Εὐμενίδες
Episode 2
Title variantsΕὐμενίδες · Eumenides · Euménides
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 2
Πυθιας
1Πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν
2τὴν πρωτόμαντιν Γαῖαν: ἐκ δὲ τῆς Θέμιν,
3ἣ δὴ τὸ μητρὸς δευτέρα τόδ᾽ ἕζετο
4μαντεῖον, ὡς λόγος τις: ἐν δὲ τῷ τρίτῳ
5λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός,
6Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο,
7Φοίβη: δίδωσι δίδωσιν M δ᾽ ἣ γενέθλιον δόσιν
8Φοίβῳ: τὸ Φοίβης δ᾽ ὄνομ᾽ ἔχει παρώνυμον.
9λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα,
10κέλσας ἐπ᾽ ἀκτὰς ναυπόρους τὰς Παλλάδος,
11ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θ᾽ Παρνησοῦ θ᾽ Robortello: παρ νησοῦσθ᾽ M ἕδρας.
12πέμπουσι δ᾽ αὐτὸν καὶ σεβίζουσιν μέγα
13κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα
14ἀνήμερον τιθέντες ἡμερωμένην.
15μολόντα δ᾽ αὐτὸν κάρτα τιμαλφεῖ λεώς,
16Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ.
17τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα
18ἵζει τέταρτον τοῖσδε τοῖσδε Voss: τόνδε M μάντιν ἐν θρόνοις: θρόνοις Turnebus: χρόνοις codd.
19Διὸς προφήτης δ᾽ ἐστὶ ἐστὶν M Λοξίας πατρός.
20τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.
21Παλλὰς προναία δ᾽ ἐν λόγοις πρεσβεύεται.
22σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα
23κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή: ἀναστροφή scholium: ἀναστροφά M: ἀναστροφαί Fl Fa V
24Βρόμιος ἔχει τὸν χῶρον, οὐδ᾽ ἀμνημονῶ,
25ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός,
26λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον:
27Πλειστοῦ Πλειστοῦ Turnebus: πλείστους codd. τε πηγὰς καὶ Ποσειδῶνος κράτος
28καλοῦσα καὶ τέλειον ὕψιστον Δία,
29ἔπειτα μάντις ἐς θρόνους καθιζάνω.
30καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ
31ἄριστα δοῖεν: κεἰ παρ᾽ πάρ᾽ Abresch Ἑλλήνων τινές,
32ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.
33μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.
34ἦ δεινὰ λέξαι, δεινὰ δ᾽ ὀφθαλμοῖς δρακεῖν,
35πάλιν μ᾽ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,
36ὡς μήτε σωκεῖν μήτε μ᾽ ἀκταίνειν βάσιν: στάσιν M, γρ. βάσιν m
37τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ οὐ ποδωκείᾳ Fl: οὔπω δοκίαι mutatum in οὐ ποδωκίαι M σκελῶν.
38δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.
39ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν:
40ὁρῶ δ᾽ ἐπ᾽ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ θεομυσῆι M
41ἕδραν ἔχοντα ἔχοντα Fl Fa V: ἔχοντι M προστρόπαιον, αἵματι
42στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος
43ἔχοντ᾽ ἐλαίας θ᾽ ὑψιγέννητον κλάδον,
44λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,
45ἀργῆτι μαλλῷ: τῇδε γὰρ τρανῶς ἐρῶ.
46πρόσθεν δὲ τἀνδρὸς δὲ τἀνδρὸς Fl V: δέ τ᾽ ἀνδρὸς M τοῦδε θαυμαστὸς λόχος λόχος Fl V: λέχος M
47εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.
48οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,
49οὐδ᾽ αὖτε Γοργείοισιν εἰκάσω τύποις.
50εἶδόν ποτ᾽ ἤδη Φινέως γεγραμμένας
51δεῖπνον φερούσας: ἄπτεροί γε μὴν ἰδεῖν
52αὗται, μέλαιναι δ᾽ ἐς τὸ πᾶν βδελύκτροποι:
53ῥέγκουσι δ᾽ οὐ πλατοῖσι πλατοῖσι Elmsley: πλαστοῖσι codd. φυσιάμασιν:
54ἐκ δ᾽ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα: λίβα Burges: δία M
55καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα
56φέρειν δίκαιος οὔτ᾽ ἐς ἀνθρώπων στέγας.
57τὸ φῦλον οὐκ ὄπωπα τῆσδ᾽ ὁμιλίας
58οὐδ᾽ ἥτις αἶα τοῦτ᾽ ἐπεύχεται γένος
59τρέφουσ᾽ ἀνατὶ μὴ μεταστένειν πόνον. πόνον ex schol. Arnald: πόνων codd.
60τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων
61αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.
62ἰατρόμαντις δ᾽ ἐστὶ καὶ τερασκόπος
63καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.
Ἀπολλων
64οὔτοι προδώσω: διὰ τέλους δέ σοι φύλαξ
65ἐγγὺς παρεστὼς καὶ πρόσω δ᾽ ἀποστατῶν
66ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.
67καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς:
68ὕπνῳ πεσοῦσαι πεσοῦσαι] fortasse παρεῖνται Wecklein δ᾽ αἱ κατάπτυστοι κόραι,
69γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μίγνυται
70θεῶν τις οὐδ᾽ ἄνθρωπος οὐδὲ θήρ ποτε:
71κακῶν δ᾽ ἕκατι κἀγένοντ᾽, ἐπεὶ κακὸν
72σκότον νέμονται Τάρταρόν θ᾽ ὑπὸ χθονός,
73μισήματ᾽ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.
74ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ.
75ἐλῶσι γάρ σε καὶ δι᾽ ἠπείρου μακρᾶς
76†βιβῶντ᾽ ἀν᾽ βιβῶντ᾽ ἀν᾽ Stephanus: βεβῶντ᾽ ἂν M totum versum secludit Bothe, fortasse recte ἀεὶ† τὴν πλανοστιβῆ χθόνα
77ὑπέρ τε πόντον πόντον Turnebus: πόντου codd. καὶ περιρρύτας πόλεις.
78καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος
79πόνον: μολὼν δὲ Παλλάδος παλλάδος ad finem v. traiectum M, restituendum indicat (A et B suprascr.) m ποτὶ πτόλιν
80ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.
81κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους
82μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,
83ὥστ᾽ ἐς τὸ πᾶν σε τῶνδ᾽ ἀπαλλάξαι πόνων.
84καὶ γὰρ κτανεῖν σ᾽ ἔπεισα μητρῷον δέμας.
Ὀρεστης
85ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ᾽δικεῖν:
86ἐπεὶ δ᾽ ἐπίστᾳ, καὶ τὸ μὴ ᾽μελεῖν μάθε.
87σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.
Ἀπόλλων
88μέμνησο, μὴ φόβος σὲ νικάτω φρένας.
89σὺ δ᾽, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός, πατρός] πρς cum signo contract. M
90Ἑρμῆ, φύλασσε: κάρτα δ᾽ ὢν ἐπώνυμος
91πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν
92ἱκέτην. σέβει τοι Ζεὺς τόδ᾽ ἐκνόμων σέβας,
93ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.
Κλυταιμηστρας Ειδωλον
94εὕδοιτ᾽ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;
95ἐγὼ δ᾽ ὑφ᾽ ὑμῶν ὧδ᾽ ἀπητιμασμένη
96ἄλλοισιν ἐν νεκροῖσιν, ὧν ὧν ex schol. Tyrwhitt: ὡς codd. μὲν ἔκτανον
97ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,
98αἰσχρῶς δ᾽ ἀλῶμαι: προυννέπω δ᾽ ὑμῖν ὅτι
99ἔχω μεγίστην αἰτίαν κείνων ὕπο:
100παθοῦσα δ᾽ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων,
101οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,
102κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.
103ὁρᾶτε ὁρᾶτε Hermann: ὅρα δὲ codd. καρδίας ὅθεν Hermann: καρδία (mutatum in καρδίαι) σέθεν M πληγὰς τάσδε καρδίας ὅθεν.
104εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,
105ἐν ἡμέρᾳ δὲ μοῖρ᾽ ἀπρόσκοπος μοῖρ᾽ ἀπρόσκοπος ex schol. Turnebus: μοῖρα πρόσκοπος codd. βροτῶν.
106ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε,
107χοάς τ᾽ ἀοίνους, νηφάλια νηφάλια Robortello: νιφάλια codd. μειλίγματα,
108καὶ νυκτίσεμνα νυκτίσεμνα Turnebus: νυκτὸσεμνὰ (ut videtur) mutatum in νυκτὶ σεμνὰ M δεῖπν᾽ ἐπ᾽ ἐσχάρᾳ πυρὸς
109ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.
110καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα.
111ὁ δ᾽ ἐξαλύξας οἴχεται νεβροῦ δίκην,
112καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων ἀρκυστάτων Turnebus: ἀρκυσμάτων codd.
113ὤρουσεν ὑμῖν ἐγκατιλλώψας ἐγκατιλλώψας Turnebus: ἐκκατιλλώψας M μέγα.
114ἀκούσαθ᾽ ὡς ἔλεξα τῆς ἐμῆς περὶ
115ψυχῆς, φρονήσατ᾽, ὦ κατὰ χθονὸς θεαί.
116ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα κλυταιμνήστρα M καλῶ.
Χορος
117ʽμ̔υγμός.ʼ
Κλυταιμήστρας Εἴδωλον
118μύζοιτ᾽ ἄν, ἁνὴρ δ᾽ οἴχεται φεύγων πρόσω:
119φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες. φίλοι ... προσεικότες Weil: φίλοις ... προσίκτορες codd.
Χορός
120ʽμ̔υγμός.ʼ
Κλυταιμήστρας Εἴδωλον
121ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος:
122φονεὺς δ᾽ Ὀρέστης τῆσδε μητρὸς οἴχεται.
Χορός
123ʽὡ̓γμός.ʼin M omissa supplevit m
Κλυταιμήστρας Εἴδωλον
124ὤζεις, ὑπνώσσεις: οὐκ ἀναστήσει τάχος;
125τί σοι πέπρωται πέπρωται Bentley: πέπρακται codd. πρᾶγμα πλὴν τεύχειν κακά;
Χορός
126ʽὡ̓γμός.ʼ
Κλυταιμήστρας Εἴδωλον
127ὕπνος πόνος τε κύριοι συνωμόται
128δεινῆς δρακαίνης ἐξεκήραναν μένος.
Χορός
129ʽμ̔υγμὸς διπλοῦς ὀξύς.ʼ
130λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου.
Κλυταιμήστρας Εἴδωλον
131ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δ᾽ ἅπερ
132κύων μέριμναν οὔποτ᾽ ἐκλείπων ἐκλείπων Blomfield: ἐκλιπὼν codd. πόνου.
133τί δρᾷς; ἀνίστω, μή σε νικάτω πόνος,
134μηδ᾽ ἀγνοήσῃς πῆμα μαλθαχθεῖσ᾽ ὕπνῳ.
135ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν: ὀνείδεσιν recc.: ὀνείδεσσιν M
136τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται.
137σὺ δ᾽ σὺ δ᾽ Pearson: οὐδ᾽ codd. αἱματηρὸν πνεῦμ᾽ ἐπουρίσασα τῷ,
138ἀτμῷ κατισχναίνουσα, κατισχναίνουσα Robortello: κατισχαίνουσα codd. νηδύος πυρί,
139ἕπου, μάραινε δευτέροις διώγμασιν.
Χορός
140ἔγειρ᾽, ἔγειρε καὶ σὺ τήνδ᾽, ἐγὼ δὲ σέ.
141εὕδεις; ἀνίστω, κἀπολακτίσασ᾽ ὕπνον,
142ἰδώμεθ᾽ ἰδώμεθ᾽ Turnebus: εἰδώμεθ᾽ codd. εἴ τι τοῦδε φροιμίου ματᾷ.