Εὐμενίδες
Episode 10
Title variantsΕὐμενίδες · Eumenides · Euménides
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 10
Χορός
892ἄνασσ᾽ Ἀθάνα, τίνα τί M, να add. m με φῂς ἔχειν ἕξειν Elmsley ἕδραν;
Ἀθηνᾶ
893πάσης ἀπήμον᾽ οἰζύος: δέχου δὲ σύ.
Χορός
894καὶ δὴ δέδεγμαι: τίς δέ μοι τιμὴ μένει;
Ἀθηνᾶ
895ὡς μή τιν᾽ οἶκον εὐθενεῖν εὐθενεῖν Scaliger: εὐσθενεῖν codd. ἄνευ σέθεν.
Χορός
896σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον;
Ἀθηνᾶ
897τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν.
Χορός
898καί μοι πρόπαντος πρόπαντος Abresch: προπαντὸς M ἐγγύην θήσει χρόνου;
Ἀθηνᾶ
899ἔξεστι ἔξεστι Fl V: ἔξεστιν M γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ.
Χορός
900θέλξειν μ᾽ ἔοικας καὶ μεθίσταμαι κότου.
Ἀθηνᾶ
901τοιγὰρ κατὰ χθόν᾽ οὖσ᾽ ἐπικτήσει φίλους.
Χορός
902τί οὖν μ᾽ ἄνωγας τῇδ᾽ ἐφυμνῆσαι χθονί;
Ἀθηνᾶ
903ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα,
904καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου
905ἐξ οὐρανοῦ τε: κἀνέμων ἀήματα
906εὐηλίως πνέοντ᾽ ἐπιστείχειν χθόνα:
907καρπόν τε γαίας καὶ βοτῶν βοτῶν Stanley: βροτῶν codd. ἐπίρρυτον
908ἀστοῖσιν εὐθενοῦντα εὐθενοῦντα Turnebus: εὐθενοῦντας M μὴ κάμνειν χρόνῳ,
909καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν.
910τῶν δυσσεβούντων δ᾽ ἐκφορωτέρα πέλοις.
911στέργω γάρ, ἀνδρὸς φιτυποίμενος φιτυποίμενος Lobeck: φῖτυποιμένος M δίκην,
912τὸ τῶν δικαίων τῶνδ᾽ ἀπένθητον γένος.
913τοιαῦτα σοὔστι. σοὔστι Porson: σοὐστι M τῶν ἀρειφάτων δ᾽ ἐγὼ
914πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ
915τήνδ᾽ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν.