The Greek Library Author

Aeschylus

Εὐμενίδες

Choral 3

Title variantsΕὐμενίδες · Eumenides · Euménides

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 3

Strophe 1

Χορός

143ἰοὺ ἰοὺ πόπαξ. ἐπάθομεν, φίλαι,—

144ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ,—

145ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι,

146ἄφερτον κακόν.

147ἐξ ἀρκύων πέπτωκεν οἴχεταί θ᾽ θ᾽ Abresch: δ᾽ codd. ὁ θήρ—

148ὕπνῳ κρατηθεῖσ᾽ ἄγραν ὤλεσα.

Antistrophe 1

Χορός

149ἰὼ παῖ Διός, ἐπίκλοπος πέλει,—

150νέος δὲ γραίας δαίμονας καθιππάσω,—

151τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶ

152τοκεῦσιν πικρόν,

153τὸν μητραλοίαν δ᾽ ἐξέκλεψας ὢν θεός.—

154τί τῶνδ᾽ ἐρεῖ τις δικαίως ἔχειν;

Strophe 2

Χορός

155ἐμοὶ δ᾽ ὄνειδος ἐξ ὀνειράτων μολὸν

156ἔτυψεν δίκαν διφρηλάτου

157μεσολαβεῖ κέντρῳ

158ὑπὸ φρένας, ὑπὸ λοβόν.—

160πάρεστι μαστίκτορος δαΐου δαμίου

161βαρὺ τὸ περίβαρυ κρύος ἔχειν.

Antistrophe 2

Χορός

162τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί,

163κρατοῦντες τὸ πᾶν δίκας πλέονcarmen inter choreutas distribuendum

164φονολιβῆ φονολιβῆ Arnald: φονολειβῆ codd. θρόνον

165περὶ πόδα, περὶ κάρα.—

166πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν αἱμάτων

167βλοσυρὸν ἀρόμενον ἀρόμενον Abresch: αἰρούμενον (υ ut videtur partim deleto) M ἄγος ἔχειν.

Strophe 3

Χορός

168ἐφεστίῳ δὲ μάντις ὢν μάντις ὢν Schütz: μάντι σῷ M μιάσματι

170μυχὸν μυχὸν Robortello: μυκὸν M ἔχρανας ἔχρανας Turnebus: ἔχρανά τ᾽ M αὐτόσσυτος, αὐτόκλητος,

171παρὰ νόμον παρὰ νόμον P: παρανόμων mutatum in παρανόμον M θεῶν βρότεα μὲν τίων,

172παλαιγενεῖς δὲ Μοίρας φθίσας.

Antistrophe 3

Χορός

173κἀμοί γε γε Casaubon: τε codd. λυπρός, καὶ τὸν οὐκ ἐκλύσεται,

175ὑπό τε γᾶν φυγὼν φυγὼν Porson: φεύγων codd. οὔ ποτ᾽ ἐλευθεροῦται.

176ποτιτρόπαιος ὢν δ᾽ ὢν δ᾽ Porson: δ᾽ ὢν codd. ἕτερον ἐν κάρᾳ

177μιάστορ᾽ ἐγγενῆ ἐγγενῆ Hartung: ἐκείνου codd. πάσεται.fortasse ἐκ γένους Weil