽, ἐξ ἀμαυρᾶς φρενός.

158ὀτοτοτοτοτοτοτοῖ,

159ἴτω τις ἴτω τις Bothe: ἰὼ τίς M δορυ-

160σθενὴς ἀνήρ, ἀναλυτὴρ δόμων,

161Σκυθικά τ᾽ Σκυθικά τ᾽ Robortello: σκυθιτατ᾽ (ης supra ι scripto) M ἐν χεροῖν παλίντον᾽

162ἐν ἔργῳ βέλη ʼπιπάλλων Ἄρης

163σχέδιά τ᾽ αὐτόκωπα νωμῶν ξίφη. ξίφη e scholio Pauw: βέλη (e praeced. v.) M

Ἠλέκτρα

164ἔχει μὲν ἤδη γαπότους γαπότους Turnebus: ἀπό του M χοὰς πατήρ:Post hunc v. in codd. legitur 124

165νέου δὲ μύθου τοῦδε κοινωνήσατε.

Χορός

166λέγοις ἄν: ὀρχεῖται δὲ καρδία φόβῳ.

Ἠλέκτρα

167ὁρῶ ἄν: ὀρχεῖται Turnebus: ἀνορχεῖται M τομαῖον τόνδε βόστρυχον τάφῳ.

Χορός

168τίνος ποτ᾽ ἀνδρός, ἢ βαθυζώνου κόρης;

Ἠλέκτρα

170εὐξύμβολον τόδ᾽ ἐστὶ παντὶ δοξάσαι.

Χορός

171πῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω.

Ἠλέκτρα

172οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό κείραιτό Turnebus: κείρετό M νιν.

Χορός

173ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί.

Ἠλέκτρα

174καὶ μὴν ὅδ᾽ ἐστὶ κάρτ᾽ ἰδεῖν ὁμόπτερος.

Χορός

175ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν.

Ἠλέκτρα

176αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν.

Χορός

177μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν ἦν Scholefield: ἦ M: ᾖ G τόδε;

Ἠλέκτρα

178μάλιστ᾽ ἐκείνου βοστρύχοις προσείδεται.

Χορός

179καὶ πῶς ἐκεῖνος δεῦρ᾽ ἐτόλμησεν μολεῖν;

Ἠλέκτρα

180ἔπεμψε χαίτην χαίτην Victorius: καὶ τὴν M κουρίμην χάριν πατρός.

Χορός

181οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε,

182εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί.

Ἠλέκτρα

183κἀμοὶ προσέστη καρδίας κλυδώνιον

184χολῆς, ἐπαίσθην ἐπαίσθην Canter: ἐπαίθην M δ᾽ ὡς διανταίῳ βέλει:

185ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι

186σταγόνες ἄφρακτοι δυσχίμου πλημμυρίδος,

187πλόκαμον ἰδούσῃ τόνδε: πῶς γὰρ ἐλπίσω

188ἀστῶν τιν᾽ ἄλλον τῆσδε δεσπόζειν φόβης;

189ἀλλ᾽ οὐδὲ μήν νιν ἡ κτανοῦσ᾽ ἐκείρατο,

190ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον

191φρόνημα παισὶ δύσθεον πεπαμένη.

192ἐγὼ δ᾽ ὅπως μὲν ἄντικρυς τάδ᾽ αἰνέσω,

193εἶναι τόδ᾽ ἀγλάισμά μοι τοῦ φιλτάτου

194βροτῶν Ὀρέστου—σαίνομαι σαίνομαι] σαι alia manu scr. M δ᾽ ὑπ᾽ ἐλπίδος.

φεῦ.

195εἴθ᾽ εἶχε φωνὴν εὔφρον᾽ ἀγγέλου δίκην,

196ὅπως δίφροντις οὖσα μὴ ᾽κινυσσόμην, μὴ᾽ κινυσσόμην Turnebus: μὴκηννυσσομην M

197ἀλλ᾽ εὖ ᾽σαφήνει ᾽σ᾽αφήνει Paley: σαφηνῆ M τόνδ᾽ ἀποπτύσαι πλόκον,

198εἴπερ γ᾽ ἀπ᾽ ἐχθροῦ κρατὸς ἦν τετμημένος,

199ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶ

200ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός.

201ἀλλ᾽ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,

202οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην δίκην Aldina: δίκηι (ηι in rasura) M

203στροβούμεθ᾽: εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,

204σμικροῦ γένοιτ᾽ ἂν σπέρματος μέγας πυθμήν.

205καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον,

206ποδῶν ποδῶν Turnebus: ποδῶν δ᾽ M ὅμοιοι τοῖς τ᾽ ἐμοῖσιν ἐμφερεῖσ—

207καὶ γὰρ δύ᾽ ἐστὸν τώδε περιγραφὰ ποδοῖν,

208αὐτοῦ τ᾽ ἐκείνου καὶ συνεμπόρου τινόσ—

209πτέρναι τενόντων θ᾽ ὑπογραφαὶ μετρούμεναι

210εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις.

211πάρεστι δ᾽ ὠδὶς καὶ φρενῶν καταφθορά.201-post 211 transponere volt Weil

Ὀρέστης

212εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους

213εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς.

Ἠλέκτρα

214ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;

Ὀρέστης

215εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου ἐξηύχου Robortello: ἐξηύκου M πάλαι.

Ἠλέκτρα

216καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;

Ὀρέστης

217σύνοιδ᾽ Ὀρέστην πολλά σ᾽ ἐκπαγλουμένην. ἐκπαγλουμένην Robortello: ἐκπαγλουμένης M

Ἠλέκτρα

218καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων;

Ὀρέστης

219ὅδ᾽ εἰμί: μὴ μάτευ᾽ μάτευ᾽ G: μάστευ᾽ M ἐμοῦ μᾶλλον φίλον.

Ἠλέκτρα

220ἀλλ᾽ ἦ δόλον τιν᾽, ὦ ξέν᾽, ἀμφί μοι πλέκεις;

Ὀρέστης

221αὐτὸς καθ᾽ αὑτοῦ τἄρα τἄρα dndorf: ταρρα M μηχανορραφῶ.

Ἠλέκτρα

222ἀλλ᾽ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις.

Ὀρέστης

223κἀν τοῖς ἐμοῖς ἄρ᾽, ἐμοῖς ἄρ᾽ Turnebus: ἐμοῖσιν M εἴπερ ἔν γε τοῖσι σοῖς.

Ἠλέκτρα

224ὡς ὄντ᾽ Ὀρέστην τἄρ᾽ τἄρ᾽ Murray: τάδ᾽ M ἐγὼ προσεννέπω;

Ὀρέστης

225αὐτὸν μὲν οὖν οὖν Turnebus: νῦν M ὁρῶσα δυσμαθεῖς ἐμέ:

226κουρὰν δ᾽ ἰδοῦσα τήνδε κηδείου τριχὸς

228ἰχνοσκοποῦσά τ᾽ ἐν στίβοισι τοῖς ἐμοῖς

227ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ.

230σκέψαι τομῇ σκέψαι κόμῃ hartung: σκέψαιτο μὴ M: σκέψαι τομῇ Turnebus προσθεῖσα βόστρυχον τριχὸς

229σαυτῆς ἀδελφοῦ σύμμετρον σύμμετρον Schütz: σκέψαιτο μὴ M: σκέψαι τομῇ Turnebus σύμμετρον Schütz: συμμέτρου M τῷ σῷ κάρᾳ.226-in codd. sic leguntur: 226, 228, 227, 230, 229: ordinem mutavit Hermann

231ἰδοῦ δ᾽ ὕφασμα τοῦτο, σῆς ἔργον χερός,

232σπάθης τε πληγὰς ἠδὲ ἠδὲ Turnebus: εἰς δὲ M θήρειον θήρειον Bamberger: θηρίον M γραφήν.

233ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ᾽κπλαγῇς μὴ ᾽κπλαγῇς Turnebus: μἠκπλαγιν͂ M φρένας:

234τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς.

Ἠλέκτρα

235ὦ φίλτατον μέλημα δώμασιν πατρός,

236δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου,

237ἀλκῇ πεποιθὼς δῶμ᾽ ἀνακτήσῃ πατρός.

238ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον

239ἐμοί: προσαυδᾶν δ᾽ ἐστ᾽ ἀναγκαίως ἔχον

240πατέρα τε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει

241στέργηθρον: ἡ δὲ πανδίκως ἐχθαίρεται:

242καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου:

243πιστὸς δ᾽ ἀδελφὸς ἦσθ᾽, ἐμοὶ σέβας φέρων

244μόνον μόνον turnebus: μόνος M Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ

245πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό σοι. σοι Stanley: μοι M

Ὀρέστης

246Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων πραγμάτων Robortello: πρηγμάτων M [error ex η sura scrito ortus, tamquam πημάτων indicantis] γενοῦ:

247ἰδοῦ δὲ γένναν εὖνιν γένναν εὖνιν turnebus: γέννανιν M αἰετοῦ πατρός,

248θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν

249δεινῆς ἐχίδνης. τοὺς δ᾽ ἀπωρφανισμένους

250νῆστις πιέζει λιμός: οὐ γὰρ ἐντελεῖς ἐντελεῖς Pauw: ἐντελὴς M

251θήραν πατρῴαν θήραν πατρῴαν e scholio Robortello: θήρα πατρῴα M προσφέρειν σκηνήμασιν.

252οὕτω δὲ κἀμὲ τήνδε τ᾽, Ἠλέκτραν λέγω, λέγω Aldina: ἐγὼ M

253ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,

254ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.

255καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα

256πατρὸς νεοσσοὺς τούσδ᾽ ἀποφθείρας πόθεν

257ἕξεις ὁμοίας χειρὸς εὔθοινον εὔθοινον G: εὔθυνον (οι supra scr. m) M γέρας;

258οὔτ᾽ αἰετοῦ γένεθλ᾽ ἀποφθείρας, πάλιν

259πέμπειν ἔχοις ἂν σήματ᾽ εὐπιθῆ εὐπειθῆ M (ι sura ει scr. m) βροτοῖς:

260οὔτ᾽ ἀρχικός σοι πᾶς ὅδ᾽ αὐανθεὶς πυθμὴν

261βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν. ἐν ἤμασιν Turnebus: ἐνήμασιν M

262κόμιζ᾽, ἀπὸ σμικροῦ δ᾽ ἂν ἄρειας δ᾽ ἂν ἄρειας e scholio praeclare Turnebus: δαναρίας M μέγαν

263δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι.

Χορός

264ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός,

265σιγᾶθ᾽, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα,

266γλώσσης χάριν δὲ πάντ᾽ ἀπαγγείλῃ τάδε

267πρὸς τοὺς κρατοῦντας: οὓς ἴδοιμ᾽ ἐγώ ποτε

268θανόντας ἐν κηκῖδι πισσήρει φλογός.

Ὀρέστης

269οὔτοι οὔτοι Turnebus: οὔτι M προδώσει Λοξίου μεγασθενὴς

270χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν,

271κἀξορθιάζων κἀξοθριάζων M πολλὰ καὶ δυσχειμέρους

272ἄτας ὑφ᾽ ἧπαρ θερμὸν ἐξαυδώμενος,

273εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους:

274τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων,

275ἀποχρημάτοισι ζημίαις ταυρούμενον:

276αὐτὸν δ᾽ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε

277τείσειν μ᾽ ἔχοντα πολλὰ δυστερπῆ κακά.

278τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα μηνίματα Lobeck: μειλίγματα M

279βροτοῖς πιφαύσκων εἶπε, τὰς δ᾽ αἰνῶν δ᾽ αἰνῶν Hermann: δὲ νῶν M νόσους,

280σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις

281λειχῆνας λειχῆνας Blomfield: λιχηνας M ἐξέσθοντας ἀρχαίαν φύσιν:

282λευκὰς δὲ κόρσας τῇδ᾽ ἐπαντέλλειν ἐπαντέλλειν Robortello: ἐπαντέλλει M νόσῳ:

283ἄλλας τ᾽ ἐφώνει τ᾽ ἐφώνει Auratus: τε φωνεῖ M προσβολάς Ἐρινύων

284ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας:Post 284 in M legitur v. 288, quem illuc transposuit Hermann

285τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος

286ἐκ προστροπαίων ἐν γένει πεπτωκότων,

287καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος

288ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντ᾽ ὀφρὺν

289κινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεως

290χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας.

291καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος κρατῆρος Robortello: κρατερὸς M μέρος

292εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός,

293βωμῶν τ᾽ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς

294μῆνιν: δέχεσθαι <δ᾽> δ᾽ add. Hermann (rasura in M) οὔτε συλλύειν τινά.

295πάντων δ᾽ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ

296κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.iniuria suspecti

297τοιοῖσδε χρησμοῖς ἆρα ἆρα stanley: ἄρα M χρὴ πεποιθέναι;

298κεἰ μὴ πέποιθα, τοὔργον ἔστ᾽ ἐργαστέον.

299πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν συμπίτνουσιν M: συμπίτουσιν m ἵμεροι,

300θεοῦ τ᾽ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα,

301καὶ πρὸς πιέζει πρὸς πιέζει abresch: προσπιέζει M χρημάτων ἀχηνία,

302τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν,

303Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί,

304δυοῖν γυναικοῖν ὧδ᾽ ὑπηκόους πέλειν.

305θήλεια γὰρ φρήν: εἰ δὲ μή, τάχ᾽ εἴσεται.

Anapests 1

Χορός

306ἀλλ᾽ ὦ μεγάλαι Μοῖραι, μοῖρε, αι sura scr., M chori notam addidit Robortello Διόθεν

307τῇδε τελευτᾶν,

308ᾗ τὸ δίκαιον μεταβαίνει.

309ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ

310γλῶσσα τελείσθω: τοὐφειλόμενον

311πράσσουσα Δίκη μέγ᾽ ἀυτεῖ: δίκη μέγ᾽ ἀυτεῖ m G: δικην μέγαυτι M

312ἀντὶ δὲ πληγῆς φονίας φονίαν

313πληγὴν τινέτω. δράσαντι παθεῖν,

314τριγέρων μῦθος τάδε φωνεῖ.